← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§325.18-327.10

自然中的假定必然性与目的对质料的要求

菲洛波诺斯讨论了亚里士多德提出的第二个问题,即自然物中的必然性究竟是单纯的还是基于假定的;他驳斥了自然哲学家关于形式单纯随质料潜能而生的观点,并通过营建房屋和三段论的类比,阐明自然的必然性乃是以目的(形式)为前提而要求质料的假定必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.146#1

" Τὸ δ’ ἐξ ἀνάγκης πότερον ἐξ ὑποθέσεως ὑπάρχει ἢ καὶ ἁπλῶς;" Τῶν δύο προβλημάτων ὧν προεβάλλετο δείξας τὸ ἕτερον, τοῦτο δ’ ἐστὶν ὅτι ἡ φύσις ἕνεκά του πάντα ποιεῖ, νῦν ἐπὶ τὸ λοιπὸν μετέρχεται· τοῦτο δὲ ἦν πῶς ἔστιν ἐν τοῖς φυσικοῖς τὸ ἀναγκαῖον, πότερον ἁπλῶς καὶ κατὰ ἕνα τινὰ εἱρμὸν ἀνάγκη τῷ προτέρῳ τὸ δεύτερον ἕπεσθαι καὶ τούτῳ τὸ τρίτον καὶ οὕτως ἐφεξῆς, ὥσπερ ἔχει ἐπὶ τῶν οὐρανίων (ἀνάγκη γὰρ ἀπὸ Κριοῦ γίνεσθαι ἐν Ταύρῳ, καὶ ἐκ τούτου ἐν Διδύμοις, καὶ οὕτως ἐφεξῆς κατὰ ἕνα τινὰ καὶ ἀναγκαῖον εἱρμὸν τοῖς προτέροις ἀεὶ τῶν δευτέρων ἑπομένων), ἢ οὐχ οὕτω τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς, ἀλλ’ ἐξ ὑποθέσεως τῶν δευτέρων ὑποτεθέντων ἐξ ἀνάγκης τὰ πρότερα ἕπεται.1 οἷον τι λέγω· τῇ ὕλῃ ἐξ ἀνάγκης ἕπεται τὸ εἶδος, ὅπερ ἂν εἴη τὸ ἁπλῶς ἀναγκαῖον· διότι γὰρ ἔχει τοιάνδε δύναμιν ἡ ὕλη, δεῖ πάντῃ τε καὶ πάντως ἕπεσθαι καὶ τὸ εἶδος. ἢ οὐχ οὕτως, ἀλλ’ εἰ δεῖ γίνεσθαι τὸ εἶδος, δεῖ τοιάνδε ὕλην προϋποκεῖσθαι. οἱ μὲν οὖν φυσικοὶ τὸ ἁπλῶς ἀναγκαῖον ἐν τοῖς γινομένοις ὑπετίθεντο· πάντες γὰρ ταῖς δυνάμεσι τῆς ὕλης ἐξ ἀνάγκης ἕπεσθαι τὰ εἴδη ἔλεγον. ὥσπερ ἂν εἰ καὶ τὴν οἰκίαν διὰ τοῦτο τοιάνδε εἶναι ἔλεγον, διὰ τὰς φυσικὰς τῆς ὕλης ἐξ ἧς σύγκειται δυνάμεις (οἷον διότι γὰρ βαρεῖς μὲν οἱ λίθοι κουφότεραι δὲ τούτων αἱ πλίνθοι ἔτι δὲ κουφότερα τὰ ξύλα, διὰ τοῦτο γέγονεν ἡ οἰκία ἔχουσα τὰ μὲν θεμέλια κάτω, ἐφεξῆς δὲ τούτοις τὰς πλίνθους, καὶ ὑπεράνω πάντων τὰ ξύλα, διότι τῶν ἄλλων κουφότερα· πάνυ γελοίως διὰ τὰς δυνάμεις τῆς ὕλης τοιόνδε σχῆμα ἔχειν τὴν οἰκίαν ὑποτιθέμενοι,2 οὐ διότι ἔδει τὴν οἰκίαν τοιάνδε εἶναι καὶ διὰ τοῦτο τοιάνδε ὕλην παρασκευασθῆναι· εἰ γὰρ ἁπλῶς ταῖς δυνάμεσι τῆς ὕλης εἵπετο τοιόνδε εἶδος, ἔδει αὐτομάτως εἶναι τὴν οἰκίαν οὔσης τῆς ὕλης, καὶ μηδὲν τοῦ τάττοντος δεῖσθαι), οὕτως δὲ καὶ οἱ φυσικοὶ τὸ ἀναγκαῖον ἐν τοῖς γινομένοις ὑπάρχειν ἔλεγον· διὰ γὰρ τὸ τὸ ψυχρὸν εἶναι τοιόνδε καὶ τὸ θερμόν, γενέσθαι ὀστοῦν ἢ σάρκα ἢ τῶν ἄλλων ὁτιοῦν, ἤγουν διὰ τὸ τὰς ἀτόμους σφαιρικὰς εἶναι τὸ πῦρ καίειν, ἢ τὸ ὕδωρ ψύχειν διὰ τὸ ἐκ κυβικῶν εἶναι ἀτόμων· καὶ ἕκαστος ἁπλῶς τὰς αἰτίας τῆς τῶν εἰδῶν γενέσεως τῇ ὑπ’ αὐτοῦ ἐπινενοημένῃ ὕλῃ ἀνέθηκεν. ἔχει δὲ τὸ ἀναγκαῖον οὐχ οὕτως ἐν τοῖς φυσικοῖς· οὐδὲν γὰρ ἔδει φύσεως τῆς ἐργαζομένης. οὐδὲ γὰρ τὴν ὕλην ἡ φύσις ἐργάζεται, ἀλλ’ οὔσῃ χρῆται εἰς τὴν τῶν εἰδῶν γένεσιν· τὰ γὰρ στοιχεῖα ὄντα λαβοῦσα καὶ τοίως ἢ τοίως μίξασα, οὕτως ἄλλο καὶ ἄλλο ἐπιτίθησιν εἶδος. εἰ δ’ ἁπλῶς τῇ τῆς ὕλης δυνάμει εἵποντο τὰ εἴδη, τίς ἦν χρεία τοῦ ποιητικοῦ αἰτίου, τῆς φύσεως φημί; ἐξ ὑποθέσεως οὖν τὸ ἀναγκαῖον· διὰ γὰρ τὸ δεῖν τοιόνδε εἶδος εἶναι, διὰ τοῦτο παραλαμβάνεται ἡ ὕλη. ἀμέλει, ὡς εἶπον, καὶ παραληφθείσης τῆς ὕλης καὶ καλλιεργηθείσης καὶ προδρόμων εἰδῶν προγεγενημένων οὐ πάντως τὸ σκοπιμώτατον ἐπιγίνεται εἶδος. οὕτως ἄρα οὐ ταῖς τῆς ὕλης δυνάμεσιν ἐξ ἀνάγκης τὰ εἴδη ἕπονται, ἀλλ’ ἔμπαλιν, ὡς εἶπον, καὶ ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον, εἰ δεῖ τοιόνδε εἶδος εἶναι, δεῖ ὕλην παραληφθῆναι τοιάνδε, οἷον θερμὴν μὲν τοσήνδε ψυχρὰν δὲ τοσήνδε. καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἔχει οὖν, φησί, τὸ ἀναγκαῖον ἐν τοῖς φύσει τρόπον τινά, ὥσπερ ἐν τοῖς μαθήμασιν· ἐξ ὑποθέσεως γὰρ καὶ ἐν τοῖς μαθήμασι τὸ ἀναγκαῖον. μαθήματα δὲ λέγει τὰς δείξεις τὰς μαθηματικὰς συλλογιστικῶς προϊούσας, ὥστε καθολικώτερον ἔστιν εἰπεῖν ἀντὶ τῶν μαθημάτων τοὺς συλλογισμούς, ὅτι ὡς ἔχει ἐν τοῖς συλλογισμοῖς τὸ ἀναγκαῖον, οὕτως ἔχει καὶ ἐν τοῖς φυσικοῖς.

“出于必然者,究竟是基于假定而存在,还是也单纯地存在?” 在他此前所提出的两个问题中,既然他已经证明了其中之一,即自然为了某种目的而做一切,现在他便转向余下的问题。而这余下的问题就是:必然之物在自然物中是如何存在的?究竟是单纯地且依循某种单一链条,后继者必然伴随先行者,第三者伴随第二者,并如此依次相继,正如在天体现象中那样(因为必然从白羊座进入金牛座,并由此进入双子座,且如此依次相继,依循某种单一且必然的链条,后继者始终伴随着先行者);还是说自然物中的必然并非如此,而是基于假定,即当后继者被假定设立时,先行者出于必然随之而来?我的意思是这样:形式是否出于必然伴随着质料——这便是单纯的必然,因为质料具有如此这般的潜能,形式便在一切方面且无论如何都必须伴随而来——还是并非如此,而是假若形式必须生成,就必须预先具备如此这般的质料?自然哲学家们在生成的事物中假定了单纯的必然;因为他们全都断言形式出于必然伴随着质料的诸潜能。这就好比他们断言房屋之所以是如此这般的,是由于构成它的质料的自然潜能(例如,因为石头重,砖块比石头轻,木材则更轻,房屋生成时便将地基置于下方,紧接着地基的是砖块,而木材位于一切之上,因为木材比其他材料更轻——他们极其可笑地假定房屋具有如此这般的形式是出于质料的诸潜能,而不是因为房屋必须是如此这般的,并且正因如此才必须备办如此这般的质料;因为如果如此这般的形式单纯地伴随着质料的诸潜能,那么只要质料存在,房屋就应当自发地存在,而根本不需要任何安排组织者)。自然哲学家们也正是这样断言必然性存在于生成的事物之中:他们认为由于冷具有如此这般的性质,热具有如此这般的性质,骨骼或肌肉或其余任何东西便得以生成;或者因为原子是球形的,火便能燃烧,或者水之所以冷却,是因为它由立方体原子构成;每个人都单纯地将形式生成的诸原因归结于自己所设想的质料。然而自然物中的必然性并非如此;因为若真如此,就根本不需要起作为作用的自然了。因为自然并不制作质料,而是利用已有的质料来进行形式的生成;它获取现存的元素,以这种或那种方式将其混合,从而如此这般地赋予一个又一个不同的形式。但如果诸形式单纯地伴随着质料的潜能,那么动力因——我指的是自然——还有什么必要呢?因此,必然性是基于假定的;因为为了必须具有如此这般的形式,正因如此才取用质料。当然,正如我所说,即使取用了质料并加以精心处理,且先行形式也已预先生成,最被追求的形式也绝非在任何情况下都会随之出现。由此可见,诸形式绝非出于必然伴随着质料的诸潜能,而是相反,正如我所说,必然性是基于假定的:如果必须具有如此这般的形式,就必须取用如此这般的质料,例如若干程度的热与若干程度的冷;在其余事物上亦是如此。因此他说,自然物中的必然性在某种程度上正如数学学科中那样;因为在数学学科中必然性也是基于假定的。而他所说的数学学科是指依三段论推进的数学证明,因此我们可以用三段论来更为普遍地代替数学学科,即:正如必然性在三段论中那样,在自然物中也是如此。

语法注2 条
  1. 2.146τῶν δευτέρων ὑποτεθέντων ἐξ ἀνάγκης τὰ πρότερα ἕπεται

    独立属格 τῶν δευτέρων ὑποτεθέντων 带有条件意义,意为“当后继者(即目的或形式)被设立为假定时”。主句中的动词 ἕπεται 表示逻辑上的推论或必需要求,而非时间上的后继:一旦目的被先行确立,作为其必要手段与条件的先行者(质料与准备阶段)就必然地被要求随之备办,从而构成了假定必然性特有的顺序倒置。

  2. 2.146πάνυ γελοίως διὰ τὰς δυνάμεις τῆς ὕλης τοιόνδε σχῆμα ἔχειν τὴν οἰκίαν ὑποτιθέμενοι

    分词 ὑποτιθέμενοι 在意义上与自然哲学家们(作为隐含的主语)相一致,统辖带宾格的不定式结构 τοιόνδε σχῆμα ἔχειν τὴν οἰκίαν。在句法上,它作为插入性的批判评价依附于 ὥσπερ ἂν εἰ ... ἔλεγον 所引导的比喻,副词 πάνυ γελοίως 则直接修饰其设想之荒谬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:325.18-327.10