← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§336.26-338.15

质料中的必然性与包含两因的定义

菲洛波庞对亚里士多德《物理学》卷二第九章(200a24–200b7)进行注解,阐明自然物中的必然性存在于质料之中,自然哲学家必须陈述质料因与形式因(目的因),并且完满的定义不仅包含形式,还包含表示质料的部分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.156

" Ὥστε εἰ ἔσται οἰκία, ἀνάγκη ταῦτα γενέσθαι ἢ ὑπάρχειν ἢ εἶναι, ἢ ὅλως." Ἀναλαμβάνει τὰ εἰρημένα. γενέσθαι εἶπεν ἢ ὑπάρχειν, ἐπειδὴ αἱ μὲν οὔσαις ταῖς ὕλαις χρῶνται αἱ δὲ καὶ τὰς ὕλας δημιουργοῦσιν, οἷον χαλκὸν καὶ τὰ ὅμοια· ἡμεῖς γὰρ τὸν χαλκὸν μεταλλεύομεν.

“因此,如果将有一座房屋,必然要有这些东西生成,或者现成存在,或者存在,或者总括而言。” 他概括了前文所言之事。他说“生成或现成存在”,是因为某些[技术]使用现成的质料,而另一些[技术]甚至制造出质料,例如青铜及类似之物;因为我们是从矿中开采青铜的。

§2.157

"Φανερὸν δὴ ὅτι τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς τὸ ὡς ὕλη λεγόμενον καὶ αἱ κινήσεις αἱ ταύτης." Δῆλον, φησίν, ἐκ πάντων τῶν εἰρημένων ὅτι οὐ τὸ εἶδος ἐξ ἀνάγκης τῇ ὕλῃ ἕπεται, ἀλλὰ τῷ εἴδει ὑποτεθέντι ἀνάγκη τὴν ὕλην ἀκολουθεῖν· ὥστε τὸ ἀναγκαίως ἑπόμενον ἡ ὕλη ἐστίν, οὐ τὸ εἶδος. κινήσεις δέ φησι τὰς ἀλλοιώσεις καὶ μεταβολάς, αἵτινες ὁδοί εἰσιν ἐπὶ τὸ εἶδος καὶ αὐταὶ τοῦ εἴδους ἕνεκα γινόμεναι, ὥσπερ καὶ ἡ ὕλη.

“显然,自然物中的必然之物就是所谓的质料及其运动。” 他说,从所有这些被论述的事情来看,显而易见并不是形式必然随质料而来,而是在设定了形式之后,质料必然随之而来;因此,必然随之而来的东西是质料,而不是形式。他所说的运动,是指那些通往形式的质变与变化,它们本身也和质料一样,是为了形式而发生的。

§2.158

"Καὶ ἄμφω μὲν τῷ φυσικῷ λεκτέαι1 αἱ αἰτίαι." Ὅτι περὶ ἀμφοτέρων τῶν ἀρχῶν ὁ φυσικὸς διαλέξεται, καὶ τῆς ὑλικῆς καὶ τῆς εἰδικῆς, μᾶλλον δὲ περὶ τῆς εἰδικῆς, ἐπειδὴ καὶ τὸ εἶναι ἑκάστῳ τῶν φυσικῶν κατὰ ταύτην, καὶ αὕτη τῆς ὕλης αἰτία οὐχ ἡ ὕλη τοῦ εἴδους· αἰτιώτερον ἄρα τῆς ὕλης τὸ εἶδος, ἐπειδὴ τοῦτο καὶ τελικόν ἐστιν αἴτιον, τοῦ τέλους δ’ ἕνεκα πάντα τὰ πρὸ τοῦ τέλους.

“而自然哲学家必须陈述这两种原因。” 这是说,自然哲学家将讨论这两种原理,即质料的原理与形式的原理,但更应讨论形式的原理,因为每个自然物的存在都是依据形式原理的,而且它是质料的原因,质料却不是形式的原因;因此形式比质料更是原因,因为这也是目的因,而目的之前的一切事物都是为了目的。

§2.159

"Καὶ τὸ τέλος τὸ οὗ ἕνεκα καὶ ἡ ἀρχὴ ἀπὸ τοῦ ὁρισμοῦ καὶ τοῦ λόγου." Ὅτι λήψεται μὲν τὸ εἶδος ἀπὸ τοῦ ὁρισμοῦ, ἐκ τούτου δὲ συλλογιεῖται τὰ περὶ τῆς ὕλης· λήψεται οὖν, φησί, τὸ τέλος, ὅπερ καὶ οὗ ἕνεκά ἐστι καὶ ἀρχὴ κυριωτάτη, ἀπὸ τοῦ ὁρισμοῦ. καὶ ἐπεὶ ἡ ὑγίεια τοιονδί, ταδί.2 ἐπεὶ ἡ ὑγίεια συμμετρία ἐστὶ ξηρῶν καὶ ὑγρῶν, ψυχρῶν καὶ θερμῶν, πλεονάζει δὲ ἐν τῷδε τὸ θερμόν, προσακτέον τὸ ψυχρόν· ὕλη ἄρα τῆς ὑγιείας τόδε τὸ ψυχρόν. ὁμοίως καὶ ἐπὶ πάντων. ἴσως δὲ καὶ ἐν τῷ λόγῳ ἐστὶ τὸ ἀναγκαῖον, τουτέστιν ἐν τῷ ὁρισμῷ ἀναφαίνεται καὶ ἡ ὕλη· αὕτη γάρ ἐστιν ἡ ἀναγκαίως ἑπομένη. εἰ γὰρ ὁρίσαιμι τὸ εἶδος τοῦ πρίονος, ὅτι διαίρεσις ξύλων καὶ λίθων, ἔχω συνεμφαινομένην καὶ τὴν ὕλην, ὅτι οὐκ ἂν ἄλλως τοῦτο γένοιτο, εἰ μὴ τὸ διαιροῦν σίδηρος εἴη τοιῶσδε ἐσχηματισμένος· οὐ γὰρ ἄλλη ὕλη τὰ τοιαῦτα διελεῖν δύναται. ὥστε εἰ κυρίως ἀποδώσω τὸν ὁρισμὸν τοῦ πρίειν, μεμνήσομαι καὶ τῆς ὕλης, ὅτι διαίρεσις ξύλων καὶ λίθων ὑπὸ σιδήρου ὀδοντωτοῦ.

“而目的,即为了何目的之物,以及原理,是来自定义与说明方式。” 这是说,他将从定义中获得形式,并由此推论出有关质料的事情;他说,他将从定义中获得目的——即为了何目的之物以及最主要的原理。“既然健康是如此这般,就[必须有]这些东西”:既然健康是干与湿、冷与热的匀称平衡,而在这个人身上热过盛,就必须施加冷;因此健康的质料就是这种冷物。在所有事物上同样如此。“或许必然之物也在说明方式中”,这就是说,在定义中质料也显露出来;因为这正是必然随之而来的东西。因为如果我把锯的形式定义为“木与石的分开”,我同时也隐含表明了质料,因为除非分开者是如此被塑形的铁,否则这绝不可能以其他方式发生;因为没有其他质料能够分开这类东西。从而,如果我要确切地给出锯切的定义,我也将提到质料,即“用带齿的铁对木与石的分开”。

§2.160

"Ἔστι γὰρ καὶ ἐν τῷ λόγῳ ἔνια μόρια ὡς ὕλη τοῦ λόγου." Ὑπερβατῶς ἀναγνωστέον ‘ἔστι γὰρ ἐν τῷ λόγῳ, τουτέστι τῷ ὁρισμῷ, ἔνια τοῦ λόγου μόρια ὡς ὕλη ὄντα’.3 τοῦτο δέ φησιν, ὅτι ἔστι τινὰ μόρια τοῦ ὁρισμοῦ σημαντικὰ ὄντα τῆς ὕλης, ὥσπερ καὶ ἄλλα τοῦ εἴδους· ἐν γὰρ τῷ ὁρισμῷ τοῦ θυμοῦ τὸ μὲν “ζέσις τοῦ περικαρδίου αἵματος” τῆς ὕλης ἐστὶ σημαντικόν, τὸ δὲ “δι’ ὄρεξιν ἀντιλυπήσεως” τοῦ εἴδους· καὶ ἐν τῷ τοῦ ἀνθρώπου ὁρισμῷ τὸ “θνητόν” τῆς ὕλης ἐστὶ δηλωτικόν. ὥστε ἐν τῷ τελείῳ ὁρισμῷ καὶ ἡ ὕλη συμπεριέχεται καὶ εἴληπται. ὥστε ἐπὶ μέν τινων ὁρισμῶν, ὅσοι κατὰ τὸ εἶδος μόνον εἰσὶν ἀποδιδόμενοι, δυνατὸν ἐξ αὐτῶν ἐξ ἐπιλογισμοῦ φυσικῶς σκοποῦντι τὴν ὕλην εὑρεῖν, ἐφ’ ὧν δὲ τέλειος ὁ ὁρισμός, αὐτόθεν καὶ ἡ ὕλη ἐμπεριέχεται.

“因为在说明方式中也有某些部分作为说明方式的质料。” 应当倒装来读:“因为在说明方式(即定义)中,说明方式的某些部分作为质料而存在”。他之所以这样说,是因为定义的某些部分表示质料,正如另一些部分表示形式一样;因为在愤怒的定义中,“心脏周围血液的沸腾”表示质料,而“出于报复的欲望”则表示形式;在人的定义中,“会死的”则表明质料。因此在完满的定义中,质料也被包涵并纳入其中。从而,对于某些仅仅依照形式给出的定义,以自然哲学方式进行考察的人可以通过推论从中发现质料;而对于那些定义完满的事物,质料则直接包含在其中。

语法注3 条
  1. 2.158λεκτέαι

    动词性形容词λεκτέος的主格阴性复数形式,具有被动态含义,与表示施事者的与格τῷ φυσικῷ连用(“必须由自然哲学家陈述”),修饰主语αἱ αἰτίαι。

  2. 2.159καὶ ἐπεὶ ἡ ὑγίεια τοιονδί, ταδί

    对亚里士多德原文(200a35–b1)的极简引用与提炼,从属节与主节中的谓语动词(如ἐστί或δεῖ εἶναι)均被省略,结构为“既然健康是如此这般,这些东西[就是必需的]”,展示了从形式/目的之定义推导出质料条件的推论模式。

  3. 2.160Ὑπερβατῶς ἀναγνωστέον ‘ἔστι γὰρ ἐν τῷ λόγῳ, τουτέστι τῷ ὁρισμῷ, ἔνια τοῦ λόγου μόρια ὡς ὕλη ὄντα’

    菲洛波诺斯指出引文(ἔνια μόρια ὡς ὕλη τοῦ λόγου)在语序上存在倒装(hyperbaton),说明属格τοῦ λόγου应当修饰ἔνια μόρια,而不是直接与ὡς ὕλη连缀,故应理顺为“说明方式的某些部分作为质料[存在]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:336.26-338.15