← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§346.10-348.5

考察共通附随项的缘由与运动定义的先决公理

注疏者阐明了亚里士多德为何将无限、场所、虚空与时间的考察作为附随于一切自然事物的共通属性引入,并对先于运动定义而提出的关于现实、潜能及关系者的诸公理展开了解说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7

" Δῆλον οὖν ὡς διά τε ταῦτα, καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ καθόλου ταῦτα πᾶσι,1 σκεπτέον προχειρισαμένους περὶ ἑκάστου τούτων." Διὰ δύο, φησίν, αἰτίας ἀναγκαῖος ὁ περὶ τούτων λόγος, πρῶτον μὲν διότι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ κινήσεως λόγος (ἡ γὰρ φύσις ἀρχὴ κινήσεως, ταῦτα δὲ τῇ κινήσει συνεμφαίνεται), ἔπειτα καὶ διότι τὸ προκείμενον [βιβλίον] ἡμῖν ἐστι διαλαβεῖν περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων· τοῦτο γὰρ ἐξ ἀρχῆς ἐπηγγειλάμεθα. καὶ τοῦτο εὐλόγως· ἀεὶ γὰρ τῆς τῶν ἰδίων θεωρίας προηγεῖται ἡ περὶ τῶν κοινῶν. ἀδύνατον γὰρ μαθεῖν τίς ἐστιν ὁ ἀποδεικτικὸς συλλογισμὸς τὸν μὴ πρότερον μεμαθηκότα τί ἐστιν ἁπλῶς συλλογισμός· οὕτως οὖν καὶ φύσιν ζῴων ἢ φύσιν φυτῶν ἀδύνατον μαθεῖν τὸν μὴ εἰδότα τί ποτέ ἐστιν ἁπλῶς φύσις. ἢ οὖν οὕτως ἀκουσόμεθα τὸ ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν, συμφώνως τῷ προοιμίῳ τῆς προκειμένης πραγματείας (καὶ γὰρ ἀρχόμενος ἔλεγε δεῖν ἐκ τῶν σαφεστέρων ἄρξασθαι, σαφέστερα δὲ εἶναι “τὰ συγκεχυμένα μᾶλλον”,2 ταῦτα δὲ εἶναι τὰ ὁλικώτερα· οὕτως οὖν καὶ νῦν πρότερον δεῖ εἰπεῖν τί ἐστιν ἁπλῶς κίνησις, ἔπειτα διαρθρῶσαι τίς ἐστιν ἡ κατὰ τόπον καὶ αἱ λοιπαί), ἢ οὖν οὕτως, ὅπερ εἶπον, τὸ ἡ περὶ τῶν κοινῶν θεωρία, ἤ, ὅπερ καὶ μᾶλλον, κοινὰ νῦν λέγει οὐ τὰ συγκεχυμένα καὶ πλείοσιν ἐφαρμόττοντα, ἀλλὰ τὰ πλείοσι παρακολουθοῦντα. δεῖ οὖν πρώτως, φησί, περὶ τῶν κοινῶς πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων εἰπεῖν, ἔπειτα περὶ τῶν ἰδίᾳ τισί. καὶ ὅτι τοῦτο λέγει, δῆλον ἐξ αὐτῶν τῶν ῥητῶν· εἰπὼν γὰρ ὅτι δῆλον οὖν ὡς διά τε ταῦτα, καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ καθόλου ταῦτα πᾶσι (κοινὰ δηλονότι λέγων τὰ πᾶσι παρακολουθοῦντα), τὴν δὲ αἰτίαν προστιθεὶς τοῦ νῦν περὶ αὐτῶν διαλέγεσθαι, ἐπήγαγε τὸ ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν. καὶ ἄλλως ὅτι οὐδὲ περὶ μερικοῦ χρόνου ἢ τόπου διαλέγεταί που. τὸ δὲ κοινὰ καὶ καθόλου ταῦτα πᾶσιν ἀντὶ τοῦ κοινά ἐστι ταῦτα καὶ καθόλου πᾶσι τοῖς φυσικοῖς παρακολουθεῖ· πᾶν γὰρ σῶμα συνεχές τέ ἐστι καὶ ἐν τόπῳ πάντως καὶ ἐν χρόνῳ. ἀλλὰ καὶ τὸ κενὸν κατὰ τὴν τῶν φυσικῶν ὑπόληψιν πᾶσι παρακολουθεῖ, ἐπειδὴ καὶ τὸ κενὸν οὐδὲν ἄλλο οἴονται εἶναι ἢ τόπον ἐστερημένον σώματος.

“因此显而易见,既由于这些理由,也由于这些[无限、场所、虚空、时间]对一切事物是共通的且对一切而言是普遍的,我们必须将它们各自提出来进行考察。” 他说,关于这些事物的说明由于两个原因而是必要的:首先是因为对于自然哲学家而言关于运动的说明是必要的(因为自然是运动的本原,而这些事物伴随着运动而共同显现),其次也是因为摆在我们面前的课题是分述普遍附随于一切自然事物的东西;因为我们从一开始就应许了这一点。而这是合乎情理的;因为对共通之物的考察总是先于对个别事物的考察。因为对于尚未预先学过什么是单纯的推论的人来说,不可能学得什么是证明性推论;因此同样地,对于不知道究竟什么是单纯的自然的人来说,也不可能学得动物的自然或植物的自然。那么,我们是否应当依照摆在面前的这部论著的绪论,把“因为对个别事物的考察后于对共通之物的考察”理解为这样(因为他在开篇时也曾说必须从较清楚的事物开始,而较清楚的事物是“更为混然之物”,这些是更具总体性的东西;因此现在同样,必须首先说明什么是单纯的运动,然后阐明什么是依场所的运动以及其余的运动);因此,要么如我所说将“对共通之物的考察”理解为这样,要么,这更为确切,他现在所称的“共通之物”并不是指混然的且适用于多个事物的东西,而是指附随于多个事物的东西。他说,因此必须首先论述普遍附随于一切自然事物的东西,然后再论述特别属于某些事物的东西。而他说的是这个意思,从文句本身也是显而易见的:因为在说了“因此显而易见,既由于这些理由,也由于这些对一切事物是共通的且对一切而言是普遍的”(显然把附随于一切事物的东西称为“共通之物”),并补充了现在论述它们的原因之后,他接着写道“因为对个别事物的考察后于对共通之物的考察”。而且此外还因为他在任何地方都没有论述个别的时间或场所。而“这些对一切事物是共通的且对一切而言是普遍的”是代替“这些是共通的,且普遍地附随于一切自然事物”;因为一切物体既是连续的,也完全在场所中并且在时间中。而且依照自然哲学家们的假定,虚空也附随于一切事物,因为他们认为虚空不是别的,正是剥夺了物体的场所。

§3.8

"Ἔστι δὴ τὸ μὲν ἐντελεχείᾳ μόνον, τὸ δὲ δυνάμει καὶ ἐντελεχείᾳ." Ἐντεῦθεν τὰ ἀξιώματα προλαμβάνει, καὶ πρῶτόν γε ὅτι τῶν ὄντων τὰ μὲν μόνως ἐνεργείᾳ ἐστὶ τὰ δὲ δυνάμει καὶ ἐνεργείᾳ, καὶ τοῦτο οὐ μόνον ἐπὶ τῆς οὐσίας, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν. ἀλλὰ τὸ μὲν μόνως ἐνεργείᾳ εἶναι ἐν μόνῃ τῇ οὐσίᾳ· ὡς γὰρ ἔμπροσθεν εἴπομεν, οὐδὲν ἄλλο πάντῃ τοῦ δυνάμει ἀπήλλακται πλὴν τῶν ἀύλων καὶ θείων οὐσιῶν· πᾶν γὰρ σῶμα πάντῃ τε καὶ πάντως ἕξει κατά τινα τῶν εἰρημένων ἡμῖν τρόπων τὸ δυνάμει. εἰ δέ τις ἀξιώσει τὴν οὐσίαν τῶν οὐρανίων μόνως ἐνεργείᾳ εἶναι λέγειν, διότι μὴ πέφυκεν εἰς ἄλλο τι μεταβάλλειν, οὐ μόνον ἐν τῇ οὐσίᾳ ἀποθήσεται τὰ μόνως ἐνεργείᾳ ὄντα κατά γε τοῦτον τὸν τρόπον, ἀλλὰ καὶ ἐν τῷ ποσῷ καὶ ἐν ταῖς λοιπαῖς· καὶ γὰρ ὁ ἀριθμὸς ὁ τῶν οὐρανίων καὶ αἱ συμφυεῖς αὐτῶν ποιότητες μόνως ἐνεργείᾳ εἰσίν, οὐδεμίαν κατ’ αὐτὸ τοῦτο μεταβολὴν ἐπιδεχόμενα.3

“诚然,有的事物仅在现实中,有的事物则在潜能与现实中。” 从这里开始他预先提出诸公理,首先便是:在存在者中,有的仅在现实活动中,有的则在潜能与现实活动中,并且这不仅发生在实体上,也发生在其他范畴上。然而仅在现实活动中存在,只存在于实体之中;因为如我们先前所说,除了非质料的、神圣的实体之外,没有任何其他事物全然摆脱了潜能;因为一切物体依照我们所说的某种方式,全然且必然地具有潜能。但如果有人坚持认为天体的实体仅在现实活动中,因为其本性并不变化为其他任何事物,那么至少依这种方式,他不仅会将仅在现实活动中存在之物归入实体之中,而且也会归入数量以及其余各范畴之中;因为天体的数量及其固有的质也仅在现实活动中,在这一点本身上不容纳任何变化。

§3.9

"Τοῦ δὲ πρός τι τὸ μὲν καθ’ ὑπεροχὴν λέγεται καὶ ἔλλειψιν. Τὸ δεύτερον ἀξίωμα. "

“而在关系者中,有的依照超越与不足而言。第二条公理。”

§3.10

" Τὸ γὰρ κινητικὸν κινητικὸν τοῦ κινητοῦ." Ἐπειδὴ εἶπε τοῦ πρός τι εἶναι τὸ κινητικὸν καὶ τὸ κινητόν, τοῦτο αὐτὸ κατασκευάσαι διὰ τούτων ἠθέλησε· τὸ γὰρ κινητικόν, φησί, τοῦ κινητοῦ ἐστι κινητικόν, καὶ ἔμπαλιν τὸ κινητὸν κινητόν ἐστιν ὑπὸ τοῦ κινητικοῦ. ὥστε πρός τι ταῦτα.

“因为动者是可动者的动者。” 既然他说动者与可动者属于关系者,他便想通过这些话来确立这一点本身;因为他说,动者是可动者的动者,反过来,可动者是由动者所动的可动者。所以这些是关系者。

语法注3 条
  1. 3.7τὸ πάντων εἶναι κοινὰ καὶ καθόλου ταῦτα πᾶσι

    引自亚里士多德原文(200b21-22)的宾格加不定式结构。注疏者在下文中将其意译为“τὸ δὲ κοινὰ καὶ καθόλου ταῦτα πᾶσιν ἀντὶ τοῦ κοινά ἐστι ταῦτα καὶ καθόλου πᾶσι τοῖς φυσικοῖς παρακολουθεῖ”,将重叠出现的属格 πάντων 与与格 πᾶσι 解释为普遍地(καθόλου)附随于(παρακολουθεῖ)一切自然事物。

  2. 3.7ἢ οὖν οὕτως ἀκουσόμεθα τὸ ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν ... ἤ, ὅπερ καὶ μᾶλλον

    通过 ἢ οὖν οὕτως... ἤ, ὅπερ καὶ μᾶλλον(“我们是否应当理解为这样……或者,更为确切的是……”)的选择性相关结构,提出了对亚里士多德语句(200b24-25)的两种解释:第一种将其视为《物理学》第一卷开篇所说的从混然的普遍整体走向特殊事物的顺序;第二种(注疏者所赞同的)则认为“共通之物”并非属类概念,而是伴随所有自然物体的外在附随属性。

  3. 3.8οὐδεμίαν κατ’ αὐτὸ τοῦτο μεταβολὴν ἐπιδεχόμενα

    中性复数现在分词 ἐπιδεχόμενα 的逻辑主语是前文由阳性名词 ὁ ἀριθμός 与阴性名词 αἱ... ποιότητες 构成的复合主语。由于并列主语具有不同的性(阳性与阴性),分词在语法一致上采用了概括性的中性复数。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:346.10-348.5