← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§328.23-330.9

数学推论与自然研究中从形式到质料的推导

菲洛波诺斯阐明了数学中的观照与自然事物中的行动及观照之间的关系,说明自然哲学家如何从形式的定义出发推论出所需的质料,并讨论了包含两者的完全定义以及划分法的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.146#3

εἰ μὲν γὰρ ἦν πρᾶξις ἐν τοῖς μαθήμασιν, ὁμοίως ἂν καὶ ἐν αὐτοῖς ἀνάπαλιν εἶχεν ἡ πρᾶξις τῇ θεωρίᾳ, καὶ ἦν ἂν ἡ τῆς πράξεως ἀρχὴ τέλος τῆς θεωρίας, νῦν δ’ ἐπειδὴ θεωρία μόνη ἐστὶν ἐν τοῖς μαθήμασιν, καὶ ἔστιν ἐπ’ αὐτοῖς ἀρχὴ μὲν αἱ προτάσεις ταύταις δὲ ἐξ ἀνάγκης ἕπεται τὸ συμπέρασμα, ὁμοίως δὲ καὶ ἐν τῇ τῶν φυσικῶν θεωρίᾳ πρῶτον μέν ἐστι τὸ εἶδος ἔσχατον δ’ ἡ ὕλη, καὶ ἕπεται ἐξ ἀνάγκης τῷ εἴδει ἡ ὕλη, ταύτῃ καὶ ἐν τοῖς φυσικοῖς τῷ προτέρῳ τὸ ὕστερον ἐξ ἀνάγκης ἕπεται. ἀλλ’ εἰ καὶ μὴ πάντως τῇ ὕλῃ ἕπεται τὸ εἶδος, ἀλλ’ οὖν ἀδύνατον ἄνευ τῆς ὕλης γενέσθαι τὸ εἶδος· ὥσπερ καὶ ἐπὶ τῶν μαθημάτων, εἰ καὶ μὴ τῷ συμπεράσματι πάντως ἕπονται αἱ προτάσεις, ἀλλ’ οὖν μὴ ὄντος τοῦ συμπεράσματος οὐκ ἂν εἶεν αἱ προτάσεις·1 ἀδύνατον γὰρ μὴ ἀληθοῦς ὄντος τοῦ συμπεράσματος ἀληθεῖς εἶναι τὰς προτάσεις. Ταῦτα εἰπὼν ἐπάγει ὅτι ἀμφότεραι μὲν αἱ ἀρχαὶ αὗται τῷ φυσικῷ λεκτέαι· διαλέξεται γὰρ καὶ περὶ εἴδους καὶ περὶ ὕλης, ἀλλὰ τὸ μὲν εἶδος λήψεται ἐκ τοῦ ὁρισμοῦ, ἐκ δὲ τούτου περὶ τῆς ὕλης συλλογιεῖται, ὥσπερ καὶ ὁ τεχνίτης λήψεται μὲν τὸ εἶδος τῆς οἰκίας ἐκ τοῦ ὁρισμοῦ αὐτῆς, ὅτι ἐστὶ σκέπασμα κωλυτικὸν φθορᾶς ἀπὸ ὄμβρων καὶ καυμάτων, ἐκ τούτου δὲ συλλογιεῖται καὶ περὶ τῆς ὕλης, ὅτι πρὸς τοῦτο δεῖ οὐ τῆς τυχούσης ὕλης (οὐ γὰρ καλάμων τυχὸν ἢ παπύρων δεῖ), ἀλλὰ στερεᾶς ὕλης στεγούσης ὑετόν. οὕτως οὖν καὶ ὁ φυσικὸς λήψεται μὲν τὸ εἶδος ἐκ τοῦ ὁρισμοῦ, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, ἐξ αὐτοῦ δὲ συλλογιεῖται ὅτι δεῖ τῷ λογικῷ ἐσομένῳ οὐχ ἁπλῶς τῆς τυχούσης ὕλης, ἀλλ’ ἐπεὶ οἰκεῖον τῷ λόγῳ τυχὸν τὸ ἀνώφορον, δεῖ τὸ ὑποδεξόμενον αὐτὸ σῶμα μὴ κυπτάζειν, ἀλλ’ ὄρθιον εἶναι· πρὸς τὸ γενέσθαι οὖν τοιόνδε σῶμα δεῖ οὐ τὴν τυχοῦσαν ὕλην παραληφθῆναι, ἀλλ’ ἐν ᾗ τὸ θερμὸν λεπτομερέστερόν ἐστι καὶ ἀνώφορον μᾶλλον, ἵνα οὕτως τυχὸν ἀνέχῃ τῇ ἐπὶ τὸ ἄνω ῥοπῇ ὄρθιον τὸ σῶμα. καὶ ἐπεὶ τὸ εἶδος τοῦ χαλκοῦ χυτόν ἐστι καὶ εὔηχον, ἡ τούτου ὕλη οὐκ ἂν εἴη γεώδης, ἀλλ’ ὑδατώδης μᾶλλον καὶ πνευματώδης· ἐν τούτοις γὰρ τὸ χυτόν, καὶ τὸ φωνητικὸν δὲ μάλιστα ἐν τῷ ἀέρι. καὶ οὕτως ἐπὶ πάντων. τάχα δὲ εἰ τὸν τέλειον ὁρισμὸν τοῦ πράγματος λάβοι, αὐτόθεν ἔχει καὶ τὴν ὕλην εἰλημμένην·2 εἴρηται γὰρ καὶ ἐν τοῖς Ἀποδεικτικοῖς ὅτι τριττοῦ ὄντος τοῦ ὁρισμοῦ, τοῦ μὲν ἀπὸ τῆς ὕλης τοῦ δὲ ἀπὸ τοῦ εἴδους τοῦ δὲ ἀπὸ τοῦ συναμφοτέρου (ὡς ἐπὶ τοῦ θυμοῦ ἔχει· ὁριζόμεθα γὰρ αὐτὸν ποτὲ μὲν ἀπὸ τῆς ὕλης, ὅτι ἐστὶ ζέσις τοῦ περικαρδίου αἵματος, ποτὲ δὲ ἀπὸ τοῦ εἴδους, ὅτι ἐστὶν ὄρεξις ἀντιλυπήσεως, ποτὲ δὲ ἀπὸ τοῦ συναμφοτέρου, ὅτι ἐστὶ ζέσις τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως), τριττοῦ οὖν ὄντος τοῦ ὁρισμοῦ ὁ τέλειος ὁρισμὸς καὶ τῷ φυσικῷ μάλιστα πρέπων ὁ ἀπὸ τοῦ συναμφοτέρου ἐστίν. ὁ οὖν εἰληφώς, φησί, τὸν τοιοῦτον ὁρισμὸν οὐ δεήσεται ἐξ αὐτοῦ τὰ περὶ τῆς ὕλης συλλογίζεσθαι, ἀλλ’ αὐτόθεν ἔχει τὴν ὕλην εἰλημμένην ἐν τῷ ὁρισμῷ. καὶ ἐπὶ τοῦ 〈τοῦ〉 ἀνθρώπου δὲ τὸ “θνητόν” τῆς ὕλης ἐστὶ δηλωτικόν. τὸν δὲ ὁρισμὸν δηλονότι τῶν φυσικῶν πραγμάτων οὐκ ἄλλος τις ἀποδώσει ἢ αὐτὸς ὁ φυσικός, ὀργάνῳ τῇ διαιρετικῇ τε καὶ ὁριστικῇ μεθόδῳ κεχρημένος. διαίρεσιν δὲ τῶν φυσικῶν ποιήσεται λαμβάνων τῷ λόγῳ τὰ ἐκ τῆς ἐναργείας ὑπάρχοντα τοῖς φυσικοῖς πράγματα, ὅτι τὰ μὲν αὐτῶν ζωῆς μετέχει τὰ δὲ οὔ, καὶ τῶν ζωῆς μετεχόντων τὰ μὲν αἰσθήσεως μετέχει τὰ δὲ οὔ, καὶ οὕτως περὶ πάντων τῶν ὑπαρχόντων αὐτοῖς· εἶτα συμπλέξας τὰ ἑκάστῳ τῶν γενῶν ἢ εἰδῶν κοινῇ τε καὶ ἰδίᾳ ὑπάρχοντα ἀποδώσει τὸν ἑκάστου ὁρισμόν.

因为如果数学对象中存在行动,那么在它们之中行动与观照的关系同样也会颠倒过来,行动的起点就会成为观照的终点;但现在,由于在数学对象中唯有观照存在,并且在它们那里前提是起点,结论出于必然随前提而来,同样在对自然物的观照中,形式是第一者,质料是最后者,而质料出于必然随形式而来,所以在这方面,自然物中后继者也出于必然伴随着先行者。然而,即便形式绝非必然伴随着质料,但没有质料,形式却不可能生成;这正如在数学对象中,即便前提绝非必然伴随着结论,但如果结论不存在,前提也不会存在;因为在结论不为真的情况下,前提不可能为真。在说了这些之后,他补充道,自然哲学家必须陈述这两种始基;因为他既要论述形式,也要论述质料,但他将从定义中获得形式,并由此推论出关于质料的情况,正如工匠从房屋的定义中获得房屋的形式(即它是防止风雨和酷热毁坏的遮蔽物),并由此推论出关于质料的情况:为了这一目的,所需的不是随意的质料(因为例如并不需要芦苇或纸莎草),而是能防雨的坚固质料。因此,自然哲学家也将从定义中获得形式,例如人是“有理性的、会死的动物”,并由此推论出:为了成为有理性的东西,所需的绝非随意的质料,而是因为向上运动大概是理性所特有的,所以接纳它的身体决不可佝偻,而必须是直立的;因此,为了生成这样的身体,所采纳的不能是随意的质料,而必须是其中的热更为精细且更倾向于向上的质料,以便大概以此通过向上的倾向使身体保持直立。又因为青铜的形式是易熔的和发声优美的,它的质料就不会是土性的,而毋宁是水性的和气性的;因为易熔性存在于这些之中,而发声性尤其存在于空气之中。在所有事物中皆是如此。或许如果有人把握了事物的完全定义,他也就从一开始把质料一并把握了;因为在《后分析篇》中也已说过,定义有三种:一种取自质料,一种取自形式,一种取自两者的结合(如在愤怒的例子中:我们有时从质料来定义它,称其为“心脏周围血液的沸腾”;有时从形式来定义,称其为“报复的欲望”;有时从两者的结合来定义,称其为“出于报复的欲望而引起的心脏周围血液的沸腾”);既然定义有三种,那么完全的且对自然哲学家最恰当的定义,就是取自两者结合的那一种。他说,因此把握了这种定义的人,将无需从中推论关于质料的事项,而是在定义中从一开始就已将质料包含在内了。而在人的〔定义〕的例子中,“会死的”也是指示质料的。显然,除了自然哲学家自己运用划分法和定义法作为工具之外,没有别人能够给出自然事物的定义。而他将通过理性把握由明晰可见之事实属于自然事物的属性来进行自然事物的划分:例如它们有的分有生命,有的则不分有;在分有生命者中,有的分有感觉,有的则不分有;对于属于它们的一切属性皆以此类推;然后把共同且固有地属于各属或各种的属性结合起来,给出各自的定义。

语法注2 条
  1. 2.146μὴ ὄντος τοῦ συμπεράσματος οὐκ ἂν εἶεν αἱ προτάσεις

    属格独立结构 μὴ ὄντος τοῦ συμπεράσματος 起条件从句作用(“如果结论不存在[不为真]”),与主句中带 ἄν 的希求法 οὐκ ἂν εἶεν αἱ προτάσεις 相呼应,以反事实形式表达否定后件律(modus tollens)。

  2. 2.146αὐτόθεν ἔχει καὶ τὴν ὕλην εἰλημμένην

    这是由动词 ἔχει 与完成时被动分词 εἰλημμένην 构成的迂回表达,强调一旦把握了完全定义,质料也就随之处于已被把握的结果状态。副词 αὐτόθεν 修饰该结构,意为“直接从定义本身/从一开始”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:328.23-330.9