- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:348.6-349.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了“事物之外没有运动”这第三条公理(200b32–34)。他介绍了亚历山大等人由此断定运动不是一个类而是同名异义词的观点,进而论证运动正如“可知者”一样,属于“数量”这一下属的类,但因各范畴相互交织而在其他范畴中共同显现,并解答了《范畴篇》中何以未将运动列为连续之物之种的难题。
" Οὐκ ἔστι δέ τις κίνησις παρὰ τὰ πράγματα." Τὸ τρίτον ἀξίωμα, ὅτι ἡ κίνησις ἐν τοῖς κινοῦσι καὶ κινουμένοις ἐστί, καὶ οὐ καθ’ αὑτό τι ὂν οὐδὲ χωριστόν. ὥστε ὁσαχῶς ἂν εἴη τὰ κινούμενα, τοσαυταχῶς καὶ ἡ κίνησις· κινεῖται δὲ τὰ κινούμενα τετραχῶς, κατ’ οὐσίαν κατὰ ποσὸν κατὰ ποιὸν κατὰ τόπον· ἐν τούτοις ἄρα καὶ ἡ κίνησις.
“然而在诸事物之外并没有某种运动。” 第三条公理:运动存在于推动者与被动者之中,既非某种自身存在之物,亦非可分离之物。因此,被动者有多少种,运动也就有多少种;而被动者依四种方式被推动:依实体、依数量、依性质、依场所;因此运动亦存在于这些[范畴]之中。
"Κοινὸν δὲ ἐπὶ τούτων οὐδὲν ἔστιν ὄν, ὡς ἔφαμεν, λαβεῖν, ὃ οὔτε τόδε οὔτε ποσὸν οὔτε ποιόν." Ὅτι οὐκ ἔστι κίνησις παρὰ τὰ πράγματα κατασκευάζει. εἰ γὰρ ἐν ταύταις ταῖς κατηγορίαις μόνον ἡ κίνησις, οὐκ ἔστι δέ τι ὂν ὑφεστηκὸς πρᾶγμα κοινὸν τῶν κατηγοριῶν ἕτερον ὂν παρ’ αὐτὰς καὶ οἷον γένος αὐτῶν (ὥσπερ τῶν κατὰ μέρος ζῴων τὸ ἁπλῶς ζῷον, ὅπερ ἐστὶν οὐσία ἔμψυχος αἰσθητικὴ ἕτερον ὂν παρ’ ἕκαστον τῶν κατὰ μέρος ζῴων καὶ ἐν ἑκάστῳ θεωρούμενον· τὸ γὰρ ὂν ὁμωνύμως τῶν κατηγοριῶν κατηγορεῖται), δῆλον ὅτι οὐδὲ κίνησις ἂν εἴη παρὰ ταύτας τὰς κατηγορίας. ἐντεῦθεν δὲ λαβόντες οἱ ἐξηγηταὶ ἀφορμάς φασι μὴ εἶναι τὴν κίνησιν γένος, ἀλλ’ ὁμώνυμον φωνήν· εἰ γὰρ οὐκ ἔστι κίνησις παρὰ τὰς κατηγορίας, τῶν δὲ κατηγοριῶν κοινὸν γένος οὐκ ἔστι, δῆλον δήπου ὅτι οὐδὲ κινήσεως γένος ἄν εἴη. εἰ γὰρ ἦν τῶν κατηγοριῶν ἐν αἷς ἡ κίνησις κοινὸν γένος, ἐν ἐκείνῳ ἂν ἦν πρῶτον τῷ γένει ἐξ ἀνάγκης ἡ κίνησις, καὶ οὐκ ἂν ἐλέγετο πολλαχῶς, ἀλλ’ ὥσπερ ἐκεῖνο γένος ὑπῆρχε τῶν κατηγοριῶν ἐν αἷς ἡ κίνησις, οὕτω καὶ ἡ ἐν ἐκείνῳ κίνησις γένος ἂν ἦν τῶν κινήσεων τῶν ἐν ταῖς ὑπ’ ἐκεῖνο τὸ γένος κατηγορίαις· νῦν δὲ ὡσαύτως ἔχει ἡ κίνησις, ὥσπερ ἔχει τὰ πράγματα ἐν οἷς ἔστι· ἐπεὶ οὖν διαφέροντες οἱ λόγοι τῶν προειρημένων γενῶν, δῆλον ὅτι καὶ τῶν ἐν αὐταῖς κινήσεων· ὥστε κἂν ἕνα ὁρισμὸν ἀποδῷ τῆς κινήσεως, ὁμώνυμος ἔσται καὶ οὗτος καὶ τῶν πολλαχῶς λεγομένων. καὶ πολὺς ἐστιν ὁ Ἀλέξανδρος αὐτὸ τοῦτο κατασκευάζων, ὅτι ἡ κίνησις οὐκ ἔστι γένος, ἀλλ’ ὁμώνυμος φωνή. μήποτε οὖν ἔστιν εἰπεῖν, ὅτι οὐ τὸ μὴ εἶναι κίνησιν παρὰ τὰ πράγματα, τοῦτο ἐλέγχει τὴν κίνησιν μὴ οὖσαν γένος,1 ἀλλ’ ὥσπερ τὸ ἐπιστητὸν καθὸ μὲν ἐπιστητὸν τελεῖ ὑπὸ γένος τὸ ποιόν, ἔστι μέντοι οὐ μόνον ἐν τῷ ποιῷ ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις (καὶ γὰρ ἡ οὐσία ἐπιστητὸν καὶ ἑκάστη τῶν ἄλλων), οὕτω φημὶ καὶ ἐπὶ κινήσεως· τελεῖ μὲν γὰρ καὶ αὐτὴ ὑπὸ τὸ ποσόν (ἔστι γὰρ συνεχής, καὶ πανταχοῦ τοῦτο κατασκευάζει ὁ Ἀριστοτέλης ὅτι τῶν συνεχῶν ἡ κίνησις), ἐμφαίνεται δὲ καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις. ὥστε εἰ ὑπὸ τὸ ποσὸν ἡ κίνησις ἀνάγεται, γένος δὲ τὸ ποσόν, καὶ αὐτὴ ἂν εἴη γένος ὑπάλληλον. καὶ εὐλόγως γε τοῦτο συμβέβηκε, λέγω δὴ τὸ μὴ ἐν μιᾷ κατηγορίᾳ εἶναι τὴν κίνησιν, ὥσπερ οὐδὲ τὸ ἐπιστητόν, ἐπεὶ μηδὲ διακεκριμέναι εἰσὶν ἀπ’ ἀλλήλων αἱ κατηγορίαι, ἀλλὰ πᾶσαί εἰσι συμπεπλεγμέναι· εἰ μὲν γὰρ κεχωρισμέναι ἦσαν ἀπ’ ἀλλήλων, οὐκ ἦν δυνατὸν εὑρεῖν τὴν κίνησιν εἰ μὴ ἐν ποσῷ μόνον, ἐπειδὴ δὲ συμπεπλεγμέναι εἰσίν, εἰκότως τὸ ἐν πλείοσι κατηγορίαις τὴν αὐτὴν εὑρεῖν οὐκ ἔστιν ἔξω λόγου. ἀπορήσειε δ’ ἄν τις ὅτι, εἰ τῶν συνεχῶν ἡ κίνησις καὶ διὰ τοῦτο ὑπὸ τὸ ποσὸν ἀνάγεται, τί δήποτε ἐν Κατηγορίαις μὴ ἀνήγαγεν αὐτὴν ὁ Ἀριστοτέλης2 ὑπὸ τὰ τοῦ συνεχοῦς εἴδη; φαμὲν οὖν ὅτι αἱ κατηγορίαι εἰδῶν εἰσι τελείων καὶ εἰδοπεποιημένων πραγμάτων, εἴρηται δὲ ὅτι ἡ κίνησις ἀτελής ἐστιν ἐνέργεια καὶ ὁδὸς ἀπὸ δυνάμεως εἰς ἐνέργειαν· διὰ τοῦτο οὖν οὐκ ἠδύνατο συναριθμηθῆναι τοῖς εἴδεσι τοῦ συνεχοῦς.
“而且在这些事物之上,如我们所说,不可能把握任何作为存在的共通之物,它既不是这一个,也不是数量,也不是性质。” 他正在论证诸事物之外不存在运动。因为如果运动仅仅存在于这些范畴之中,而在这些范畴之外又不存在某种自立存在的、作为它们之共通物且好比是它们的类的不同事物(正如单纯的动物相对于个别动物那样;单纯的动物是有灵魂的、有感觉的实体,不同于每一个别的动物而又在每一个个别动物之中被观察到;因为存在是对诸范畴同名异义地被述说的),那么显而易见,在这些范畴之外也不会有运动。而注解家们以此为依据,断言运动并非一个类,而是一个同名异义的名称;因为如果范畴之外不存在运动,而诸范畴又没有共通的类,那么运动也不会有一个类,这当然是显而易见的。因为如果在运动所处的诸范畴之上存在一个共通的类,那么运动必然首先存在于那个类之中,且不会以多种方式被述说,而是正如那个类是运动所处的诸范畴的类一样,那个类之中的运动也同样会是处于那个类之下的诸范畴中的诸运动的类;但事实上,运动与其所处的诸事物处于同样的状态;既然前述诸类的定义各不相同,那么显而易见,处于其中的诸运动的定义也各不相同;因此,即便他给出了运动的一个唯一定义,这个定义本身也将是同名异义的,且属于以多种方式被述说之列。亚历山大用了大量篇幅正是为了确立这一点,即运动不是一个类,而是一个同名异义的名称。那么,我们难道不能说:并非“事物之外没有运动”这一点本身证明了运动不是一个类;相反,正如可知者就其作为可知者而言归属于性质这一类之下,然而它不仅存在于性质之中,也存在于其他范畴之中(因为实体也是可知者,其余各项亦然),我说关于运动也是如此;因为运动本身也归属于数量之下(因为它是连续的,而亚里士多德在所有地方都在确立这一点,即运动属于连续之物),但它也显现于其他范畴之中。因此,如果运动被归入数量之下,而数量是一个类,那么运动本身也将是一个下属的类。而这一点之产生是合乎情理的,我指的是运动并不处于单一范畴之中,正如可知者也是如此,因为诸范畴彼此之间并不是截然分开的,而全都交织在一起;因为如果它们彼此分离,那么除了在数量之中以外就不可能发现运动,但既然它们交织在一起,那么合理地在多个范畴中发现同一运动便不是无根据的。不过有人可能会提出疑问:如果运动属于连续之物,且由于这一原因被归入数量之下,究竟为什么亚里士多德在《范畴篇》中没有将它归入连续者的诸种之下呢?因此我们回答说,诸范畴所处理的是完满的种以及具有特定形式的事物,而人们已经说过,运动是不完满的现实活动,是从潜能通向现实活动的道路;正因如此,它不可能与连续者的诸种一同被列举。
- 3.12οὐ τὸ μὴ εἶναι κίνησιν παρὰ τὰ πράγματα, τοῦτο ἐλέγχει τὴν κίνησιν μὴ οὖσαν γένος
作主语的定冠词不定式从句(οὐ τὸ μὴ εἶναι...)前置于句首,并通过其后的指示代词 τοῦτο 进行了复指(epanalepsis)。否定词 οὐ 否定的不是动词 ἐλέγχει,而是前置的主语从句整体(事物之外不存在运动这一事实),构成“并非事物之外没有运动这一点本身证明了运动不是一个类”的框架。分词 μὴ οὖσαν 则是补充性分词,作动词 ἐλέγχει 的宾语 τὴν κίνησιν 的述谓补足语。
- 3.12ἀπορήσειε δ’ ἄν τις ὅτι, εἰ τῶν συνεχῶν ἡ κίνησις καὶ διὰ τοῦτο ὑπὸ τὸ ποσὸν ἀνάγεται, τί δήποτε ἐν Κατηγορίαις μὴ ἀνήγαγεν αὐτὴν ὁ Ἀριστοτέλης
由表示潜能的祈愿语气(ἀπορήσειε δ’ ἄν τις)所引出的从属疑问结构。ὅτι 用来引入疑问内容,其后直接插入了一个条件从句(εἰ τῶν συνεχῶν...),接着出现了采取直接疑问形式的疑问词从句(τί δήποτε...)。这里的 ὅτι 起到了连接词的作用,用以前置引述疑问从句。
