- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:341.3-342.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯补足了前文关于天体在其自身实体中是否具有潜能的讨论,梳理了作为运动定义前提的三条公理(存在方式、关系概念的划分、运动不脱离范畴而独立存在),并解释了亚里士多德关于运动的定义“潜能之物作为如此者时的完全现实”及其限定语的意涵。
εἰ γὰρ ἐξ ὕλης ἐστὶ καὶ εἴδους, ἡ δὲ ὕλη ἐστὶν ἡ τὸ δυνάμει ἔχουσα, δῆλον ὅτι οὐδὲ κατὰ τὴν οὐσίαν ἀπήλλακται πάντῃ τὰ οὐράνια τοῦ δυνάμει· εἰ γὰρ καὶ μὴ δυνάμει ἔχει ἡ ὕλη αὐτῶν τὸ εἶδος, ἀλλ’ οὖν ἐπειδὴ ὅλως ἡ ὕλη κατὰ τὸν αὑτῆς λόγον δυνάμει ἐστί, διὰ τοῦτο οὐ παντάπασίν ἐστι τοῦ δυνάμει ἀπηλλαγμένα ὥσπερ τὰ ἄυλα, ἃ οὐδαμῇ οὐδαμῶς ἔχει τὸ δυνάμει. διὰ τοῦτο γοῦν καὶ ὁ Πλάτων ἐκεῖνα μὲν ὄντως ὄντα καλεῖ, τὰ δὲ αἰσθητὰ πάντα οὐκ ὄντα, ἀλλ’ ἀεὶ γινόμενα. Πρῶτον μὲν οὖν τοῦτο προλαμβάνει, ὅτι τῶν ὄντων τὰ μέν ἐστι μόνως ἐνεργείᾳ τὰ δὲ δυνάμει καὶ ἐνεργείᾳ, δεύτερον δὲ ὅτι τῶν πρός τι τὰ μέν ἐστι καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν τὰ δὲ κατὰ τὸ κινοῦν καὶ κινούμενον. οἷον καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν τὸ μεῖζον καὶ τὸ μικρότερον· τὸ γὰρ μεῖζον μικροτέρου ἐστὶ μεῖζον, ὧν τὸ μὲν μεῖζον ὑπεροχή, θάτερον δὲ ἔλλειψις. καὶ τὸ κινοῦν δὲ κινούμενον κινεῖ, καὶ τὸ κινούμενον ὑπὸ κινοῦντος κινεῖται. τὰ λοιπὰ δὲ εἴδη τοῦ πρός τι οὐ τίθησιν, οἷον τὸ κατ’ ἰσότητα τὸ καθ’ ὁμοιότητα τὸ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, ἐπειδὴ τούτων μόνον δεῖται, τοῦ μὲν κατὰ τὴν ὑπεροχὴν καὶ ἔλλειψιν, ὅτι τινὲς ἐδόξασαν ἐν τούτοις εἶναι τὴν κίνησιν, ἵνα ἐλέγξῃ ὅτι οὐ δυνατὸν ἐν τούτοις εἶναι κίνησιν, τὸ δὲ κατὰ τὸ κινοῦν καὶ κινούμενον, ἵνα δείξῃ ὅτι ἡ κίνησις ἐν τούτοις μόνον. Τρίτον λῆμμα ὅτι οὐκ ἔστι τις κίνησις αὐτὴ καθ’ αὑτὴν χωρὶς τῶν κινουμένων, τὰ δὲ κινούμενα ἢ οὐσίαι εἰσὶν ἢ ποσὰ ἢ ἄλλο τι τῶν κατὰ τὰς ἄλλας κατηγορίας, καὶ οὐκ ἔστιν αὐτό τι καθ’ αὑτὸ κινούμενον, ὃ μήτε οὐσία ἐστὶ μήτε ποσὸν μήτε τῶν ἄλλων κατηγορημάτων μηδέν. καὶ διὰ τοῦτο οὐδὲ κίνησίς ἐστιν ἑτέρα παρὰ ταῦτα, ἀλλὰ πᾶσα κίνησις ἢ κατ’ οὐσίαν ἐστὶν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον, διότι καθ’ ἕκαστον τούτων κινουμένων,1 οἷον κατ’ οὐσίαν κατὰ ποσὸν καὶ τὰ λοιπά, διττή τις θεωρεῖται οὖσα ἡ κίνησις, ἡ μὲν ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον ἡ δὲ ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον· οἷον ἐπὶ τῆς οὐσίας ἢ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἢ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, ἐπὶ δὲ τοῦ ποσοῦ ἢ ἀπὸ τοῦ τελείου ἐπὶ τὸ ἀτελὲς καὶ ἁπλῶς ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον ἢ ἔμπαλιν, ἐπὶ δὲ τοῦ ποιοῦ ἢ ἀπὸ τοῦ λευκοῦ ἐπὶ τὸ μέλαν ἢ ἀπὸ τοῦ μέλανος ἐπὶ τὸ λευκόν, καὶ ἐπὶ τῶν ἄλλων ἐναντίων ὡσαύτως, ἐπὶ δὲ τοῦ τόπου ἢ ἀπὸ τοῦ κάτω ἐπὶ τὸ ἄνω ἢ ἔμπαλιν. ἔστι δ’ ἐν τοῖς ἐναντίοις ἅπασι τὸ μὲν κρεῖττον τὸ δὲ χεῖρον· τοῦ γὰρ μὴ ὄντος τὸ ὂν κρεῖττον καὶ τοῦ ἀτελοῦς τὸ τέλειον καὶ τοῦ μέλανος τὸ λευκὸν καὶ τοῦ κάτω τὸ ἄνω, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως κατὰ τὴν αὐτὴν ἀναλογίαν. συμβάλλεται δ’ αὐτῷ ταῦτα οὐ μόνον εἰς τὸ ἀποδοῦναι τὸν ὁρισμὸν τῆς κινήσεως, ἀλλὰ καὶ πρὸς τὸ δεῖξαι τίνα τῶν κινούντων καὶ ἀντικινεῖται, καὶ τίνα κινεῖ μὴ κινούμενα· διαλέξεται γὰρ καὶ περὶ τούτων ἐφεξῆς. Ταῦτα οὖν προλαβών, ἐφεξῆς ἀποδίδωσι τί ἐστι κίνησις, ὁριζόμενος αὐτὸς οὕτως ‘κίνησίς ἐστιν ἡ τοῦ δυνάμει ἐντελέχεια, ᾗ τοιοῦτόν ἐστιν’. τὸ μὲν οὖν τῆς ἐντελεχείας ὄνομα σημαίνει παρὰ τῷ Ἀριστοτέλει τὴν ἐνέργειαν καὶ τὴν τελειότητα· σύγκειται γὰρ παρὰ τὸ ‘ἕν’ καὶ τὸ ‘τέλειον’ καὶ τὸ ‘ἔχειν’· ὅταν οὖν ἕκαστον ἔχῃ τὴν ἑαυτοῦ τελειότητα, ἐντελεχείᾳ λέγεται εἶναι. προσέθηκε δὲ τὸ ᾗ τοιοῦτόν ἐστιν ἀντὶ τοῦ ᾗ δυνάμει τόδε τί ἐστιν, ἵνα ἡ ἐντελέχεια γίνηται μενούσης ἔτι καὶ σῳζομένης τῆς δυνάμεως, ἧσπερ ἦν ἡ ἐντελέχεια·2 διττὴ γὰρ ἐφ’ ἑκάστου ἡ ἐντελέχεια, ἡ μὲν ἤδη τετελειωμένου τοῦ πράγματος καὶ ἅπαν τὸ δυνάμει ἀποβαλόντος, ἡ δὲ κινηθέντος ἐκ τῆς δυνάμεως καὶ κατὰ ταύτην ἀλλοιουμένου τε καὶ ἐπὶ τὸ εἶδος ἀγομένου.
因为如果天体由质料与形式构成,而质料是具有潜能的东西,那么很明显,天体就其实体而言也并非完全脱离潜能。因为即使它们的质料不是在潜能中具有形式,但既然质料按其自身定义普遍地处于潜能中,因此它们就不像非质料之物那样完全脱离潜能,而非质料之物绝不以任何方式具有潜能。至少正因如此,柏拉图也将后者称为“真正存在者”,而将一切可感物称为“非存在者,而是始终在生成之物”。因此,他预先设立的第一条公理是:在存在物中,某些仅在现实中,某些则在潜能中也在现实中;第二条公理是:在关系者中,某些是依过度与不足而言的,某些则是依推动者与被推动者而言的。例如,依过度与不足而言的是较大者与较小者;因为较大者是比较小者大,其中较大者是过度,而另一者是不足。推动者推动被推动者,被推动者则为推动者所推动。但他没有列出其余种类的关系,例如依均等而言的、依相似而言的、依原因与结果而言的,因为他仅仅需要这两者:需要依过度与不足而言的,以便反驳运动可能存在于其中(因为某些人曾认为运动存在于这些之中);需要依推动者与被推动者而言的,以便表明运动仅存在于这些之中。第三条前提是:没有任何运动自身脱离被推动之物而独立存在,而被推动之物要么是实体,要么是数量,要么是属于其他范畴的某种东西,并没有任何既非实体、非数量、也非任何其他谓词的、自身独立的被推动物。正因如此,除这些之外也没有别的运动,而一切运动要么就实体而言,要么就数量而言,要么就性质而言,要么就场所而言,因为当事物在这些各项中被推动时(例如就实体而言、就数量而言等等),运动都被视为是双重的:一种是从较劣者到较优者,另一种是从较优者到较劣者。例如就实体而言,要么从非存在到存在,要么从存在到非存在;就数量而言,要么从完全到不完全,简言之从较大到较小,或者反过来;就性质而言,要么从白到黑,要么从黑到白,在其他对立物中也同样如此;就场所而言,要么从下到上,或者反过来。而在一切对立物中,一者较优,另一者较劣;因为存在优于非存在,完全优于不完全,白优于黑,上优于下,在其他对立物中依同样的比例也类似。这些公理对他而言,不仅有助于给出运动的定义,而且有助于表明推动者中哪些也反过来被推动,哪些在不被推动的情况下推动;因为他接下来也将讨论这些问题。因此,在预先设立了这些之后,他接下来给出了运动是什么,他自己是这样定义的:“运动是潜能之物作为具有如此性质之物时的完全现实”。亚里士多德那里的“完全现实”一词意味着现实与完全性;因为它是由“一”、“完全”和“具有”组成的;因此,当每一事物具有自身的完全性时,就被称为“在完全现实中”。而他添加“作为具有如此性质之物”来代替“作为在潜能中是某一特定之物”,是为了使完全现实得以发生时,它所作为其完全现实的潜能本身仍然留存并被保持。因为在每一事物中完全现实都是双重的:一种是事物已经完成并脱去了全部潜能之时,另一种则是从潜能被推动,并依照这种潜能正在被改变且被引向形式之时。
- 3.1διότι καθ’ ἕκαστον τούτων κινουμένων
κινουμένων 在语境中充当属格绝对分词,意为“当事物被推动时”,其逻辑主语(一般的被推动之物)被省略。καθ' ἕκαστον τούτων(就这些各项而言)为状语短语,指代前文提到的四个范畴(实体、数量、性质、场所)。
- 3.1ἧσπερ ἦν ἡ ἐντελέχεια
关系代词 ἧσπερ 的先行词是前文的 τῆς δυνάμεως,在关系分句中充当支配于谓词名词 ἡ ἐντελέχεια 的属格(“它所作为其完全现实的那个潜能”)。过去时 ἦν 表达了运动开始前潜能与完全现实之间的既定对应逻辑。
