- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:344.11-346.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德在《物理学》第3卷第1章中继运动定义之后进而探讨无限、场所、虚空和时间的原因,并逐句注解了运动的连续性、无限在连续性中的首要显现,以及场所、时间和虚空与运动的关系。
" Τὸν αὐτὸν ἐπελθεῖν τρόπον περὶ τῶν ἐφεξῆς." Τῶν ἐφεξῆς, ἀπείρου τόπου χρόνου κενοῦ. ἐφεξῆς δὲ εἶπεν, ἤτοι ὅσα ἐφεξῆς ὄντα τῷ τῆς κινήσεως ἐμφαίνεται λόγῳ (ἐπεὶ γὰρ περὶ κινήσεως ὁ λόγος, ἕπεται δὲ τῷ τῆς κινήσεως λόγῳ τὸ ἄπειρον ὁ τόπος ὁ χρόνος τὸ κενόν, δεῖ καὶ περὶ τούτων εἰπεῖν), ἢ περὶ τῶν ἐφεξῆς τῇ κινήσει κοινῶς ἑπομένων πᾶσι τοῖς φυσικοῖς πράγμασι. τὸν αὐτὸν δὲ τρόπον ἀντὶ τοῦ τῇ αὐτῇ μεθόδῳ ζητοῦντες τί ἐστιν ἕκαστον, καὶ εἴτε ἔστιν ὅλως εἴτε καὶ μή, καὶ πῶς ἔστιν ἢ οὐκ ἔστι.
“以同样的方式探讨接下来的诸事。” “接下来的诸事”,即无限、场所、时间、虚空。他说“接下来的”,要么是指那些紧随运动的说明而显现出来的诸事(因为既然论述是关于运动的,而无限、场所、时间、虚空随从于运动的说明,所以也必须论述这些),要么是指继运动之后普遍附随于一切自然事物的诸事。而“以同样的方式”是代替“以同样的方法探究它们各自是什么,根本存在还是不存在,以及如何存在或不存在”。
"Δοκεῖ δὲ ἡ κίνησις εἶναι τῶν συνεχῶν." Τὸ δοκεῖ, ἤτοι τοῖς πολλοῖς δοκεῖ, ἢ δοκεῖ καθόλου πᾶσι καὶ αὐτῷ, ἀντὶ τοῦ φαίνεται. δόξει γάρ τῳ μὴ ἀνάγειν ὁ Ἀριστοτέλης ὑπὸ τὸ συνεχὲς τὴν κίνησιν,1 διότι μηδὲ ὑπὸ τὴν τοῦ ποσοῦ κατηγορίαν, μηδὲ ὅλως ὑπό τινα τῶν κατηγοριῶν· ὥστε εἰ δύο μὲν εἴδη τοῦ ποσοῦ τὸ συνεχὲς καὶ τὸ διωρισμένον, μὴ ἀνάγεται δὲ ὑπὸ τὸ ποσὸν ἡ κίνησις, πολλῷ γε δήπου οὐδὲ ὑπὸ τὸ συνεχές· ἐλέγοντο γὰρ αἱ κατηγορίαι τῶν τελείων εἰδῶν καὶ εἰδοπεποιημένων πραγμάτων, ἡ δὲ κίνησις ἀτελής ἐστιν ἐνέργεια. ὥστε ὅσον ἐκ τῶν ἐν Κατηγορίαις εἰρημένων, τὸ δοκεῖ δὲ ἡ κίνησις εἶναι τῶν συνεχῶν ὡς πρὸς τοὺς πολλοὺς ἐκληπτέον, ἀλλ’ ἐπεὶ ἐνταῦθα πολύς ἐστιν ὁ Ἀριστοτέλης κατασκευάζων ὅτι ἡ κίνησις συνεχής ἐστι, δῆλον ὅτι τὸ δοκεῖ δὲ ἡ κίνησις ἀντὶ τοῦ φαίνεται καὶ ἀρέσκει ἐκληψόμεθα· ἐν γὰρ ταῖς Κατηγορίαις, εἰ καὶ μὴ ἀνήγαγεν ὑπὸ τὰ εἴδη τοῦ συνεχοῦς τὴν κίνησιν, οὐ παρὰ τὸ μὴ εἶναι συνεχῆ, ἀλλ’, ὡς εἶπον, διὰ τὸ ἀτελῆ εἶναι αὐτὴν ἐνέργειαν, ἐκεῖ δὲ περὶ τῶν τελείων εἰδῶν εἶναι τὸν λόγον.
“运动似乎属于连续之物。” “似乎”要么是指在大众看来,要么是指普遍在所有人以及他自己看来,代替“显而易见”。因为有人会认为亚里士多德并不把运动归入连续之物之下,因为他甚至不把它归入数量范畴之下,也根本不归入任何范畴之下。因此,如果连续与分离是数量的两个种,而运动并不归入数量之下,那么它显然更不归入连续之物之下;因为范畴是关于完全的形式以及已被赋予形式的事物而言的,而运动则是不完全的现实活动。因此,仅从《范畴篇》中所言来看,“运动似乎属于连续之物”应当被理解为针对大众而言;但既然亚里士多德在此处花了大量篇幅确立运动是连续的,显然我们将把“运动似乎”理解为代替“显而易见并被赞同”。因为在《范畴篇》中,即便他没有将运动归入连续之物的诸种之下,这并不是因为运动不是连续的,而是如我所说,因为它是某种不完全的现实活动,而那里的论述是关于完全的形式的。
"Τὸ δὲ ἄπειρον ἐμφαίνεται πρῶτον ἐν τῇ συνεχείᾳ." Τὸ πρῶτον, ἤτοι ἀντὶ τοῦ καθ’ αὑτὸ εἶπε, κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ καθ’ αὑτό (τοῦτο δὲ ἦν ὅπερ ἐν τῷ τοῦ ὑποκειμένου λόγῳ παραλαμβάνεται, ὥσπερ καὶ τὸ ἄπειρον· παραλαμβάνεται γὰρ ἐν τῷ ὁρισμῷ τοῦ συνεχοῦς, ὅπερ ἐστὶν αὐτῷ ὑποκείμενον· λέγομεν γὰρ συνεχὲς εἶναι τὸ ἐπ’ ἄπειρον διαιρετόν), ἢ τὸ πρῶτον ἀντὶ τοῦ προηγουμένως καὶ κατὰ πρῶτον λόγον· ἔστι μὲν γὰρ καὶ ἐν τῷ διωρισμένῳ τὸ ἄπειρον, οἷον ἐν τῷ ἀριθμῷ (αὔξεται γὰρ ἐπ’ ἄπειρον ὁ ἀριθμός), ἀλλὰ πρώτως μὲν ἐν τῷ συνεχεῖ, διὰ τὸ συνεχὲς δὲ καὶ ἐν τῷ διωρισμένῳ. τῷ γὰρ ἐπ’ ἄπειρον δύνασθαι τὸ συνεχὲς διαιρεῖσθαι, ταύτῃ καὶ ὁ ἀριθμὸς ἐπ’ ἄπειρον αὔξεται· ἡ γὰρ τοῦ συνεχοῦς ἐπ’ ἄπειρον διαίρεσις γεννᾷ τοῦ ἀριθμοῦ τὴν ἐπ’ ἄπειρον αὔξησιν. ὥστε πρώτως ἐν τῷ συνεχεῖ τὸ ἄπειρον, διὰ τὸ συνεχὲς δὲ καὶ ἐν τῷ διωρισμένῳ.
“无限首先显现于连续性之中。” 他说“首先”,要么是依照“自身”的第一种含义代替“自身”(而这就是被纳入底层基质的说明中的东西,正如无限一样;因为它被纳入连续之物的定义中,而连续之物正是它的底层基质;因为我们说连续之物就是可无限分割之物),要么“首先”是代替“本原性地”和“依首要说明”。因为无限也存在于分离之物中,例如在数中(因为数无限增加),但首先存在于连续之物中,并且由于连续之物而存在于分离之物中。因为正是由于连续之物能够无限分割,在这一点上数也无限增加;连续之物的无限分割产生了数的无限增加。因此,无限首先存在于连续之物中,并且由于连续之物而存在于分离之物中。
"Διὸ καὶ τοῖς ὁριζομένοις τὸ συνεχὲς ἀνάγκη προσχρήσασθαι πολλάκις τῷ λόγῳ τοῦ ἀπείρου." Καλῶς εἶπε πολλάκις· οὐ γὰρ ἀεὶ τὸ συνεχὲς ὁριζόμενοι τὸ ἄπειρον ἐν τῷ ὁρισμῷ τοῦ συνεχοῦς παραλαμβάνομεν. πλείονας γὰρ ἀποδοῦναι τοῦ αὐτοῦ δυνατὸν ὁρισμούς· αὐτὸς γοῦν ἐν Κατηγορίαις ὁρίζεται τὸ συνεχὲς λέγων ὅτι ‘συνεχές ἐστιν οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει’, καὶ οὐ προσχρῆται ἐν τῷ ὁρισμῷ τούτῳ τῷ ἀπείρῳ.
“因此对于定义连续之物的人来说,也往往必须额外运用无限的说明。” 他恰当地说了“往往”;因为在定义连续之物时,我们并非总是把无限纳入连续之物的定义中。因为对同一事物给出多种定义是可能的;无论如何,他自己在《范畴篇》中定义连续之物时就说“连续之物是其各部分在一个共同界限处相互连接之物”,而在这一定义中他并没有额外运用无限。
"Πρὸς δὲ τούτοις ἄνευ τόπου καὶ κενοῦ καὶ χρόνου κίνησιν ἀδύνατον εἶναι." Ἄνευ μὲν τόπου καὶ χρόνου μὴ εἶναι κίνησιν καὶ αὐτῷ δοκεῖ καὶ τῇ ἀληθείᾳ· εἰ γὰρ ἡ κίνησις κινουμένου ἐστὶ κίνησις, κινεῖται δὲ μόνως τὸ σῶμα, πᾶν δὲ σῶμα ἐν τόπῳ, ἄνευ τόπου ἄρα κίνησις οὐκ ἂν εἴη. καὶ ὅτι μὲν ἡ κατὰ τόπον κίνησις ἄνευ τόπου οὐκ ἂν εἴη, αὐτόθεν δῆλον (αὐτὸ γὰρ τοῦτο κατὰ τόπον κίνησις λέγεται), δείκνυσι δὲ ἐφεξῆς ὅτι οὐδεμίαν ἄλλην κίνησιν δυνατὸν γενέσθαι ἄνευ τῆς κατὰ τόπον, διότι πρωτίστην εἶναι πασῶν τὴν κατὰ τόπον κίνησιν δείκνυσιν. ἀλλ’ οὐδὲ ἄνευ χρόνου κίνησις ἂν γένοιτο, ὡς ἐν τοῖς τελευταίοις βιβλίοις δείκνυται· πᾶσα γὰρ ἔχει τὸ πόθεν ποῖ. οὐχ ὡς αὐτῷ δὲ δοκοῦν τὸ μηδὲ ἄνευ κενοῦ κίνησιν εἶναι οὕτως εἶπεν, ἀλλ’ ὡς δοκοῦν τοῖς φυσικοῖς.2
“除这些之外,没有场所、虚空和时间,运动是不可能存在的。” 没有场所和时间运动就不存在,这既是他自己所认为的,在真理上也是如此。因为如果运动是被推动者的运动,而唯有物体被推动,一切物体又都在场所中,那么没有场所运动就不会存在。依场所的运动没有场所就不会存在,这一点是不言而喻的(因为它正是这样被称为“依场所的运动”),但他接下来表明,没有依场所的运动,任何其他运动都不可能产生,因为他表明依场所的运动是所有运动中最为首要的。但没有时间运动也不会产生,正如在最后的卷册中所表明的那样;因为一切运动都具有“从何处到何处”。但他并非把“甚至没有虚空运动也不存在”作为他自己所赞同的而这样说,而是作为自然哲学家们所认为的。
- 3.3δόξει γάρ τῳ μὴ ἀνάγειν ὁ Ἀριστοτέλης ὑπὸ τὸ συνεχὲς τὴν κίνησιν
人称动词 δόξει 搭配与格 τῳ(“在某人看来似乎……”),以主格 ὁ Ἀριστοτέλης 为主语并接补充不定式 μὴ ἀνάγειν。在语境中,它作为提出潜在异议或疑问的引入句。
- 3.6οὐχ ὡς αὐτῷ δὲ δοκοῦν τὸ μηδὲ ἄνευ κενοῦ κίνησιν εἶναι οὕτως εἶπεν, ἀλλ’ ὡς δοκοῦν τοῖς φυσικοῖς
在 οὐχ ὡς... ἀλλ' ὡς 引导下的 δοκοῦν 是无人称动词 δοκεῖ 的中性单数分词构成的宾格绝对结构,并以带冠词的不定式从句 τὸ μηδὲ ἄνευ κενοῦ κίνησιν εἶναι(“甚至没有虚空运动便不存在”)作为其逻辑主语,构成对比:“并非作为他自己所认为的,而是作为自然哲学家们所认为的”。
