- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:342.20-344.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯通过青铜像和建造房屋的例子阐明了运动作为“潜能之物的完全现实”这一定义,解释了预设的三条公理如何有助于确立运动的所在、范畴及其缺乏共同属的核心歧义性(朝向一者的同名异义),并开始注释文末引出的原文章句。
οἷον ἐπὶ τοῦ χαλκοῦ τοῦ δυνάμει ἀνδριάντος· ἐντελέχεια γὰρ αὐτοῦ ἔστι καὶ ὅταν γίνηται ἀνδριὰς ὑπὸ τοῦ ἀνδριαντοποιοῦ τοιῶσδε σχηματιζόμενος, καὶ ὅταν ἤδη γεγενημένος εἴη ἀνδριὰς καὶ ἀπειληφὼς τὸ τέλειον τοῦ ἀνδριάντος εἶδος. ἀλλ’ αὕτη μὲν ἡ ἐντελέχεια οὐκέτι σῳζομένης ἐστὶ τῆς δυνάμεως,1 καθ’ ἣν ἠδύνατο γενέσθαι ἀνδριάς· ἤδη γάρ ἐστιν ἀνδριὰς καὶ οὐκέτι ἔχει τὸ δυνάμει, διὸ καὶ τελειότης αὕτη οὐ τῆς δυνάμεως (πῶς γὰρ ἣν φθείρει;), ἀλλὰ τοῦ πράγματος ἐν ᾧ ἡ δύναμις ἦν· ἡ δὲ πρότερον ῥηθεῖσα ἐντελέχεια, καθ’ ἣν ἐγίνετο ἀνδριάς, ἔτι τὸ δυνάμει διαφυλάττει. τὴν οὖν τοιαύτην ἐντελέχειαν κίνησιν λέγει καὶ τελειότητα τῆς δυνάμεως· πᾶσα γὰρ τελειότης σῴζει τοῦτο ὃ τελειοῖ· ἕως μὲν γὰρ ἡ δύναμις σῴζεται, καὶ ἡ κίνησις ἡ τελειωτικὴ τῆς δυνάμεως,2 παυσαμένης δὲ τῆς δυνάμεως παύεται καὶ ἡ κίνησις, παύεται δὲ ἡ δύναμις ἡνίκα ἂν τὸ εἶδος ἐπιγένηται καὶ ἡ μορφή. τοῦτο οὖν ἐστιν ἡ κίνησις, ἡ τοῦ δυνάμει ὄντος τελειότης καθὸ δυνάμει ἐστίν. ὅτι δὲ τοῦτό ἐστιν ἡ κίνησις, δείκνυσι καὶ διά τινος παραδείγματος. τὸ γὰρ οἰκοδομητόν, φησίν, ὅταν ἐνεργείᾳ ᾖ τοιοῦτον, λέγω δὴ ὅταν οἰκοδομῆται, τότε κινεῖται (ἄγεται γὰρ ἐπὶ τὸ τῆς οἰκίας εἶδος, καὶ ἔστι τὸ τοιοῦτον οἰκοδόμησις), τὸ δὲ οἰκοδομούμενον ἔτι ἔχει τὸ δυνάμει (ἔστι γὰρ ἔτι οἰκοδομητόν), ὡς ὅταν γε οἰκοδομηθῇ παντελῶς οὔτε τὸ δυνάμει σῴζει λοιπὸν οὔτε κινεῖται· εἰ τοίνυν ἡ οἰκοδόμησις κίνησις, ἡ δὲ οἰκοδόμησις ἔτι ἐν δυνάμει ἐστί, καλῶς ἄρα εἴρηται ὅτι ἡ τοῦ δυνάμει ὄντος ἐντελέχεια καθὸ δυνάμει ἐστὶ κίνησίς ἐστιν, ὅτι ἡ πρώτη ἐντελέχεια κίνησις καὶ τελειότης ἐστὶ τῆς δυνάμεως. συνεβάλλετο δὲ αὐτῷ εἰς τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ τῆς κινήσεως τὸ πρῶτον λῆμμα, τὸ λέγον ὅτι τῶν ὄντων τὰ μὲν μόνως ἐνεργείᾳ ἐστὶ τὰ δὲ δυνάμει καὶ ἐνεργείᾳ· ἐντεῦθεν γὰρ εὑρίσκει ὅτι ἡ κίνησις ἔστιν ἐν τοῖς δυνάμει οὖσι, καὶ οὐκ ἐν τοῖς ἐνεργείᾳ. τὸ δὲ δεύτερον ἀξίωμα, τὸ λέγον ὅτι τῶν πρός τι τὰ μὲν καθ’ ὑπεροχήν ἐστι καὶ ἔλλειψιν τὰ δὲ κατὰ τὸ κινοῦν καὶ τὸ κινούμενον, συμβάλλεται αὐτῷ εἰς τὸ ἐλέγξαι ὅτι οὐκ ἔστιν ἐν τοῖς καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν ἡ κίνησις, ὡς ἐδόκει τισίν, ἀλλὰ κατὰ τὸ κινοῦν καὶ τὸ κινούμενον, τὴν μὲν ἀρχὴν ἔχουσα ἐκ τοῦ κινοῦντος τὸ δὲ εἶναι ἐν τῷ κινουμένῳ· δείξει γὰρ αὐτὸ τοῦτο ἐν τοῖς ἑξῆς, ὅτι οὐκ ἔστιν ἐν τῷ κινοῦντι ἡ κίνησις, ἀλλ’ ἐν τῷ κινουμένῳ. τὸ δὲ τρίτον ἀξίωμα, τὸ λέγον ὅτι οὐκ ἔστι κίνησις παρὰ τὰ πράγματα, ἀλλὰ πᾶσα κίνησις ἢ ἐν οὐσίᾳ ἔστιν ἢ ἐν ποσῷ ἢ ἐν ποιῷ ἢ ἐν τῷ ποῦ, συμβάλλεται αὐτῷ εἰς τὸ δεῖξαι πόσα ἐστὶν εἴδη κινήσεως, καὶ ἔτι μᾶλλον εἰς τὸ δεῖξαι ὅτι οὐκ ἔστι τι κοινὸν γένος3 κινήσεως, ἀλλ’ εἰσὶν ὁμώνυμοι αἱ κινήσεις κατὰ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· δείξει γὰρ ὅτι πρώτη μέν ἐστιν ἡ κατὰ τόπον κίνησις ὕστεραι δὲ αἱ λοιπαί, καὶ ὅτι ἀναιρουμένη μὲν συναναιρεῖ τὰς λοιπάς, ἀναιρουμένων δὲ ἐκείνων αὕτη οὐ συναναιρεῖται, ὥστε πρώτη τῇ φύσει· ἐν οἷς γὰρ τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων καὶ τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος. ὥστε οὐδὲ κυρίως ὁρισμὸν ἀποδώσει τῆς κινήσεως, ἀλλ’ ὑπογραφικὸν λόγον ἁρμόζοντα ἐξ ἀναλογίας πάσῃ κινήσει, ὥσπερ καὶ ἐπὶ ψυχῆς ἐποίησε· καίτοι δείξας ὅτι οὐκ ἔστιν ἓν κοινὸν γένος ψυχῶν τῷ καὶ ἐν αὐταῖς εἶναι τὸ πρότερον καὶ τὸ ὕστερον, ὅμως φησὶν ἀποδῶμεν κοινόν τινα λόγον ψυχῆς “εἰ δή τι κοινόν ἔστιν ἐπὶ ψυχῆς λέγειν”. οὕτως οὖν καὶ ἐπὶ κινήσεως ἐποίησε. τὸ δὲ λοιπὸν συμβάλλεται εἰς τὸ δεῖξαι ὅτι ἡ κίνησις καθ’ ἕκαστον τῶν κινουμένων διπλῆ τίς ἐστιν. Ἐπεὶ δ’ ἡ φύσις μέν ἐστιν ἀρχὴ κινήσεως καὶ μεταβολῆς. ἀρχὴ μὲν κινήσεως καὶ ἠρεμίας ἡ φύσις, νῦν δὲ ἐπειδὴ μόνης κινήσεως αὐτῷ χρεία, ταύτης ἐμνήσθη.
例如在潜能中是雕像的青铜:因为青铜的完全现实既存在于它正被雕像制造者塑造成这种形状而成为雕像之时,也存在于它已经成为雕像并获得了雕像的完全形式之时。但这后一种完全现实存在于据以能够成为雕像的潜能不再被保持之时;因为此时它已是雕像,不再具有潜能,正因如此,这种完全性不属于潜能(因为它怎么会属于被它毁灭之物呢?),而是属于潜能曾经存在于其中的事物。另一方面,前面提到的完全现实——即据以正在成为雕像的完全现实——则仍然保持着潜能。因此,他把这样一种完全现实称为运动以及潜能的完全性;因为一切完全性都保持它所使其完全的那个事物。因为只要潜能被保持,使潜能得以完全的运动也就[被保持],而当潜能止息时运动也止息,潜能则在形式与形状出现时止息。因此,这就是运动:潜能之物作为在潜能中存在者的完全性。而这就是运动这一点,他也通过一个例子加以证明。因为他说,可建造之物当它在现实中是如此时(我指的是当它正在被建造时),那时它就在运动(因为它正被引向房屋的形式,而这样一种过程就是建造),而正在被建造之物仍然具有潜能(因为它仍是可建造的),既然当它被完全建造好时,它既不再保持潜能,也不再运动。如果说建造是运动,而建造仍然在潜能中,那么说“潜能之物作为在潜能中存在者的完全现实是运动”就是正确的,因为第一种完全现实正是运动以及潜能的完全性。而第一条前提(即主张存在物中某些仅在现实中,某些则在潜能中也在现实中)有助于运动定义的给出;因为由此他发现,运动存在于潜能中的事物之中,而不在现实中的事物之中。第二条公理(即主张关系者中某些依过度与不足而言,某些则依推动者与被推动者而言)有助于论证运动不是如某些人所认为的那样存在于过度与不足之中,而是依推动者与被推动者而言,以推动者为始原,其存在则在被推动者之中;因为他将在接下来的部分中恰恰表明这一点,即运动不在推动者之中,而在被推动者之中。第三条公理(即主张脱离事物不存在运动,而一切运动要么在实体中,要么在数量中,要么在性质中,要么在“何处”中)有助于表明运动有多少种,更有助于表明不存在运动的共同属,而是各种运动依照从一出发且朝向一的关系而属于同名异义。因为他将表明,依场所的运动是第一位的,而其余运动是后继的,并且若场所运动被取消,它就一同取消其余运动,但若其余运动被取消,它并不一同被取消,因此它在本性上是第一位的;因为在具有先后次序的事物中,共同谓述它们的东西并不是属。因此,他也并不给出严格意义上的运动定义,而是给出依类比适合于一切运动的概括性说明,正如他在论灵魂时所做的那样。尽管他通过灵魂之中也有先后次序而表明灵魂并不存在单一的共同属,他仍然说“让我们给出灵魂的一个共同说明,如果关于灵魂确实能说出某种共同之物的话”。因此,在运动的问题上他也是如此处理的。而其余部分则有助于表明,在各个被推动之物中运动都是双重的。 “自然既然是运动与变化的原理”。 自然固然是运动与静止的原理,但现在既然他仅仅需要运动,他就提到了运动。
- 3.1οὐκέτι σῳζομένης ἐστὶ τῆς δυνάμεως
短语 οὐκέτι σῳζομένης τῆς δυνάμεως 作表示情况的属格独立结构(“当潜能不再被保持时”),ἐστί 表存在。正如后文紧接着的对比 οὐ τῆς δυνάμεως... ἀλλὰ τοῦ πράγματος(不属于潜能,而是属于事物)所示,已经完成的雕像的完全现实并不属于潜能。
- 3.1ἕως μὲν γὰρ ἡ δύναμις σῴζεται, καὶ ἡ κίνησις ἡ τελειωτικὴ τῆς δυνάμεως
在时间从句 ἕως... σῴζεται(只要潜能被保持)之后的主句开头的 καί 具有引出归结句的用法(apodotic καί),意为“那么……也”。主句的谓语动词(σῴζεται 或 ἔστι)被省略,可从前面的从句及后文紧随的并列分句 παυσαμένης δὲ τῆς δυνάμεως παύεται καὶ ἡ κίνησις 中自然补出。
- 3.1ἐν οἷς γὰρ τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων καὶ τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος
关系从句 ἐν οἷς...(在……具有先后次序的事物中)的先行词在主句中由属格指示代词 τούτων 复指。τούτων 作为限制性属格修饰主句主语 τὸ κοινῶς κατηγορούμενον(共同被述谓者),表达了亚里士多德哲学中“具有先后次序的事物序列不能构成共同的属”这一基本原则。
