← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§339.3-341.3

探讨运动的必然性与现实潜能的公理

菲洛波诺斯作为第3卷的引论,论证了自然哲学家为何必须讨论伴随自然事物的五个主题(运动、无限、场所、时间、虚空),并进而解释了为运动定义预先设立的第一条公理(现实与潜能的区分)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#1

" Ἐπεὶ δὲ ἡ φύσις μέν ἐστιν ἀρχὴ κινήσεως καὶ μεταβολῆς." Πέντε τινῶν ὄντων τῶν παρακολουθούντων τοῖς φυσικοῖς πράγμασι,1 περὶ ὧν ἔφαμεν 〈ἐν〉 τῷ βιβλίῳ τούτῳ εἶναι τῷ Ἀριστοτέλει τὸν λόγον, ὕλης εἴδους κινήσεως τόπου χρόνου, περὶ μὲν ὕλης καὶ εἴδους διελέχθη ἐν τοῖς πρὸ τούτου βιβλίοις (ἀλλὰ μᾶλλον μὲν περὶ ὕλης ἐν τῷ προτέρῳ, μᾶλλον δὲ περὶ εἴδους ἐν τῷ δευτέρῳ), λείπεται οὖν αὐτῷ περὶ τῶν λοιπῶν τριῶν διαλεχθῆναι. καὶ τέως περὶ κινήσεως προτίθεται διαλαβεῖν, καὶ συλλογίζεται ὅτι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ κινήσεως λόγος, τοῦτον τὸν τρόπον· ἐπειδή, φησίν, ὡρισάμεθα τὴν φύσιν ἀρχὴν εἶναι κινήσεως, ἀνάγκη πᾶσα τὸν μέλλοντα εἰδέναι τί ἐστιν ἡ φύσις καὶ τὸν ὁρισμὸν τὸν ταύτης, πολλῷ πρότερον εἰδέναι καὶ τί ἐστι κίνησις (δεῖ γὰρ δῆλα εἶναι τὰ πρὸς ὁρισμόν τινος παραλαμβανόμενα)· ὁ γὰρ ἀγνοῶν τί ἐστι κίνησις, οὐδὲ τὸν ὁρισμὸν τῆς φύσεως εἴσεται (ἐν τῷ ὁρισμῷ γὰρ τῆς φύσεως ἔστιν ἡ κίνησις)· ἀναγκαῖος ἄρα τῷ φυσικῷ ὁ περὶ κινήσεως λόγος. ἄλλως τε ἐπειδὴ πᾶσα κίνησις συνεχής, ὡς δείκνυται ἐν τοῖς τελευταίοις βιβλίοις ταύτης τῆς πραγματείας (πᾶσα γὰρ κίνησις ἐν μεγέθει, πᾶν δὲ μέγεθος συνεχές, καὶ πᾶσα ἄρα κίνησις συνεχής), ἐν δὲ τῷ τοῦ συνεχοῦς λόγῳ ἔστιν ὅτε ἐμπεριέχεται τὸ ἄπειρον (ὁριζόμενοι γὰρ τὸ συνεχὲς ἄπειρον οὕτως ὁρίζονται,2 ὅτι συνεχές ἐστι τὸ ἐπ’ ἄπειρον διαιρετόν), ἀνάγκη ἄρα τὸν γνωσόμενον τί ἐστι κίνησις εἰδέναι καὶ τὸ ἄπειρον τί ἐστιν· ἀναγκαῖος ἄρα τῷ φυσικῷ καὶ ὁ περὶ ἀπείρου λόγος. πάλιν ἐπειδὴ πᾶσα κίνησις ἐν τόπῳ ἢ καὶ ἐν χρόνῳ· τὸ γὰρ κινούμενον πᾶν σῶμα, ἅπαν δὲ σῶμα ἐν τόπῳ, καὶ ἡ κίνησις ἄρα ἐν τόπῳ· δείκνυται δ’ ἐν τοῖς τελευταίοις ὅτι καὶ ἐν χρόνῳ πᾶσα κίνησις (οὐδὲν γὰρ ἀχρόνως κινεῖται)· ἀναγκαῖος ἄρα καὶ ὁ περὶ τόπου καὶ χρόνου λόγος. ἀλλ’ ἐπειδὴ τῶν φυσικῶν τινες ᾤοντο διὰ κενοῦ τὴν κίνησιν γίνεσθαι (μὴ γὰρ ἂν δύνασθαι διὰ πλήρους κινεῖσθαί τι· οὕτως γὰρ ἂν δύο ἐν τῷ αὐτῷ σώματα τόπῳ εἶναι), διὰ τοῦτο ἀναγκαῖος τῷ φυσικῷ καὶ ὁ περὶ κενοῦ λόγος· εἴτε γὰρ διὰ κενοῦ ἡ κίνησις, ἀναγκαῖος ὁ περὶ κενοῦ λόγος, εἴτε μὴ διὰ κενοῦ, καὶ οὕτως πρὸς ἔλεγχον ἀναγκαῖος ὁ περὶ αὐτοῦ λόγος· καὶ ἄλλως ἐπειδὴ τὸν τόπον ὁρίζονται κενὸν εἶναι καὶ ἔρημον σώματος. Ἔστιν οὖν ὁ σκοπὸς τούτου τε τοῦ βιβλίου καὶ τοῦ ἐφεξῆς διαλαβεῖν περὶ κινήσεως ἀπείρου τόπου χρόνου κενοῦ, καὶ διαλέγεται ἐν μὲν τούτῳ τῷ βιβλίῳ περὶ κινήσεως καὶ ἀπείρου, ἐν δὲ τῷ ἐφεξῆς περὶ τόπου χρόνου κενοῦ. οὐ μόνον δὲ ὡς συντελούντων εἰς τὸν περὶ κινήσεως λόγον διαλέγεται περὶ αὐτῶν, ἀλλὰ καὶ ὡς παρακολουθούντων πᾶσι τοῖς φυσικοῖς πράγμασι· τοῦτο δὲ ἐξ ἀρχῆς ἦν τὸ προκείμενον, περὶ τῶν κοινῶς πᾶσι τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων εἰπεῖν. πρῶτον δὲ περὶ κινήσεως διαλέγεται, καὶ ζητεῖ τί ποτέ ἐστιν ἡ κίνησις, ἔπειτα ἐν τίσιν ἔστιν ἡ κίνησις, καὶ τρίτον πόσα εἴδη κινήσεως. πρὸ τούτων δὲ τέσσαρά τινα ἀξιώματα προλαμβάνει συμβαλλόμενα αὐτῷ εἰς τὴν τούτων δεῖξιν, καὶ πρῶτον ὅτι τῶν ὄντων τὰ μὲν ἔστι μόνως ἐνεργείᾳ, τὰ δὲ καὶ δυνάμει καὶ ἐνεργείᾳ (μόνως δὲ δυνάμει εἶναί τι ἀδύνατον ἐν ὑποστάσει ὄν· οὐδέποτε γὰρ γυμνὴ εἴδους ἡ ὕλη γίνεται). ἐνεργείᾳ μὲν οὖν μόνως ἐστὶ τὰ θεῖα καὶ ἀσώματα, περὶ ὧν καὶ ἐν τῷ Περὶ ἑρμηνείας εἶπεν ὅτι “ἄνευ δυνάμεως ἐνέργειαί εἰσι”, δυνάμει δὲ καὶ ἐνεργείᾳ πάντα τὰ φυσικά· ἐντελεχείᾳ μὲν γάρ ἐστιν ὅτι ἔχει τινὰ μορφήν [ἡ ἐνέργεια], δυνάμει δὲ ὅτι οἷά τέ ἐστι δέξασθαι καὶ ἑτέραν.3 ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ, τὸ δὲ αἰθέριον σῶμα κατὰ μὲν τὴν οὐσίαν ἐντελεχείᾳ μόνον ἐστίν (οὐ γὰρ ἂν μεταβάλλοι ποτὲ κατ’ οὐσίαν), μετέχει δέ πως καὶ τοῦ δυνάμει διὰ τὴν κίνησιν τὴν τοπικήν· οὐ γὰρ πανταχοῦ ἅμα ἐστί. τάχα δὲ οὐδὲ κατ’ οὐσίαν ἀπήλλακται τοῦ δυνάμει.

“既然自然是运动和变化的原理。” 伴随自然事物的有五样东西,正如我们所说,亚里士多德在本书中的论述正是关于这些的——质料、形式、运动、场所、时间——既然质料与形式已在前几卷中讨论过了(不过在第一卷中主要是关于质料,在第二卷中主要是关于形式),因此留给他的便是讨论其余三者。目下他打算论述运动,并按如下方式推论出关于运动的论述对于自然哲学家而言是必然的:他说,既然我们把自然定义为运动的原理,那么凡是将要知晓自然是什么及其定义的人,完全有必然性在很久之前也知晓运动是什么(因为用于定义某物的事物必须是明白清楚的);因为不知晓运动是什么的人,甚至也不会知晓自然的定义(因为运动存在于自然的定义中);所以关于运动的论述对于自然哲学家而言是必然的。此外,既然一切运动都是连续的,正如在这一研究的最后几卷中所表明的那样(因为一切运动都是在大小之中,而一切大小都是连续的,因此一切运动也是连续的),并且在连续者的说明方式中有时包含着无限(因为定义连续者的人是这样定义的:“连续者即是可以无限分割之物”),因此将要知晓运动是什么的人,也必然知晓无限是什么;所以关于无限的论述对于自然哲学家而言也是必然的。再者,既然一切运动都在场所中,或者说也在时间中;因为凡被推动的都是物体,而一切物体都在场所中,所以运动也在场所中;并且在最后几卷中表明,一切运动也在时间中(因为没有任何东西可以在没有时间的情况下运动);所以关于场所和时间的论述也是必然的。但既然某些自然哲学家认为运动是通过虚空发生的(因为任何东西都不能通过充实之物运动;因为若如此,两个物体就将处于同一个场所中),因此关于虚空的论述对于自然哲学家而言也是必然的;因为无论运动是通过虚空,关于虚空的论述都是必然的,或者若不是通过虚空,哪怕这样,为了反驳,关于它的论述也是必然的;况且还因为他们把场所定义为虚空且没有物体。因此,本卷和下一卷的宗旨就是论述运动、无限、场所、时间与虚空,他在本卷中讨论运动与无限,在下一卷中讨论场所、时间与虚空。他讨论它们,不仅因为它们有助于关于运动的论述,而且因为它们伴随着一切自然事物;而这正是从一开始就提出的任务:论述共同伴随着一切自然事物的事情。他首先讨论运动,探求运动究竟是什么,其次探求运动在哪些事物中存在,第三探求运动有几种形式。而在这些之前,他预先设立了有助于证明这些事情的四条公理,首先是:在存在物中,某些仅在现实中,某些则既在潜能中也在现实中(但作为实际持存之物,仅在潜能中存在是不可能的;因为质料绝不会没有形式而赤裸地生成)。仅在现实中的是神圣的和非肉体的事物,关于它们他在《解释篇》中也说过“它们是没有潜能的现实”,而一切自然事物则既在潜能中也在现实中;因为它们处于完全现实中是由于具有某种形态,而处于潜能中则是由于它们也能够接受另一种形态。但这是在发生与毁灭之物的情况中,至于以太的身体,就其实体而言仅仅在完全现实中(因为它绝不会就实体而言发生变化),但由于位置运动,它也以某种方式分有着潜能;因为它并非同时在所有地方。不过,或许就其实体而言它也未脱离潜能。

语法注3 条
  1. 3.1Πέντε τινῶν ὄντων τῶν παρακολουθούντων τοῖς φυσικοῖς πράγμασι

    属格独立结构(Πέντε τινῶν ὄντων),与随后的 ὕλης 等同位并列,构成了主句 λείπεται οὖν αὐτῷ περὶ τῶν λοιπῶν τριῶν διαλεχθῆναι 的因果背景。

  2. 3.1ὁριζόμενοι γὰρ τὸ συνεχὲς ἄπειρον οὕτως ὁρίζονται

    ὁριζόμενοι 作为实质分词使用(“定义连续者的人们”);ἄπειρον 与 τὸ συνεχές 结合作表语或副词性补充(“作为无限之物”),或前置预示了后文的定义 τὸ ἐπ’ ἄπειρον διαιρετόν。

  3. 3.1ἐντελεχείᾳ μὲν γάρ ἐστιν ὅτι ἔχει τινὰ μορφήν [ἡ ἐνέργεια], δυνάμει δὲ ὅτι οἷά τέ ἐστι δέξασθαι καὶ ἑτέραν

    主语承前句的 πάντα τὰ φυσικά(一切自然事物);并列的两个 ὅτι 从句解释了它们在何种意义上或为何一方面处于完全现实态、另一方面处于潜能态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:339.3-341.3