- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:349.27-351.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德《物理学》201a3–16,确认运动在成对的对立面中双重地产生,并重申运动是潜能存在者作为这般存在者的完全现实态这一定义。他将此定义应用于质变、增长、减退和建筑等具体情形,并介绍了特米斯蒂乌斯区分第一完全现实态与最终完全现实态的解释。
" Ἕκαστον δὲ διχῶς ὑπάρχει πᾶσιν, οἷον τὸ τόδε· τὸ μὲν γὰρ μορφή, τὸ δὲ στέρησις." Τὸ τέταρτον λῆμμα, ὅτι ἐν ἑκάστῃ κατηγορίᾳ ἐν αἷς ἔστιν ἡ κίνησις, οὐκ ἔστιν ἁπλῆ τις ἀλλὰ διττή· ἐν ἑκάστῃ γάρ, φησί, κατηγορίᾳ θεωρεῖται τὸ μὲν εἶδός τι τὸ δὲ στέρησις, καὶ γίνεται ἡ ὁδὸς ἤτοι ἀπὸ τοῦ εἴδους ἐπὶ τὴν στέρησιν ἢ ἀπὸ τῆς στερήσεως ἐπὶ τὸ εἶδος. εἴρηται δὲ ὅτι στέρησιν καλεῖ τὸ χεῖρον τῶν ἀντικειμένων, εἶδος δὲ τὸ κρεῖττον.
“而且在一切事物中,每一项都以双重方式存在,例如‘这一个’;因为一者是形式,另一者是缺失。” 第四条前提:在存在着运动的每一个范畴中,运动都不是单一的,而是双重的;因为他说,在每一个范畴中,一者被视为某种形式,另一者被视为缺失,而道路要么是从形式通向缺失,要么是从缺失通向形式。并且已经说过,他把对立者中较劣的一方称为缺失,较优的一方称为形式。
"Διῃρημένου δὲ καθ’ ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ τοῦ δὲ δυνάμει." Ἐκθέμενος τὰ εἰρημένα ἀξιώματα, βούλεται λοιπὸν τὸν ὁρισμὸν τῆς κινήσεως ἀποδοῦναι. καὶ ἐπειδὴ εἰς τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ συμβάλλεται αὐτῷ τὸ πρῶτον τῶν λημμάτων, ἀναλαμβάνει πάλιν τοῦτο, ὅτι ἕκαστον τῶν τοῦ ὄντος γενῶν διῄρηται κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· ἔστιν οὖν, φησίν, ἡ κίνησις ἡ τοῦ δυνάμει ὄντος ἐντελέχεια, ᾗ τοιοῦτόν ἐστι, τουτέστι καθὸ ἕκαστον ἔχει τὸ δυνάμει καὶ ἐνεργείᾳ, ἔτι σῳζομένου τοῦ δυνάμει.1
“既然依每个类,一者在现实活动中,另一者在潜能中已被区分开,”在阐述了上述公理之后,他接下来希望给出运动的定义。既然诸前提中的第一条有助于他给出这个定义,他便重新提起这一点:存在的各个类是依潜能和现实活动被区分开的。因此他说,运动就是在潜能中存在者作为这般存在者的完全现实态;这就是说,在潜能仍被保持的情况下,就每一事物具有潜能和现实活动而言。
"Τοῦ μὲν ἀλλοιωτοῦ, ᾗ ἀλλοιωτόν, ἀλλοίωσις." Ὁρισάμενος καθόλου τὴν κίνησιν, ἐφαρμόζει τὸν λόγον ἐπὶ τῶν κατὰ μέρος κινήσεων. καλῶς οὖν φησι τὴν κατὰ ποιὸν κίνησιν ἀλλοίωσιν· ἔστι γὰρ τελειότης τοῦ ἀλλοιωτοῦ, καθὸ ἀλλοιωτόν. τὸ γὰρ ἀλλοιωτὸν πρὶν ἄρξηται ἀλλοιοῦσθαι, οἷον λευκαίνεσθαι ἢ μελαίνεσθαι, ἀτελῆ τὴν δύναμιν ἔχει, τότε δὲ τελειοῦται τὸ ἀλλοιωτόν, ὅταν τὴν κατὰ δύναμιν κίνησιν λάβῃ.
“可受质变者作为可受质变者的完全现实态是质变;”在普遍地定义了运动之后,他将这一定义应用于个别的运动。因此,他把依性质的运动称为质变是十分恰当的;因为它是可受质变者作为可受质变者的圆满。因为可受质变者在开始受质变之前——例如变白或变黑——具有不完全的潜能,而当它接受依潜能的运动时,可受质变者才得以圆满。
"Τοῦ δὲ αὐξητοῦ καὶ τοῦ ἀντικειμένου αὐτῷ φθιτοῦ (οὐθὲν γὰρ ὄνομα κοινὸν ἐπ’ ἀμφοῖν) αὔξησις καὶ φθίσις." Οὐχ ὥσπερ, φησίν, ἐπὶ τῆς λευκάνσεως καὶ μελάνσεως, καὶ ψύξεως καὶ θερμάνσεως, καὶ πάσης τῆς κατὰ τὰς ἐναντίας ποιότητας μεταβολῆς ἔχομεν κοινὸν ὄνομα τὴν ἀλλοίωσιν, οὕτως καὶ ἐπὶ αὐξήσεως καὶ φθίσεως, τοῦτο δέ ἐστι τῆς κατὰ τὸ ποσὸν μεταβολῆς, ἀλλ’ ἰδίοις ὀνόμασιν αἱ κατὰ τὰ ἐναντία μεταβολαὶ ὠνομάσθησαν, ἡ μὲν αὔξησις ἡ δὲ φθίσις, κοινὸν μηδὲν ἔχουσαι ὄνομα.
“可增长者及其对立面可减退者(因为两者并没有共同的名称)的完全现实态则是增长和减退;”他说,并非像在变白与变黑、变冷与变热以及一切依对立性质的变异上我们拥有“质变”这一共同名称那样,在增长与减退上也是如此(这就是依数量的变异);相反,依对立面的变异是用各自特有的名称来命名的,一者是“增长”,另一者是“减退”,没有任何共同的名称。
"Ὅταν γὰρ τὸ οἰκοδομητόν, ᾗ τοιοῦτον αὐτὸ λέγομεν εἶναι, ἐντελεχείᾳ ᾖ, οἰκοδομεῖται, καὶ ἔστι τοῦτο οἰκοδόμησις." Παραδείγματι πιστοῦται, ὅτι καλῶς ἀποδέδοται ὁ τῆς κινήσεως ὁρισμός. οἱ λίθοι δυνάμει εἰσὶν οἰκοδομητοί· ὅταν οὖν οἰκοδομῶνται, τότε τελειότητα ἔχουσι τὴν κατὰ τὴν δύναμιν ἐνεργείᾳ ὄντες οἰκοδομητοί, καὶ καλεῖται ἡ τοιαύτη αὐτῶν ἐνέργεια οἰκοδόμησις, ἡ δὲ οἰκοδόμησις κίνησις· ὥστε καὶ ἡ τοῦ αὐξητοῦ ᾗ αὐξητὸν ἐνέργεια κίνησις ἂν εἴη αὔξησις καλουμένη, καὶ ἡ τοῦ φορητοῦ ᾗ φορητόν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἀποδίδωσι δὲ τὴν κίνησιν ὁ Θεμίστιος ὀλίγον μεταβαλών, ὅτι ἔστιν ἡ τοῦ δυνάμει ὄντος πρώτη ἐντελέχεια, ᾗ τοιοῦτόν ἐστιν· ὑστάτην μὲν γὰρ εἶναι ἐντελέχειαν τὴν εἰς τὸ εἶδος μεταβολὴν2 ἐν ᾧ ἠρεμεῖ λοιπόν, πρώτην δὲ τὴν ἐπ’ ἐκεῖνο πορείαν ἥτις ἐστὶ κίνησις. καὶ ἡ μὲν προτέρα ἐντελέχεια ἀτελής ἐστιν ἐνέργεια (ὁδεύει γὰρ ἐπὶ τὸ εἶδος καὶ τὴν κυρίως τε καὶ ἁπλῶς ἐντελέχειαν), ἡ δὲ ὑστέρα τελεία· ἠρεμεῖ γὰρ ἐν αὐτῇ γενόμενον τὸ κινούμενον καὶ τοῦ δυνάμει παντελῶς ἀπαλλάττεται.
“因为当可建筑者就我们称其为这般者而言处于现实活动中时,它正在被建筑,而这就是建筑。” 他用一个例子证实运动的定义已被很好地给出。石头在潜能中是可建筑的;因此,当它们正在被建筑时,那时它们因在现实活动中是可建筑的而具有依潜能的圆满,它们的这种现实活动被称为“建筑”,而建筑就是运动;因此,可增长者作为可增长者的现实活动也将是被称为“增长”的运动,可移动者作为可移动者的现实活动亦然,其余各项依此类推。不过,特米斯蒂乌斯稍作修改后给出运动的定义为:运动是在潜能中存在者作为这般存在者的第一完全现实态;因为[在他看来]最终的完全现实态是向形式的变异,在其中事物随后静止下来,而第一完全现实态则是通向那形式的行程,这也就是运动。较先的完全现实态是不完全的现实活动(因为它正走向形式以及严格且单纯意义上的完全现实态),而较后的完全现实态则是完全的;因为运动者一旦生成于其中便静止下来,并彻底摆脱了潜能。
- 3.14ἔτι σῳζομένου τοῦ δυνάμει
独立属格结构,用作主句的条件或附带状况说明。斐洛波诺斯借此阐明亚里士多德“作为这般存在者”(ᾗ τοιοῦτόν ἐστι)的限定条件,即必须在完全达到形式而潜能消失之前,在“潜能依然得以保持”的状态下。
- 3.17ὑστάτην μὲν γὰρ εἶναι ἐντελέχειαν τὴν εἰς τὸ εἶδος μεταβολήν
承接前文动词 ἀποδίδωσι(定义、阐明)的间接引语(宾格不定式结构),转述特米斯蒂乌斯的论证依据。宾格主词是 τὴν εἰς τὸ εἶδος μεταβολήν,宾格表语是 ὑστάτην ... ἐντελέχειαν,与后半句的 πρώτην δὲ [εἶναι] τὴν ἐπ’ ἐκεῖνο πορείαν 构成对比。
