← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§335.27-336.25

作为观相原理的形式与前提的共通性

斐洛波诺斯论证了自然学与数学都在设定观相之原理(形式与前提)并引向目的这一点上具有共通性,并通过区分问题与结论来说明前提是三段论观相的原理。随后他阐释了亚里士多德“因为这也是原理”这一文句的因果解释功能及其指代内容。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.155#2

ταύτῃ οὖν κοινωνοῖεν ἂν ἀλλήλοις. ταύτῃ οὖν οὐδὲ διάφορον ἀρχὴν λαμβάνει ὁ φυσικὸς καὶ ὁ μαθηματικός· οὔσης γὰρ ἐπὶ τῶν φυσικῶν καὶ πράξεως καὶ θεωρίας, οὐχὶ τῇ τῆς πράξεως ἀρχῇ ὑποτεθείσῃ (αὕτη δ’ ἐστὶν ἡ ὕλη) ἕπεται τὸ ἑξῆς, λέγω δὴ τὸ εἶδος, ἀλλὰ τῇ τῆς θεωρίας ἀρχῇ ὑποτεθείσῃ (αὕτη δ’ ἐστὶ τὸ εἶδος) ἕπεται ἡ ὕλη· ἐπὶ δὲ τῶν μαθημάτων πράξεως μὴ οὔσης, ἀλλὰ μόνης θεωρίας, ἡ ὑπόθεσις κατὰ τὴν ἀρχὴν γίνεται τῆς θεωρίας, τοῦτο δ’ ἐστὶν αἱ προτάσεις. ὥστε εἰ ἐν ἀμφοτέροις ἀρχὴ λαμβάνεται ἡ κατὰ τὴν θεωρίαν, κοινωνοῖεν ἂν ἀλλήλοις καὶ κατὰ τοῦ αὐτοῦ, λέγω δὴ τῆς θεωρίας, τὴν ἀρχὴν λαμβάνειν. ὅτι δὲ αἱ προτάσεις ἀρχαί εἰσι τῆς τοῦ συλλογισμοῦ θεωρίας, δῆλον· οὐ γὰρ εἰ προτείνοιτο ἡμῖν εἰς ἀπόδειξιν τὸ δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος, δεῖ νομίζειν ὅτι τοῦτο τὸ συμπέρασμά ἐστιν. εἴρηται γὰρ ἐν τοῖς Λογικοῖς, ὅτι συμπέρασμα πρότασις πρόβλημα ἀπόφανσις τῷ ὑποκειμένῳ ταὐτὰ ὄντα τῇ σχέσει διαφέρουσιν·1 ὥστε ὅταν σκοπῶμεν πῶς ἂν ἀποδείξαιμεν ὅτι ἡ ψυχὴ ἀθάνατος, οὐχ ὡς συμπέρασμα τοῦτο σκοποῦμεν ἀλλ’ ὡς πρόβλημα, συμπέρασμα δὲ τότε γίνεται, ὅταν εὑρεθεισῶν τῶν προτάσεων ἀκολουθῇ αὐταῖς. ὥστε ἡ ἐπίσκεψις καὶ ἡ θεωρία πρῶτον γίνεται τῶν προτάσεων, εἶτα ἐκ τούτων ἀκόλουθον εὑρίσκομεν τὸ συμπέρασμα. καὶ μάλιστα δῆλον τοῦτο ἐν τοῖς λεγομένοις πορίσμασιν, ἅτινα μηδὲ προβεβλημένα ἡμῖν εἰς ἀπόδειξιν προτάσεσί τισιν ἄλλων ἕνεκα δοθείσαις πολλάκις ἕπεται. οὕτως ἄρα ἀρχὴ τῆς τῶν συλλογισμῶν θεωρίας αἱ προτάσεις εἰσίν. Ἀρχὴ γὰρ καὶ αὕτη, οὐ τῆς πράξεως ἀλλὰ τοῦ λογισμοῦ. εἰπὼν ὅπως ἔχουσι κατὰ τὰς ἀντιστροφάς, ὅτι ὥσπερ ἐν τοῖς μαθήμασι μὴ ὄντος τοῦ τέλους οὐδ’ ἡ ἀρχὴ ἔστι διὰ τὸ μηδέποτε ἐνδέχεσθαι ψευδές τι συμπέρασμα ἐξ ἀληθῶν συναχθῆναι, οὕτως καὶ ἐπὶ τῶν φυσικῶν μὴ οὔσης τῆς ὕλης οὐδὲ τὸ εἶδος ἔστι, βουλόμενος ἐξομοιῶσαι τοῖς μαθηματικοῖς τὰ φυσικὰ ἐπήγαγε τὸ ἀρχὴ γὰρ καὶ αὕτη· ὁ γὰρ ‘γάρ’ σύνδεσμος αἰτίας ἐστὶν ἀπόδοσις. τὸ οὖν ἀρχὴ γὰρ καὶ αὕτη ἀντὶ τοῦ τὸ φυσικὸν εἶδος,2 ὅπερ τέλος καὶ οὗ ἕνεκα εἶπε. ἀρχὴ δὲ οὐ τῆς πράξεως (ἡ γὰρ πρᾶξις ἀπὸ τῆς ὕλης τὴν ἀρχὴν ποιεῖται), ἀλλὰ τῆς θεωρίας· αὕτη γὰρ ἀπὸ τοῦ εἴδους ἀρξαμένη τελευτᾷ εἰς τὴν ἀρχὴν τῆς πράξεως.

因此,在这一方面他们彼此应当具有共通之处。由此,在这一方面自然哲学家与数学家所取的也不是相异的原理;因为在自然物中尽管既有行动又有观相,但并不是在设定了行动的原理(这便是质料)时接续之物——即形式——才随之而来,而是在设定了观相的原理(这便是形式)时质料随之而来;而在数学中由于没有行动,唯有观相,其假设是依照观相的原理作出的,而这便是诸前提。从而,如果在两者中所取的原理都是依照观相的原理,那么他们就也在依照同一事物——即观相——来取原理这一点上彼此具有共通之处。而前提是三段论之观相的原理,这是显而易见的;因为即便为了证明而向我们提出要表明“灵魂是不朽的”,我们也不应当认为这就是结论。因为在《逻辑学》中说过,结论、前提、问题与断定命题在作为底层基础的主体上是相同的,但在关系上有所不同;因此,当我们考察如何能够证明灵魂是不朽的时,我们不是把这作为结论来考察,而是作为问题来考察,而它唯有在找到了前提并且随它们而来之时,才成为结论。从而,考察与观相首先是针对诸前提的,然后由此我们才发现结论作为后承。而这在所谓推论(系论)中最为明显,推论甚至根本没有被我们提出作为证明的对象,却常常随那些为了其他目的而给定的某些前提而来。由此可见,三段论之观相的原理就是诸前提。 “因为这也是原理,但不是行动的原理,而是推论的原理。” 在说明了它们在换位上具有怎样的关系——即正如在数学中如果目的不存在,则原理也不存在,因为决不可能从真前提推导出假结论;在自然物中同样如果质料不存在,形式也不存在——之后,他希望将自然物类比于数学对象,因而补充道“因为这也是原理”;因为连词“因为”是对原因的交代。因此,“因为这也是原理”是用来指代“自然形式”,即他所说的目的与为了何目的之物。但这不是行动的原理(因为行动从质料开始),而是观相的原理;因为观相从形式开始,止于行动的原理。

语法注2 条
  1. 2.155τῷ ὑποκειμένῳ ταὐτὰ ὄντα τῇ σχέσει διαφέρουσιν

    与格 τῷ ὑποκειμένῳ(在作为底层基础的主体上)和 τῇ σχέσει(在关系上)皆为限制与格(或称视点与格),分别限定分词 ὄντα 与主动词 διαφέρουσιν。该句说明命题在其实质承载内容上相同(ταὐτά),但在所处关系(即作为待证的“问题”还是推导出的“结论”)上有所不同。

  2. 2.155τὸ οὖν ἀρχὴ γὰρ καὶ αὕτη ἀντὶ τοῦ τὸ φυσικὸν εἶδος

    带有中性定冠词的主语是引用句 τὸ ἀρχὴ γὰρ καὶ αὕτη,谓语部分由介词短语 ἀντὶ τοῦ 后接主格名词短语 τὸ φυσικὸν εἶδος 构成(系动词 ἐστί 被省略)。这是古希腊注解中说明语词指代或代换关系的固定句式,意为“‘因为这也是原理’代指‘自然形式’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:335.27-336.25