← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§32.18-34.13

一的多重含义与对作为实体之基的批驳

斐洛波诺斯解释了亚里士多德正式批驳巴门尼德等人学说的开端,阐述了对“一”的多重划分(名称上的一、实事上的一、普遍者上的一、个别者上的一),并解析了否定存在者能作为实体或诸如数量之类的偶性而为“一”的论证脉络。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16#1

" Ἀρχὴ δὲ οἰκειοτάτη πασῶν." Διαστειλάμενος ἐν τοῖς προλαβοῦσι πρὸς τίνας ἐστὶ τοῦ φυσικοῦ διαλεχθῆναι, πρὸς τίνας δ’ οὔ, καὶ εἰπὼν ὅτι πρὸς τοὺς περὶ Παρμενίδην καὶ Μέλισσον οὐκ ἔστι φυσικοῦ τὸ διαλέγεσθαι, διότι ἀναιροῦσιν οὗτοι τὰς φυσικὰς ἀρχὰς λέγοντες ἓν εἶναι τὸ ὂν καὶ ἀκίνητον· εἶτα εἰπὼν ὅτι εἰ καὶ μὴ φυσικοῦ τὸ πρὸς τούτους διαλέγεσθαι, ἀλλ’ οὖν * ἔχει τινὰ φιλοσοφίαν ἡ σκέψις, οὐ χεῖρον ἐπὶ σμικρὸν διαλεχθῆναι πρὸς αὐτούς,1 καὶ ἄλλως διότι κἂν μὴ περὶ φύσεώς τι λέγωσιν, ἀλλ’ οὖν [ἐπειδὴ] φυσικὰς ἀπορίας κινοῦσι τῷ ἀναιρεῖν τὰς φυσικὰς ἀρχάς· ταῦτα οὖν καὶ ἐν ἐκείνοις εἰπών, ἐμβάλλει λοιπὸν ἐντεῦθεν εἰς τοὺς λόγους τοὺς πρὸς αὐτούς. πρὶν δὲ πρὸς τὰ παρὰ τούτων λεγόμενα ἀπαντήσει, κοινῶς αὐτὸ καθ’ αὑτὸ τὸ πρόβλημα γυμνάζει. ἴδιον μὲν γάρ ἐστι τῆς πρὸς αὐτοὺς ἀντιλογίας πρὸς αὐτοὺς τοὺς παρ’ ἐκείνων λόγους ἀπαντῆσαι, δι’ ὧν ἐκεῖνοι τὸ δόγμα κατασκευάζειν ἐπιχειροῦσι, κοινῆς δέ ἐστι περὶ τοῦ προβλήματος σκέψεως τὸ κοινῶς αὐτὸ καθ’ αὑτὸ γυμνάσαι καὶ δεῖξαι εἴτε δυνατὸν οὕτως ἔχειν ἢ οὔ. εἶτα δείξας τοῦτο, ἰδίως καὶ πρὸς τοὺς αὐτῶν ἀπαντήσεται λόγους· δεῖ γὰρ τὰ προβλήματα καὶ αὐτὰ καθ’ αὑτὰ γυμνάζειν, καὶ τὰς ἀπορίας τὰς πρὸς αὐτὰ φερομένας ἐλέγχειν, ἵνα μὴ μένουσαι ταράττωσι τοὺς ἁπλουστέρους. διαιρέσει δὲ κέχρηται λέγων ποσαχῶς τὸ ἓν λέγεται, εἶτα δείκνυσιν ὅτι κατ’ οὐδὲν σημαινόμενον τοῦ ἑνὸς δυνατὸν λέγειν ἓν τὸ ὄν. τὸ οὖν ἕν, φησίν, ἤτοι ὀνόματί ἐστιν ἓν ἢ πράγματι. λέγω δὲ ὀνόματι ἕν, ὥσπερ ἂν εἴ τις τὸν ἀληθινὸν καὶ τὸν γεγραμμένον ἄνθρωπον ἓν λέγοι εἶναι, διότι ἓν ἔχουσι τὸ τοῦ ἀνθρώπου ὄνομα, ἢ καὶ πάσας τὰς κατηγορίας ἕν, διότι κοινὸν τὸ τοῦ ὄντος ἔχουσιν ὄνομα. τὸ οὖν ἓν ἤτοι ὀνόματί ἐστιν ἓν ἢ πράγματι· καὶ εἰ πράγματι, ἢ τῷ καθόλου ἢ τῷ μερικῷ· καὶ εἰ τῷ καθόλου, ἢ γένει ἢ εἴδει· γένει μέν, ὥσπερ ἂν 〈εἰ〉 εἴποι τις πάσας τὰς κατὰ μέρος οὐσίας ἓν εἶναι, διότι κοινὸν ἔχουσι γένος τὴν οὐσίαν, εἴδει δέ, ὡς εἴ τις τὴν λεύκανσιν καὶ τὴν μέλανσιν ἓν λέγοι, διότι κοινὸν ἔχουσι τὸ τῆς ἀλλοιώσεως ὄνομα, μᾶλλον δὲ τὴν ἐν ψιμυθίῳ λεύκανσιν καὶ τὴν ἐν ἱματίῳ,2 διότι κοινὸν ἔχουσιν εἶδος τὴν ἁπλῶς λεύκανσιν, ἢ τὰ λογικὰ πάντα ἓν εἶναι λέγοι, διότι εἶδος τοῦ ζῴου ἐστὶ τὸ λογικόν. εἰ δὲ τῷ μερικῷ πράγματι ἓν εἴη, ἤτοι ὡς συνεχὲς ἓν ἔσται, ὡς λέγομεν τὸ ξύλον ἓν εἶναι, ἢ ὡς ἀδιαίρετον, ὡς τὸ σημεῖον καὶ ἡ μονάς, ἢ ὡς τῷ λόγῳ ἕν, ὡς τὰ πολυώνυμα, οἷον λώπιον καὶ ἱμάτιον, καὶ ἄορ καὶ ξίφος· ταῦτα γὰρ τῷ λόγῳ ἕν ἐστι. λαμβάνει οὖν τὸ ἕτερον μόριον τῆς διαιρέσεως τὸ τῷ πράγματι ἓν καὶ τούτῳ ὡς καθόλου, καί φησιν ὅτι ταῦτα ἃ τῷ καθόλου λέγεται ἓν εἶναι ἤτοι οὐσία ἐστὶ δηλονότι ἤ τι τῶν συμβεβηκότων ἢ ποσὸν ἢ ποιὸν ἢ ἄλλο τι. εἶτα τὴν μὲν οὐσίαν ὑπερτίθεται ἐν τοῖς ἑξῆς (δείξει γὰρ ὅτι οὐδὲ ὡς οὐσία ἕν τί ἐστι τὸ ὄν· οὕτω γὰρ τὴν τῶν συμβεβηκότων ἀναιρήσομεν φύσιν), νῦν δὲ γυμνάζει μήποτε ὡς καθόλου τι τῶν συμβεβηκότων τὸ ὂν ἕν τί ἐστιν, οἷον ποσόν· τῷ γὰρ ποσὰ εἶναι πάντα, οὕτω κατὰ τὸ καθόλου ἕν τι εἶναι ποσὸν λέγεται τὸ ὄν. πρὶν δὲ τοῦτο ἐλέγξει, ἐν μέσῳ παρεμβάλλει ὅτι οὐδ’ ὀνόματι δυνατὸν ἓν εἶναι λέγειν τὸ ὄν· οἷον πολλὰ μὲν εἶναι οὐσίαν τε καὶ συμβεβηκότα, τῷ δὲ πάντα ὄντα λέγεσθαι οὕτως ἓν λέγεσθαι εἶναι τὸ ὄν. ἀλλ’ εἰ τοῦτο, φησίν, ἐναργῶς πολλὰ τὰ ὄντα καὶ οὐχ ἕν· οὐδὲ γὰρ ἄν, φησίν, εἴποι τις τὰ τῷ πράγματι πολλὰ διὰ τὸ ὀνόματος κοινοῦ μετέχειν ἓν εἶναι. τοῦτο οὖν ζητεῖ, εἰ δυνατὸν ποσὰ εἶναι πάντα, καὶ οὕτω διὰ τὸ γένος ἓν λέγεσθαι πάντα. τούτῳ γάρ, φησί, τῷ ποσῷ ἤτοι συνυφέστηκεν ἡ οὐσία ἢ οὔ· καὶ εἰ μὲν οὐ συνυφέστηκεν, ἔσται αὐθυπόστατον τὸ ποσόν, ὅπερ ἀδύνατον (ἐν γὰρ τῇ οὐσίᾳ τὰ συμβεβηκότα τὸ εἶναι ἔχουσιν), εἰ δὲ συνυφέστηκεν, ἤτοι τῆς αὐτῆς οὔσης ἐννοίας τοῦ ποσοῦ καὶ τῆς οὐσίας3 καὶ ἕν τι πρᾶγμα σημαινόντων διαφόροις ὀνόμασιν, ἢ ἑτέρας μὲν οὔσης τῆς οὐσίας, ἑτέρας δὲ τοῦ ποσοῦ.

“而这是所有出发点中最固有的一项。” 在前面已经区分了对于哪些人自然哲学家应当与其辩论,而对于哪些人不应当,并说过与巴门尼德和美里梭的追随者辩论不属于自然哲学家,因为他们声称存在者是一且不动的,从而否定了自然学的诸本原;接着他又说过,即使与这些人辩论不属于自然哲学家,然而既然这一考察包含某种哲学,与他们进行简短的辩论也无妨,而且在另一方面,即便他们关于自然未作任何表述,然而他们由于否定自然学的诸本原而激起了自然学上的疑难;在那些论述中说过这些之后,他从此处最终迈入对他们的辩论。但在迎战由他们所提出的论点之前,他先一般地考察问题本身。因为针对他们的反驳所特有的,固然是迎战他们赖以试图确立其学说的论据本身,但属于关于该问题的普遍考察的,则是一般地考察问题本身并表明情况是否可能如此。接着在表明了这一点之后,他也会具体地迎战他们的论据;因为人们既应当就问题本身加以考察,也应当反驳针对它们所提出的疑难,免得这些疑难留存下来困扰较单纯的人。他运用了划分法,说明“一”有多少种说法,随后表明按照“一”的任何含义都不可能说存在者是“一”。他说,“一”要么在名称上是一,要么在实事上是一。我所说的在名称上是一,就犹如有人如果说真实的人和画像中的人是一,因为它们具有“人”这同一个名称;或者说所有的范畴也是一,因为它们具有“存在者”这一共同的名称。因此,“一”要么在名称上是一,要么在实事上是一;如果是在实事上,则要么在普遍者中,要么在个别者中;如果是在普遍者中,则要么在属中,要么在种中。在属中,犹如有人说所有个别实体是一,因为它们具有“实体”作为共同的属;在种中,犹如有人说变白和变黑是一,因为它们具有“变质”这一共同名称——或者不如说铅白中的变白和衣服中的变白[是一],因为它们具有单纯的“变白”作为共同的种——或者说一切有理性的存在是一,因为“有理性的”是动物的一个种。但如果在个别的实事上是一,它要么作为连续者是一,如我们说一根木头是一;要么作为不可分者是一,如点和单子;要么作为在定义上是一,如异名同义词,例如外套和披风,又如短剑和长剑;因为这些在定义上是一。于是他选取划分的另一分支,即在实事上是一并且作为普遍者是一者,并说这些按普遍者被称为一的事物,显然要么是实体,要么是诸偶性之一,〔即〕要么是数量,要么是性质,或者其他某种东西。接着他将实体推迟到后文中(因为他将表明,存在者甚至作为实体也不是某种单一的事物;因为这样我们就会取消偶性的自然),而现在他考察的是存在者是否作为偶性中的某种普遍者是一,例如数量;因为由于一切事物都是数量,存在者才以这种方式按照普遍者被称为某种单一的数量。但在反驳这一点之前,他插进来指出,即便在名称上也不可能说存在者是一——例如实体和偶性固然是多,但由于一切都被称为存在者,存在者便以这种方式被称为一。他说,但如果是这样,显然存在者是多而不是一;因为他说,没有人会说在实事上为多的事物由于分有同一个名称便是一。因此他探究的是,是否可能一切事物都是数量,从而以这种方式通过属而被称为一。因为他说,实体与这一数量要么共存,要么不共存;如果并不共存,数量就将是自立的,这是不可能的(因为偶性是在实体中具有其存在);而如果共存,要么数量和实体的概念是同一的,它们是用不同的名称表示同一个实事,要么实体的〔概念〕是一回事,而数量的〔概念〕是另一回事。

语法注3 条
  1. 1.16Διαστειλάμενος ... ταῦτα οὖν καὶ ἐν ἐκείνοις εἰπών, ἐμβάλλει λοιπὸν ἐντεῦθεν εἰς τοὺς λόγους τοὺς πρὸς αὐτούς.

    这是一个长大的概括复述句结构,从句首分词 Διαστειλάμενος 开始,经过回顾前文的一连串伴随分词从句(καὶ εἰπὼν ... εἶτα εἰπὼν ...),最后由 ταῦτα οὖν καὶ ἐν ἐκείνοις εἰπών 加以总括,引出主句动词 ἐμβάλλει。

  2. 1.16μᾶλλον δὲ τὴν ἐν ψιμυθίῳ λεύκανσιν καὶ τὴν ἐν ἱματίῳ

    这是对前文 ὡς εἴ τις ... λέγοι 所支配宾语的修正性并列。作者纠正了前句将变白和变黑(共享变质)作为“种”的不严谨举例,而代之以铅白中的变白与衣服中的变白这一更严格的同种之例。

  3. 1.16ἤτοι τῆς αὐτῆς οὔσης ἐννοίας τοῦ ποσοῦ καὶ τῆς οὐσίας

    这是一个属格绝对结构,承接前述条件分句 εἰ δὲ συνυφέστηκεν,阐述在共存假定下两难选择(ἤτοι ... ἢ ...)中的第一个可能分支。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:32.18-34.13