- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:333.1-334.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯将亚里士多德所举的几何学例证(直线的定义与三角形内角和)展开为推论,阐明在数学证明中前提并不必然随结论而来、但否定结论则必然否定前提,而在目的论的自然生成中推论关系则相反,居先之物(质料)必然随目的(形式)而来。
" Ἐπεὶ γὰρ τὸ εὐθὺ τοδί ἐστιν, ἀνάγκη τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχειν." Παραδείγματος ἕνεκεν τοῦτο εἶπεν. λαμβάνει οὖν τὸ εὐθὺ ἀντὶ τῶν προτάσεων, τὸ δὲ δύο ὀρθαῖς ἴσας ἔχειν τὸ συμπέρασμα· διὰ γὰρ τοῦ ὁρισμοῦ τῶν ὀρθῶν δείκνυται τὸ τὰς τρεῖς τοῦ τριγώνου γωνίας δύο ὀρθαῖς ἴσας εἶναι. φαμὲν γὰρ ‘ἐπειδὴ αἱ τρεῖς δύο ταῖς ἐφεξῆς ἴσαι εἰσί, δύο δὲ αἱ ἐφεξῆς δύο ὀρθαῖς ἴσαι εἰσί, διὰ τοῦτο αἱ τρεῖς δύο ὀρθαῖς ἴσαι εἰσί’. διὰ τί δὲ δύο αἱ ἐφεξῆς δύο ὀρθαῖς ἴσαι εἰσί; διὰ τοῦτο δύο ὀρθαῖς ἴσαι εἰσίν, διότι δύο αἱ ἐφεξῆς δύο ταῖς ἐφεξῆς καὶ ἴσαις ἴσαι εἰσί, δύο δὲ αἱ ἐφεξῆς ἴσαι δύο ὀρθαί εἰσι. διὰ τί δὲ δύο αἱ ἐφεξῆς δύο ὀρθαί εἰσί; διότι οὗτός ἐστιν ὁ ὁρισμὸς ὀρθῆς, ὡς ἂν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἑκατέρα τῶν γωνιῶν ἐστιν. ὥστε ἀναλύσαντι ὡς ἀπὸ προτάσεων τοῦ ὁρισμοῦ τῆς ὀρθῆς ἔσται καταλῆξαι εἰς συμπέρασμα τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι·1 ἐπεὶ γὰρ ὁ ὁρισμὸς τῆς ὀρθῆς ἐστιν ὁ εἰρημένος, δύο δὲ αἱ ἐφεξῆς δύο ταῖς ἐφεξῆς καὶ ἴσαις ἴσαι εἰσί, δύο ἄρα αἱ ἐφεξῆς δύο ὀρθαῖς ἴσαι εἰσι· δύο δὲ αἱ ἐφεξῆς τρισὶ ταῖς τοῦ τριγώνου ἴσαι εἰσίν· αἱ τρεῖς ἄρα τοῦ τριγώνου δύο ὀρθαῖς ἴσαι εἰσίν.
“因为既然直线是如此这般的,三角形就必然具有等于两个直角的[内角]。” 他是为了举例而说这番话的。因此他用“直线”来代替诸前提,用“具有等于两个直角的[内角]”来作为结论;因为正是通过直角的定义,才证明了三角形的三个角等于两个直角。因为我们说:“既然这三个角等于两个邻角,而这两个邻角等于两个直角,因此这三个角等于两个直角。”但为什么这两个邻角等于两个直角呢?它们等于两个直角是因为:这两个邻角等于两个相邻且相等的角,而两个相邻且相等的角就是两个直角。但为什么这两个邻角是两个直角呢?因为这就是直角的定义:当一条直线立在另一条直线上使相邻的角彼此相等时,这两个角中的每一个都是直角。因此,对于将直角的定义作为前提来进行分析的人来说,就可以得出三个角等于两个直角这一结论;因为既然直角的定义是前面所说的那样,而两个邻角等于两个相邻且相等的角,因此两个邻角就等于两个直角;而这两个邻角等于三角形的三个角;因此三角形的三个角等于两个直角。
"Ἀλλ’ οὐκ εἰ τοῦτο, ἐκεῖνο." Οὐδὲ γὰρ εἰ τὸ συμπέρασμα, ἀνάγκη τὰς προτάσεις εἶναι· εἴπομεν γὰρ ὅτι διὰ πλειόνων τὸ αὐτὸ δυνατὸν δειχθῆναι, καὶ ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου, καὶ ἀληθέσι καὶ ψευδέσι προτάσεσιν. ἀλλ’ εἴ γε τοῦτο μὴ ἔστιν, οὐδὲ τὸ εὐθύ ἐστιν.2 εἰ μὲν οὖν ἔστι τὸ συμπέρασμα, φησίν, οὐ πάντως καὶ αἱ προτάσεις, ὡς ἐν τῷ πρὸ τούτου ῥητῷ εἴρηται, ἀναιρεθέντος μέντοι τοῦ συμπεράσματος, ἐξ ἀνάγκης ἀναιροῦνται καὶ αἱ προτάσεις· εἰ μὴ γὰρ ἀληθὲς εἴη τὸ συμπέρασμα, οὐδὲ αἱ προτάσεις ἀληθεῖς. ἀδύνατον γὰρ ἐξ ἀληθῶν προτάσεων ψεῦδός τι συναχθῆναι, ὡς δέδεικται ἔμπροσθεν· ἐκ ψευδῶν μὲν γὰρ ἀληθὲς ἂν συναχθείη, εἰ καὶ μὴ δι’ αὐτάς, ἀλλ’ οὖν διὰ τὴν τοῦ πράγματος φύσιν, ἐξ ἀληθῶν μέντοι ψεῦδος ἀδύνατον συναχθῆναι.
“但并不是如果这个存在,那个就存在。” 因为并不是如果结论存在,诸前提就必然存在;因为我们说过,同一件事可以通过更多不同的前提得到证明,既可以直接证明也可以通过归谬证明,既可以用真前提也可以用假前提证明。 “但如果至少这个不存在,直线也就不存在。”他说,因此如果结论存在,诸前提并不完全也存在,正如在这一节之前所说的那样;然而一旦结论被否定,诸前提必然也被否定;因为如果结论不是真的,诸前提也不会是真的。因为从真前提中推导不出任何假的东西,正如先前所证明的那样;因为从假前提中可以推导出一项真理,即使不是由于前提本身,但终究是通过事实的本性推导出来的,然而从真前提中推导出假的东西是不可能的。
"Ἐν δὲ τοῖς γινομένοις ἕνεκά του ἀνάπαλιν." Εἰπὼν ὅπως ἔχει ἐν τοῖς μαθήμασι, λέγει ὅπως ἔχει καὶ ἐν τοῖς φυσικοῖς, ὅτι ἀνάπαλιν ἡ ἀκολούθησις, ὡς εἶπον, τὴν διαφορὰν πρῶτον ἐκτιθέμενος. γινομένοις δ’ ἕνεκά του εἶπεν ἐν τοῖς φυσικοῖς, καὶ καθόλου τοῖς πρακτοῖς πᾶσιν· τὰ γὰρ μαθήματα οὔτε γίνεται οὔτε ἕνεκά τού εἰσι. πῶς δὲ ἀνάπαλιν ἡ ἀκολούθησις, εἴπομεν. εἰ τὸ τέλος ἔσται ἢ ἔστι, τὸ ἔμπροσθεν ἔσται ἢ ἔστιν. τέλος φησὶ τὸ εἶδος, ἐπειδὴ καὶ οὗ ἕνεκα,3 ἔμπροσθεν δὲ τὴν ὕλην, ἕνεκα γάρ του, ἀεὶ δὲ τὰ πρῶτα τῶν ὑστέρων ἕνεκα. εἰ δὲ μή, ὥσπερ ἐκεῖ μὴ ὄντος τοῦ συμπεράσματος ἡ ἀρχὴ οὐκ ἔσται, καὶ ἐνταῦθα τὸ τέλος καὶ τὸ οὗ ἕνεκα. εἰπὼν ὅτι εἰ τὸ εἶδος ἔστιν, ἐξ ἀνάγκης καὶ ἡ ὕλη, θέλει εἰπεῖν περὶ τῆς ἀντιστροφῆς πῶς ἔχει, ὅτι εἰ μὴ ἡ ὕλη εἴη, οὐδὲ τὸ εἶδος ἔσται. καὶ ἦν τὸ ἀκόλουθον εἰπεῖν ‘εἰ δὲ μὴ ἡ ὕλη, οὐδὲ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα’, ὁ δὲ παραδείγματι τῷ κατὰ μαθήματα χρήσασθαι βουλόμενός φησιν ὅτι ‘εἰ δὲ μὴ εἴη ἡ ὕλη, ὥσπερ ἐκεῖ ἐπὶ τῶν μαθημάτων μὴ ὄντος τοῦ συμπεράσματος οὐδὲ αἱ προτάσεις ἦσαν, οὕτως καὶ ἐνταῦθα μὴ οὔσης τῆς ὕλης οὐκ ἔσται τὸ εἶδος’.
“但在为了某目的而生成之物中,情况则相反。” 在说明了数学诸学问中情况如何之后,正如我说过的,他首先阐述它们的区别,接着说明在自然物中情况如何,即推论关系是相反的。他说“在为了某目的而生成之物中”,是指在自然物中,并且普遍地指在一切与行动有关的事物中;因为数学对象既不生成,也不是为了某目的而存在的。至于推论关系如何是相反的,我们已经说过:如果目的将要存在或现在存在,居先之物就将要存在或现在存在。他所说的“目的”是指形式,因为形式也是“为其缘故之物”,而他所说的“居先之物”是指质料,因为质料是“为了某目的之物”,并且在先之物总是为了在后之物的。 “但若不然,正如在那边如果结论不存在原理就不会存在一样,在这里目的以及为其缘故之物[也不会存在]。”在说过如果形式存在则质料也必然存在之后,他想要说明关于换质换位的情况如何,即如果质料不存在,形式也不会存在。本来顺理成章的说法应当是“但如果质料不存在,目的以及为其缘故之物也不存在”,但他希望使用取自数学诸学问的例子,因而说:“但如果质料不存在,正如在那边数学诸学问中当结论不存在时前提也不存在一样,在这里同样,当质料不存在时形式也不会存在。”
- 2.152ὥστε ἀναλύσαντι ὡς ἀπὸ προτάσεων τοῦ ὁρισμοῦ τῆς ὀρθῆς ἔσται καταλῆξαι εἰς συμπέρασμα τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι
分词 ἀναλύσαντι 在非人称动词 ἔσται(带不定词 καταλῆξαι)中充当表动作主体的与格(关涉与格)。介词短语 ὡς ἀπὸ προτάσεων 修饰 τοῦ ὁρισμοῦ,意为“如从前提中那样由直角的定义”,表明将定义作为基本前提来进行逆向分析推导。
- 2.153ἀλλ’ εἴ γε τοῦτο μὴ ἔστιν, οὐδὲ τὸ εὐθύ ἐστιν
引用亚里士多德原文构成的逆否命题条件句:τοῦτο 指代结论(三角形内角等于两直角),τὸ εὐθύ 指代前提(直线的定义)。斐洛庞努斯在后句中将其用标准逻辑术语解释为“否定结论则必然否定前提”(ἀναιρεθέντος τοῦ συμπεράσματος, ἐξ ἀνάγκης ἀναιροῦνται καὶ αἱ προτάσεις)。
- 2.154εἰ δὲ μή, ὥσπερ ἐκεῖ μὴ ὄντος τοῦ συμπεράσματος ἡ ἀρχὴ οὐκ ἔσται, καὶ ἐνταῦθα τὸ τέλος καὶ τὸ οὗ ἕνεκα
对亚里士多德文本(200a20–21)的引述及解释,句末省略了动词 οὐκ ἔσται。正如斐洛庞努斯紧接着指出的,在自然生成中目的(形式)与居先之物(质料)的逻辑顺序与数学相反,因此此处表达的是换质换位(逆否)命题:若质料不存在,则形式(目的)亦不存在。
