- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:330.10-331.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞斯注解亚里士多德《物理学》卷二第九章200a5–7,驳斥了自然哲学家们关于生成中存在无条件必然性的看法,并通过房屋、锯子以及自然物的生成等例子,论证了自然中的必然性是出于假设的必然性,即质料是为了形式和目的才被要求的。
" Νῦν μὲν γὰρ οἴονται τὸ ἐξ ἀνάγκης εἶναι ἐν τῇ γενέσει." Οἱ φυσικοί, φησί, πάντες τὸ ἁπλῶς ἀναγκαῖον ἐν τῇ γενέσει εἰσάγουσι, διὰ γὰρ τὰς τῆς ὕλης δυνάμεις γίνεσθαι τὰ γινόμενα λέγοντες. ἔστι δ’ ἁπλῶς μὲν ἀναγκαῖον ὃ χωρὶς ὑποθέσεως ἀνάγκη εἶναι, ὥσπερ φαμὲν ἀνάγκη τὸν ἥλιον ἐν Κριῷ γενέσθαι, ἐξ ὑποθέσεως δὲ ὅταν τὸ μὴ ὂν ὡς ὂν ὑποθεμένων1 τῷ ὑποτεθέντι ἐξ ἀνάγκης ἕτερόν τι ἕπηται· ὥσπερ εἰ ἐν φωτὶ βαδίζοι τις, ἕπεται αὐτῷ πάντως τὸ καὶ σκιὰν ποιεῖν, οὐ μὴν ἁπλῶς ἕπεται τῷ σώματι τὸ σκιὰν ποιεῖν. ἡ δὲ γῆ ἄνω διὰ κουφότητα. γῆν ἂν λέγοι ἴσως τὴν ἐπικειμένην τοῖς θεμελίοις· ἔστι δὲ παραδείγματος ἕνεκεν τὸ λεγόμενον, διὸ οὐκ ἀκριβολογητέον.
“因为现在人们认为,出于必然之物存在于生成之中。” 他说,自然哲学家们全都把无条件的必然引入生成之中,宣称生成之物是由于质料的诸潜能而生成的。所谓无条件的必然,是指无需假设而必然存在之物,正如我们说太阳必然会进入白羊宫;而出于假设的[必然],则是指当人们把不存在之物假设为存在时,某种别的东西出于必然随着被假设者而来;正如如果有人在光中行走,投下阴影便绝对伴随着他,然而投下阴影却并非无条件地伴随着身体。“而泥土由于轻而向上[放置]”。他所说的泥土,或许是指放在地基之上的泥土;但这说法是为了举例,因而不可过分拘泥。
"Ἀλλ’ ὅμως οὐκ ἄνευ μὲν τούτων γέγονεν, οὐ μέντοι διὰ ταῦτα πλὴν ὡς δι’ ὕλην." Οὐκ ἄνευ μὲν τῆς ὕλης, φησί, γένοιτο ἂν τὸ εἶδος, οὐ μὴν διὰ τὴν ὕλην γίνεται· οὐ γὰρ διὰ τὸ εἶναι λίθους καὶ ξύλα οἰκία γίνεται, ἀλλ’ ἐπειδὴ δεῖ γενέσθαι οἰκίαν, δεῖ ὑπάρχειν ξύλα καὶ λίθους. ἄνευ γὰρ τούτων οὐκ ἂν εἴη, οὐ μὴν ταῦτα αἴτια αὐτῆς, εἰ μὴ ὡς ὕλη· ἔστι γὰρ καὶ ἡ ὕλη τῶν καθ’ αὑτὸ αἰτίων, ἀλλ’ οὐ διὰ ταύτην τὸ εἶδος, ἐπεὶ ἔδει καὶ δίχα τοῦ οἰκοδόμου οἰκοδομηθῆναι τὴν οἰκίαν, εἴ γε αἱ δυνάμεις τῆς ὕλης αἴτιαι ἦσαν αὐτῆς. τοὐναντίον δὲ διὰ τὸ εἶδος ἡ ὕλη παραλαμβάνεται· διὰ γὰρ τὸ κρύπτειν ἄττα καὶ σῴζειν2 (ὅπερ ἐστὶν ὁ τῆς οἰκίας λόγος καὶ τὸ εἶδος), ταῦτα δ’ ἐστὶ τά τε σώματα ἡμῶν καὶ τὰ χρήματα, δι’ ἃ δεόμεθα τῆς οἰκίας. ἐπεὶ οὖν διὰ τοῦτο χρεία τῆς οἰκίας, διὰ τοῦτο οὐ τὴν τυχοῦσαν ὕλην παραληπτέον, ἀλλὰ τήνδε καὶ τήνδε· τοῦ εἴδους ἄρα ἕνεκα ἡ ὕλη. ἐπεὶ δὲ ἡ ὕλη τὸν τῶν ὧν οὐκ ἄνευ λόγον ἐπέχει, μὴ οὔσης τῆς ὕλης εἰκότως οὐδὲ τὸ εἶδος ἔσται.
“然而尽管如此,它固然并非没有这些而生成,但绝非由于这些,除非作为质料。” 他说,形式没有质料固然不会生成,但绝不是由于质料而生成的;因为房屋并不是由于存在石头和木料而生成的,相反,由于必须生成房屋,木料和石头才必须存在。因为没有这些,房屋就不会存在,但除了作为质料之外,这些并不是房屋的原因;因为质料虽然也属于自身原因之一,但形式并非由于它而存在,否则如果质料的潜能是房屋的原因,即使没有建筑师也本该把房屋建造出来。相反,质料是由于形式而被采用的;因为[质料被采用]是为了遮蔽和保全某些事物(这正是房屋的定义和形式),而这些事物就是我们的身体和财产,正是为了它们我们才需要房屋。因此,既然为此缘故而需要房屋,为此缘故被采用的就决不能是随意的质料,而是这种和那种特定的质料;可见质料是为了形式。而既然质料充当了“不可或缺之物”的角色,若没有质料,形式自然也就不会存在。
"Ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις πᾶσιν, ἐν οἷς τὸ ἕνεκά του ἐστιν." Ἐν τοῖς ἄλλοις πᾶσι, τοῖς τεχνητοῖς καὶ τοῖς φυσικοῖς. προσέθηκε δὲ ἐν οἷς τὸ ἕνεκά του διὰ τὰ τέρατα τὰ ἐν τοῖς φυσικοῖς, ὅσα πάντῃ τοῦ κατὰ φύσιν ἐκβέβηκεν, καὶ διὰ τὰ ἄλλα ἃ μὴ ὑπὸ φύσεως μὲν γίνεται, ἀλλ’ ὑπὸ διανοίας, μάτην δὲ καὶ εἰς οὐδὲν τέλος. γέγονε γάρ, φησίν, ὁ πρίων οὐ διότι σίδηρος ἦν, ἀλλ’ ὅτι ἔδει πρίειν λίθους καὶ ξύλα, τοῦτο δὲ γενέσθαι οὐχ οἷόν τε ἦν, εἰ μὴ ὕλη τῷ εἴδει τοῦ πρίονος ὑπέκειτο ὁ σίδηρος. διὰ τοῦτο γοῦν μεταλλεύομεν σίδηρον, ἐπειδὴ βουλευόμεθα πρίονα ποιῆσαι καὶ σκαπάνην καὶ ἄροτρον· οὐχ ὅτι ἔστι σίδηρος, διὰ τοῦτο ταῦτα ποιοῦμεν, ἀλλ’ ὅτι δεῖ τούτων, ταῦτα δὲ ἄνευ σιδήρου οὐκ ἂν εἴη, μεταλλευτέον σίδηρον. διὰ τὸ εἶδος ἄρα ἡ ὕλη, οὐ διὰ τὴν ὕλην τὸ εἶδος. ἐξ ὑποθέσεως ἄρα τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς· τὰ αὐτὰ γὰρ καὶ ἐπὶ τῶν φυσικῶν ἐροῦμεν ἅπερ καὶ ἐπὶ τῶν τεχνητῶν. οὐ διότι γὰρ σπέρμα καὶ καταμήνιον, διὰ τοῦτο ἄνθρωπος, ἐπεὶ ἔδει ἀεὶ ἐκ τούτων τὸν ἄνθρωπον γίνεσθαι, ἀλλ’ ἐπεὶ δεῖ ἄνθρωπον γενέσθαι, ἄνευ δὲ τούτων οὐκ ἂν γένοιτο, διὰ τοῦτο καὶ κατασκευάζει ταῦτα ἡ φύσις. διὰ τί ὁ πρίων τοιοσδί; ὅπως τοδὶ καὶ ἕνεκα τουδί. τουτέστι διὰ τί σιδήρεος καὶ ὀδοντωτός; φαμὲν ὅπως πρίζῃ. πρίζει δὲ τίνος ἕνεκα; ἵνα γένηται θύρα. ἕνεκα ἄρα τῆς θύρας ὁ πρίων, οὐ διὰ τὸν πρίονα ἡ θύρα.
“在其它所有存在着‘为了某物’的事物中同样如此。” “在其它所有事物中”,既指人工产物,也指自然物。他之所以补充说“存在着‘为了某物’的事物”,是因为自然物中的畸形(即所有完全背离了顺应自然之状态者),以及并非由自然而是由思想产生、却徒劳且不指向任何目的的其它事物。他说,因为锯子的生成并不是由于存在铁,而是由于必须锯开石头和木材,并且除非有铁作为质料充当锯子形式的基础,否则这就不可能发生。无论如何,正是为此缘故我们才开采铁,因为我们筹划制造锯子、十字镐和犁;我们并不是因为存在铁才制造这些,而是因为需要这些,而没有铁这些就不会存在,所以必须开采铁。可见质料是为了形式,而不是形式为了质料。因此自然物中的必然是出于假设的;因为关于自然物我们将说出与人工产物完全相同的话。因为并不是由于存在精液和经血,为此缘故就有人生成(否则从这些之中就必须总是生成人),相反,正是因为必须生成人,而没有这些就不会生成,为此缘故自然才把这些也准备妥当。“为什么锯子是这样的?为了如此这般,以及为了这个目的。”这就是说,为什么它是铁制的且有齿的?我们回答说,为了锯削。那么它为了什么而锯削?为了生成门。可见锯子是为了门,而不是门由于锯子。
- 2.147τὸ μὴ ὂν ὡς ὂν ὑποθεμένων
以不特定施事者为逻辑主语的属格独立结构(“当人们把不存在之物假设为存在时”)。表示主语的代词(如 τινῶν)被省略,表达了一种普遍适用的条件情境。
- 2.148διὰ γὰρ τὸ κρύπτειν ἄττα καὶ σῴζειν
承接前句的谓语动词 παραλαμβάνεται 而给出的表示原因的介词短语(διὰ τὸ κρύπτειν...),省略了限定动词。语法上需补足谓语,读作“[采用质料]是为了遮蔽……”。
