← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§327.10-328.23

三段论与自然中的假定必然性及其推论顺序的颠倒

斐洛波诺斯论证了三段论(数学)与自然物(实践)中的必然性皆基于假定,并分析了二者在推论次序上的颠倒——三段论由前提(质料)推导至结论(形式),而自然物则是由形式(目的)的确立而要求质料——以及从观照视角来看二者的相通之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.146#2

ἐξ ὑποθέσεως γὰρ καὶ ἐν τοῖς συλλογισμοῖς τὸ ἀναγκαῖον· ὑποθεμένοις γὰρ τὰς προτάσεις ἐξ ἀνάγκης ἕπεται τὸ συμπέρασμα,1 ὥσπερ καὶ ἐν τοῖς φυσικοῖς τοῦ εἴδους ὑποτεθέντος ἐξ ἀνάγκης ἔσται καὶ ἡ ὕλη. τὸ μὲν οὖν ἐξ ὑποθέσεως ἀναγκαῖον ὁμοίως ἐπ’ ἀμφοῖν, ἡ δὲ τάξις τῆς ἀκολουθίας ἀντέστραπται· ἐπὶ μὲν γὰρ τῶν συλλογισμῶν εἰ αἱ προτάσεις, καὶ τὸ συμπέρασμα (τουτέστιν εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον), οὐκέτι μέντοι εἰ τὸ συμπέρασμα, καὶ αἱ προτάσεις· ἀληθῶν μὲν γὰρ οὐσῶν τῶν προτάσεων, ἀληθὲς ἐξ ἀνάγκης καὶ τὸ συμπέρασμα, οὐκέτι μέντοι εἰ τὸ συμπέρασμα, καὶ αἱ προτάσεις. τὸ γὰρ αὐτὸ συμπέρασμα δυνατὸν ἄλλοτε ἄλλαις προτάσεσι συναγαγεῖν, καὶ οὐ μόνον ἐξ ἀληθῶν, ἀλλὰ καὶ ἐκ ψευδῶν ἀληθές· εἰ μὲν γὰρ εʹ καὶ εʹ, πάντως ιʹ, οὐ μέντοι εἰ ιʹ, πάντως εʹ καὶ εʹ, ἀλλὰ δύναται ζʹ καὶ γʹ, καὶ ςʹ καὶ δʹ. καὶ ἐπὶ συλλογισμῶν δὲ ‘ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία’, καὶ ἐκ ψευδῶν δὲ τὸ αὐτὸ συνάξεις ‘ὁ ἄνθρωπος λίθος, ὁ λίθος οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία’. ὥστε πάντως μὲν ταῖς τοιαῖσδε προτάσεσιν ἕπεται καὶ τοιόνδε συμπέρασμα, οὐ μέντοι τοιῷδε συμπεράσματι πάντως ἕπονται τοιαίδε προτάσεις. εἰ γάρ τις εἴποι ὅτι δυνατὸν ἐξ ἀληθῶν προτάσεων ψευδὲς συναγαγεῖν συμπέρασμα, οἷόν ἐστιν ‘ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον δισύλλαβον, ὁ ἄνθρωπος ἄρα δισύλλαβος’, ἴστω ὅτι οὐ σῴζει ὁ τοιοῦτος τὰς προτάσεις· ὁ γὰρ μέσος ὅρος οὐκ ἔστι κοινός. ἄλλος μὲν γάρ ἐστιν ὁ κατηγορούμενος ἐν τῇ ἐλάττονι, καὶ ἄλλος ὁ ὑποκείμενος τῇ μείζονι· τῆς μὲν γὰρ ἐλάττονος ζῷον τὸ οὐσιῶδες κατηγορεῖται, τῇ δὲ μείζονι ἡ φωνὴ αὐτὴ καὶ τὸ ὄνομα τὸ τοῦ ζῴου.2 ὥστε οὐδὲ προτάσεις εἰσὶν αὗται συλλογισμοῦ (οὐδὲ γὰρ συνεπλάκησαν κοινῷ ὅρῳ), ἀλλὰ μόνον δύο εἰσὶν ἀποφάνσεις ἀπολελυμέναι. ἐπὶ μέντοι τοῦ ‘ὁ ἄνθρωπος λίθος, ὁ λίθος οὐσία’, εἰ καὶ ψευδὴς ἡ ἐλάττων πρότασις, ἀλλ’ οὖν ἡ συμπλοκὴ συλλογιστική ἐστι· κοινὸς γὰρ ὁ μέσος ὅρος, καὶ σχῆμά ἐστι τὸ ἐκ τῆς συμπλοκῆς αὐτῶν ἀποτελούμενον. ἐπὶ μὲν οὖν τῶν συλλογισμῶν, ὡς εἶπον, τῷ πρώτῳ, λέγω δὴ ταῖς προτάσεσιν αἵτινές εἰσιν ὕλη τοῦ συλλογισμοῦ ὑποτεθείσαις, τὸ δεύτερον ἀκολουθεῖ, λέγω δὴ τὸ συμπέρασμα, τῷ δὲ δευτέρῳ οὐκέτι τὸ πρῶτον· ἐπὶ δὲ τῶν φυσικῶν, καὶ καθόλου τῶν πρακτῶν πάντων εἴτε τεχνητῶν εἴτε προαιρετῶν, ἔμπαλιν, τοῦ μὲν ὑστέρου, λέγω δὴ τοῦ εἴδους, ὑποτεθέντος, ἀνάγκη πᾶσα τὴν ὕλην, ὅπερ ἐστὶ πρότερον, ἕπεσθαι, οὐ μέντοι εἰ ἡ ὕλη ὑπάρχει, πάντως ἕψεται καὶ τὸ εἶδος, ὡς εἴπομεν ἤδη. ἡ μὲν οὖν διαφορὰ τῶν φυσικῶν καὶ καθόλου τῶν πρακτῶν πρὸς τὰ μαθηματικά, αὕτη, ἡ δὲ κοινωνία, ὅτι τε ἐξ ὑποθέσεως ἐν πᾶσι τὸ ἀναγκαῖον (ἑνὸς γὰρ ὑποτεθέντος ἕπεται τὸ λοιπόν, ἐν μὲν τοῖς πρακτοῖς τοῦ εἴδους ὑποτεθέντος ἡ ὕλη ἕπεται, ἐν δὲ τοῖς μαθηματικοῖς τῆς ὕλης ὑποτεθείσης ἕπεται τὸ εἶδος), καὶ ὅτι τρόπον τινὰ καὶ ἐν τοῖς φυσικοῖς τῷ πρώτῳ τὸ δεύτερον ἕπεται, ὥσπερ καὶ ἐν τοῖς μαθηματικοῖς· τὸ γὰρ εἶδος, ὅπερ ἐστὶ τῆς πράξεως τέλος, ἀρχή ἐστι τῆς θεωρίας. εἰ οὖν ἡ θεωρία ἄρχεται μὲν ἀπὸ τοῦ εἴδους λήγει δὲ εἰς τὴν ὕλην, ἕπεται δὲ τῷ εἴδει ἡ ὕλη, καὶ ἐν τοῖς φυσικοῖς ἄρα τρόπον τινὰ τῇ ἀρχῇ ἐξ ἀνάγκης τὸ τέλος ἕπεται, ὥσπερ καὶ ἐν τοῖς μαθηματικοῖς. εἶτα καὶ τὴν αἰτίαν τούτου προστίθησι· διότι, φησίν, ἐν τοῖς μαθηματικοῖς πρᾶξις οὐκ ἔστι, θεωρία δὲ μόνη.

因为在三段论中,必然性也是基于假定的;因为对于设定了前提的人而言,结论出于必然随之而来,正如在自然物中,当形式被设定时,质料也出于必然将存在一样。因此,必然性基于假定这一点在两者中是相同的,但推论相承的次序却颠倒了。因为在三段论中,如果前提存在,结论也存在(即如果第一者存在,第二者也存在),然而绝不再是如果结论存在,前提也存在;因为当前提为真时,结论出于必然也为真,然而绝不再是如果结论存在,前提也存在。因为同一种结论完全可以在不同的时候通过不同的前提被推导出来,并且不仅能从真前提推导出真结论,也能从假前提推导出真结论。例如,如果是5和5,则绝对是10;然而如果是10,却绝不必然是5和5,而可以是7和3,也可以是6和4。在三段论中也是如此:“人是动物,动物是实体,所以人是实体”;而你从假前提中也将推导出同样的结论:“人是石头,石头是实体,所以人是实体”。因此,在如此这般的前提之后,如此这般的结论绝对随之而来,然而在如此这般的结论之后,如此这般的前提却绝非必然随之而来。因为如果有人说,可能从真前提推导出假结论,比如“人是动物,‘动物’是双音节词,所以人是双音节的”,那么这样的人应当知道,他并没有保持住前提;因为中项并不是共同的。因为在小前提中被断述者是一回事,在大前提中充当主项者是另一回事;因为就小前提而言,被断述的是作为本质属性的动物,而就大前提而言,充当主项的是声音本身以及“动物”这个名称本身。因此,这些甚至都算不上是三段论的前提(因为它们并没有通过一个共同项结合在一起),而仅仅是两个孤立的断言。然而在“人是石头,石头是实体”这一例子中,即使小前提为假,但其结合方式终究是合乎三段论的;因为中项是共同的,由它们的结合所构成的正是一个推论格。因此,正如我所说,一方面在三段论中,当第一者——我指的正是作为三段论质料的前提——被设定时,第二者——我指的正是结论——随之而来,但第一者绝不再随第二者而来;另一方面在自然物中,以及普遍在一切实践事物中(无论是技艺性的还是出于抉择的),情况正好相反:当后继者——我指的正是形式——被设定时,先行者即质料的相随乃是完全必然的,然而正如我们此前已经说过的,即使质料存在,形式也绝非必然随之而来。因此,自然物(以及普遍而言的实践事物)与数学对象之间的差异就在于此;而它们的共通之处则在于:其一,在所有这些事物中,必然性都是基于假定的(因为当一者被设定时,余者随之而来:在实践事物中,当形式被设定时质料随之而来;而在数学对象中,当质料被设定时形式随之而来);其二,在某种意义上,在自然物中第二者也伴随着第一者,正如在数学对象中那样;因为形式作为行动的目的(终点),乃是观照(考察)的始基(起点)。因此,如果观照始于形式而终于质料,且质料伴随着形式,那么在自然物中,在某种意义上终点也出于必然伴随着始基,正如在数学对象中那样。随后他还补充了此点的原因:他说,这是因为在数学对象中不存在行动,而唯有观照。

语法注2 条
  1. 2.146ὑποθεμένοις γὰρ τὰς προτάσεις ἐξ ἀνάγκης ἕπεται τὸ συμπέρασμα

    与格分词 ὑποθεμένοις 在此作判断者与格或关系与格,与动词 ἕπεται 相连,表示“对于设定了前提的人而言 / 一旦设定了前提”。在语法上,它并非独立结构,而是引入进行推论的主体,表明结论相对于设定前提者的必然随附关系。

  2. 2.146τῆς μὲν γὰρ ἐλάττονος ζῷον τὸ οὐσιῶδες κατηγορεῖται, τῇ δὲ μείζονι ἡ φωνὴ αὐτὴ καὶ τὸ ὄνομα τὸ τοῦ ζῴου

    在两个对称分句中存在格的不对应:前半句的属格 τῆς μὲν γὰρ ἐλάττονος 与 κατηγορεῖται 搭配,意为“就小前提而言断述……”;后半句的与格 τῇ δὲ μείζονι 则呼应前文的 ὑποκείμενος(或承前省略的 ὑπόκειται),意为“对大前提而言充当主项”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:327.10-328.23