- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:334.25-335.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德200a22,在区分数学与自然学中“原理”和“目的”之推导差异的基础上,阐明在思考和推论的维度上,自然学和技艺中目的(形式)同样作为起点/原理推导出质料(终点)这一共通结构。
" Ἀρχὴ γὰρ καὶ αὕτη, οὐ τῆς πράξεως ἀλλὰ τοῦ λογισμοῦ· ἐκεῖ δὲ τοῦ λογισμοῦ· πρᾶξις γὰρ οὐκ ἔστιν." Εἰπὼν τὴν διαφορὰν αὐτῶν τὴν πρὸς ἄλληλα, λέγει καὶ τὴν κοινωνίαν, ὅτι κοινόν ἐστιν αὐτοῖς τὸ τῆς ἀρχῆς ὑποτεθείσης ἕπεσθαι τὸ λοιπόν. εἴρηται δ’ αὐτῷ ἐν τοῖς Ἠθικοῖς, ὅτι ἡ πρᾶξις τῇ θεωρίᾳ ἐναντίως ἔχει· ἡ μὲν γὰρ θεωρία τὴν ἀρχὴν ἔχει ἀπὸ τοῦ τέλους τῆς πράξεως, ἡ δὲ πρᾶξις τὴν ἀρχὴν ἔχει ἀπὸ τοῦ τέλους τῆς θεωρίας. τέλος μὲν γὰρ τῆς οἰκοδομικῆς πράξεως τὸ ποιῆσαι σκέπασμα κωλυτικὸν φθορᾶς ἀπὸ ὄμβρων καὶ καυμάτων, τοῦτο δὲ τῆς θεωρίας ἐστὶν ἀρχή, τελευτᾷ δὲ ἡ θεωρία εἰς τὴν ὄρυξιν τῆς γῆς, ὅπερ ἐστὶ τῆς πράξεως ἀρχή. εἴρηται δὲ πολλάκις περὶ τούτων. οὐ μόνον δὲ ἐπὶ τῶν τεχνητῶν, ἀλλὰ καὶ ἐπὶ τῶν φυσικῶν οὕτως ἔχει· ὁ μὲν γὰρ φυσικὸς θεωρῶν τὰ φυσικὰ ἄρχεται ἀπὸ τῶν εἰδῶν, εἶτα ἐκ τούτων εἰς τὰς ἑκάστου χωρεῖ ὕλας, ἡ δὲ φύσις ἄρχεται μὲν τοῦ ἔργου ἀπὸ τῆς ὕλης, τελευτᾷ δὲ εἰς τὸ εἶδος. φησὶν οὖν ἐνταῦθα ὅτι εἰ καὶ διάφορος ἐν τῇ φυσικῇ θεωρίᾳ ἡ ἀκολούθησις καὶ ἐν τοῖς μαθήμασιν (ἐν μὲν γὰρ τοῖς φυσικοῖς τοῦ τέλους ὑποτεθέντος ἀκολουθεῖ τὸ πρῶτον καὶ ἡ ἀρχή, ἐν δὲ τοῖς μαθήμασι τῆς ἀρχῆς ὑποτεθείσης ἀκολουθεῖ τὸ τέλος·1 ἔστι γὰρ ἀρχὴ ἐν μὲν τοῖς φυσικοῖς ἡ ὕλη τέλος δὲ τὸ εἶδος, ἐν δὲ τοῖς μαθήμασιν ἀρχὴ μὲν αἱ προτάσεις τέλος δὲ τὸ συμπέρασμα· ἀλλ’ ἐκεῖ μὲν τοῦ τέλους ὑποτεθέντος, λέγω δὴ τοῦ εἴδους, ἕπεται ἡ ὕλη καὶ ἐν ταύτῃ ἡ κατὰ τὸ ἀναγκαῖον ἀκολούθησις, ἐν δὲ τοῖς μαθήμασι τῆς ἀρχῆς ὑποτεθείσης, λέγω δὴ τῶν προτάσεων, ἀκολουθεῖ τὸ τέλος ὅπερ ἐστὶ συμπέρασμα), ἀλλ’ οὖν κατά τι καὶ ἐν τοῖς φυσικοῖς τῆς ἀρχῆς ὑποτεθείσης ἕπεται τὸ τέλος· τὸ γὰρ εἶδος ὅπερ ἐστὶ τῆς πράξεως τέλος, τοῦτο ἀρχή ἐστι τῆς θεωρίας. λαβὼν γὰρ ὁ οἰκοδόμος τὸ δεῖν γενέσθαι οἰκίαν,2 τοῦτο δ’ ἐστὶ σκέπασμα κωλυτικὸν ἀπὸ ὄμβρων καὶ καυμάτων, ὁδῷ βαδίζων, ὡς πολλάκις εἴρηται, καταλήγει εἰς τὴν ὕλην τῆς οἰκίας. ὥστε εἰ τῷ μὲν εἴδει ἕπεται ἡ ὕλη, τὸ δ’ εἶδος ἀρχή ἐστι τῆς θεωρίας τέλος δ’ ἡ ὕλη, καὶ ἐν τοῖς φυσικοῖς ἄρα τῇ ἀρχῇ τὸ τέλος ἕπεται, ὥσπερ καὶ ἐν τοῖς μαθήμασι.
“因为这也是原理,但不是行动的原理,而是推论的原理;而在那边则是推论的原理,因为没有行动。” 在说明了它们彼此之间的区别之后,他也说明了它们的共通之处:即对二者而言共同的是,一旦原理被设定,其余的便随之而来。正如他在《伦理学》中所说,行动与观相处于相反的关系;因为观相从行动的目的开始,而行动则从观相的目的开始。因为建房行动的目的是建造一个防止雨淋日晒之毁损的遮蔽物,而这就是观相的起点,观相则止于挖掘地基,而这正是行动的起点。关于这些事情已经屡次谈及。而且不仅在人工制品上如此,在自然物上也同样如此:因为自然哲学家在考察自然物时从形式开始,然后由此走向各自的质料;而自然则是从质料开始工作,止于形式。因此他在这里说,即使在自然考察中的推论推衍与数学中的并不相同(因为在自然物中,一旦设定目的,最先之物亦即原理便随之而来;而在数学中,一旦设定原理,目的便随之而来;因为在自然物中,原理是质料而目的是形式,在数学中,原理是诸前提而目的是结论;但在那边设定了目的——即形式——之后,质料便随之而来,并且依照必然性的推衍就在这质料之中;而在数学中,设定了原理——即诸前提——之后,作为结论的目的便随之而来),然而在某种意义上,在自然物中同样是一旦设定原理目的便随之而来;因为形式作为行动的目的,正是观相的原理。事实上,建筑师把握了必须建起一座房屋——这就是防止雨淋日晒的遮蔽物——之后,正如屡次说过的那样循序渐进,最终落实到房屋的质料上。因此,如果质料随形式而来,而形式是观相的原理,质料是其目的,那么在自然物中目的同样随原理而来,正如在数学中一样。
- 2.155φησὶν οὖν ἐνταῦθα ὅτι εἰ καὶ διάφορος ἐν τῇ φυσικῇ θεωρίᾳ ἡ ἀκολούθησις καὶ ἐν τοῖς μαθήμασιν [...] ἀλλ’ οὖν κατά τι καὶ ἐν τοῖς φυσικοῖς τῆς ἀρχῆς ὑποτεθείσης ἕπεται τὸ τέλος
在由 ὅτι 引导的间接引语中,插入了让步从句“εἰ καὶ διάφορος...”以及长篇括号式的对比解释(ἐν μὲν γὰρ...),随后接入转折主句“ἀλλ’ οὖν κατά τι...”。把握其核心的呼应结构“εἰ καί... ἀλλ’ οὖν...” (“即使……,然而终究……”)。
- 2.155λαβὼν γὰρ ὁ οἰκοδόμος τὸ δεῖν γενέσθαι οἰκίαν
带冠词的不定式短语“τὸ δεῖν γενέσθαι οἰκίαν”作分词 λαβών 的直接宾语。非人称动词 δεῖ 的不定式 δεῖν 带宾格主语 οἰκίαν 及其不定式 γενέσθαι,将“房屋必须被建造”这一命题内容进行了名词化。
