- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:331.27-332.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐明自然物中的必然性并非无条件的,而是在假定了形式的前提下对质料的假设性必然,并考察了数学证明与自然生成中必然性的差异(数学从原理走向结论,而自然则从目的溯及质料)。
" Ἐξ ὑποθέσεως δὴ τὸ ἀναγκαῖον, ἀλλ’ οὐχ ὡς τέλος· ἐν γὰρ τῇ ὕλῃ τὸ ἀναγκαῖον, τὸ δὲ οὗ ἕνεκα ἐν τῷ λόγῳ." Εἰ μὲν γὰρ πάντως τῇ ὕλῃ ἠκολούθει τὸ εἶδος, ἁπλῶς ἦν ἐν τοῖς φυσικοῖς τὸ ἀναγκαῖον (ὥσπερ ἐπειδὴ τῇ τῶν οὐρανίων οὐσίᾳ ἕπεται πάντως τὸ κύκλῳ κινεῖσθαι, ἁπλῶς ἐν ἐκείνοις τὸ ἀναγκαῖον καὶ οὐκ ἐξ ὑποθέσεως), ἐπειδὴ δὲ ἐν τοῖς ἐν γενέσει οὔτε σιδήρου ὄντος πάντως ἔσται πρίων οὔτε σπέρματος καὶ καταμηνίου ἄνθρωπος, δῆλον ὅτι1 ἐξ ὑποθέσεως ἕξουσι τὰ φυσικὰ τὸ ἀναγκαῖον καὶ οὐχ ἁπλῶς. τὸ δὲ ἐν γὰρ τῇ ὕλῃ τὸ ἀναγκαῖον, τὸ δ’ οὗ ἕνεκα ἐν τῷ λόγῳ τοῦτό φησιν, ὅτι οὐκ ἔχει τὸ εἶναι ἐξ ἀνάγκης τὸ εἶδος τῆς ὕλης οὔσης, ἀλλ’ ἔμπαλιν ἐνυποθεμένων ἡμῶν τὸ εἶδος ἀνάγκη πᾶσα τὴν ὕλην ἕπεσθαι. ὥστε τὸ μὲν ἐξ ἀνάγκης ἕπεσθαι ἡ ὕλη ἔχει τοῦ εἴδους ὑποτεθέντος, τὸ δ’ εἶδος οὗ ἕνεκά ἐστι καὶ διὰ τοῦτο οὐκ ἐξ ἀνάγκης ἕπεται τῇ ὕλῃ· τῷ γὰρ οὗ ἕνεκα τὸ ἕνεκά του ἕπεται καὶ οὐκ ἔμπαλιν.2
“因此,必然之物是出于假设的,而不是作为目的;因为必然之物存在于质料中,而为其缘故之物存在于定义中。” 因为如果形式完全伴随着质料,那么自然物中的必然之物就会是无条件的(正如既然圆周运动完全伴随着天体的实体,在那些天体中必然之物就是无条件的,而不是出于假设的);但由于在生成中的事物里,既非存在铁就完全会有锯子,也非存在精液和经血就完全会有人,显然自然物拥有的必然是出于假设的,而不是无条件的。至于“因为必然之物存在于质料中,而为其缘故之物存在于定义中”,他说的是:形式并不是当质料存在时出于必然拥有存在,相反,当我们假设了形式时,质料必然完全随之而来。因此,当形式被假设时,质料具有出于必然伴随的性质,而形式则是为其缘故之物,正是为此缘故,形式并不出于必然伴随着质料;因为伴随“为其缘故之物”而来的是“为了某目的之物”,而不是反过来。
"Ἔστι δὲ τὸ ἀναγκαῖον ἐν τοῖς μαθήμασι καὶ ἐν τοῖς κατὰ φύσιν γινομένοις τρόπον τινὰ παραπλησίως." Ὅτι τὸ ἐξ ὑποθέσεως ἀναγκαῖόν ἐστι καὶ ἐν τοῖς μαθήμασιν ὥσπερ καὶ ἐν τοῖς φυσικοῖς, ἀλλ’ οὐ καθ’ ἅπαν, ἀλλὰ κατά τι μὲν ἐοίκασιν κατά τι δὲ διαφέρουσιν. εἰπὼν δ’ ὅτι ἔστι τὸ ἀναγκαῖον καὶ ἐν τοῖς μαθήμασι καὶ ἐν τοῖς φυσικοῖς τρόπον τινὰ παραπλησίως, πρὶν εἴπῃ τὴν κοινωνίαν κατὰ τί παραπλησίως ἔστιν ἐν αὐτοῖς τὸ ἀναγκαῖον, πρότερον τὴν διαφορὰν αὐτῶν ἐκτίθεται. διαφέρουσι γὰρ καθὸ ἐπὶ μὲν τῶν μαθημάτων ὑποτεθείσης τῆς ἀρχῆς ἕπεται3 τὰ δεύτερα, ἐπὶ δὲ τῶν φυσικῶν ὑποτεθέντος τοῦ τέλους τὰ πρότερα ἕπεται· ἀρχὴ γὰρ ἐπὶ μὲν τῶν συλλογισμῶν αἱ προτάσεις ἐπὶ δὲ τῶν γινομένων ἡ ὕλη, τέλος δὲ ἐκεῖ μὲν τὸ συμπέρασμα ἐνταῦθα δὲ τὸ εἶδος. οὔτε δ’ ἐν τοῖς φυσικοῖς πάντως τῇ ὕλῃ ἕπεται τὸ εἶδος, οὔτε ἐν τοῖς συλλογισμοῖς τῷ συμπεράσματι αἱ προτάσεις· ὡς γὰρ εἶπον, ἀληθὲς συμπέρασμα οὐ μόνον δι’ ἄλλων καὶ δι’ ἄλλων προτάσεων συναχθήσεται, ἀλλὰ καὶ ἐκ ψευδῶν τὸ αὐτὸ συναχθείη ἄν. ἡ μὲν οὖν διαφορὰ αὕτη. μαθήματα δ’ εἶπε τὰς μαθηματικὰς δείξεις, ταὐτὸν δ’ εἰπεῖν τοὺς συλλογισμούς. πρῶτον δὲ τὴν διαφορὰν αὐτῶν ἐκτίθεται, ἔπειτα τὴν κοινωνίαν.
“必然之物在数学诸学问中和在顺应自然生成之物中,在某种程度上以类似的方式存在。” 这是指:出于假设的必然之物在数学诸学问中同样存在,正如在自然物中一样,但并非完全相同,而是在某一方面相似,在另一方面有所不同。在说过必然之物在数学诸学问中和在自然物中都“在某种程度上以类似的方式存在”之后,在他说明必然之物在何种方面以类似的方式存在于它们之中这一共通之处之前,他首先阐述了它们之间的区别。因为它们的区别在于:在数学诸学问中,当原理被假设时,次级之物[后承]随之而来;而在自然物中,当目的被假设时,居先之物[质料]随之而来;因为在推论中前提是原理,而在生成之物中质料是[原理],而目的在那边是结论,在这边则是形式。既非在自然物中形式完全伴随着质料,也非在推论中前提完全伴随着结论;因为正如我说过的,一个真结论不仅可以通过各种不同的前提被推导出来,而且同一结论也可以从假前提中被推导出来。这就是它们之间的区别。他把数学证明称为“数学诸学问”,也就是指推论。他首先阐述了它们的区别,然后才阐述它们的共通之处。
- 2.150τὸ δὲ ἐν γὰρ τῇ ὕλῃ τὸ ἀναγκαῖον, τὸ δ’ οὗ ἕνεκα ἐν τῷ λόγῳ τοῦτό φησιν, ὅτι
中性冠词 τό 将前面的引文整句(ἐν γὰρ τῇ ὕλῃ τὸ ἀναγκαῖον, τὸ δ’ οὗ ἕνεκα ἐν τῷ λόγῳ)名词化,构成古代注疏中常见的“至于‘……’这一说法,他指的是……”之阐释句式。引文为话题,φησί 为主句谓语,τοῦτο 为其直接宾语,后接的 ὅτι 从句为同位语解释从句,阐明 τοῦτο 的具体内容。
- 2.150τῷ γὰρ οὗ ἕνεκα τὸ ἕνεκά του ἕπεται καὶ οὐκ ἔμπαλιν.
需注意区分两个术语化表达的主谓关系:τὸ ἕνεκά του(“为了某目的之物”,即手段/质料,主格)是动词 ἕπεται 的主语,而 τῷ οὗ ἕνεκα(“为其缘故之物”,即目的,与格)是 ἕπεται 所支配的间接宾语。整句表示“手段伴随目的而来,而非相反”。
- 2.151ὑποτεθείσης τῆς ἀρχῆς ἕπεται τὰ δεύτερα, ἐπὶ δὲ τῶν φυσικῶν ὑποτεθέντος τοῦ τέλους τὰ πρότερα ἕπεται
这是由两个独立属格构成的对称并列句:在数学中,“当原理被假设时”(ὑποτεθείσης τῆς ἀρχῆς),后承/结论随之而来(“次级之物随之而来”,ἕπεται τὰ δεύτερα);而在自然物中,“当目的被假设时”(ὑποτεθέντος τοῦ τέλους),在先的质料条件随之而来(“居先之物随之而来”,τὰ πρότερα ἕπεται)。这一严整的结构对比了数学推演与自然生成中条件依赖方向的反转。
