← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§323.23-325.17

作为内在始基的自然与目的的规则性

针对《物理学》第二卷第八章结语(199b17–30),菲洛波诺斯阐述了自然目的的规则性以及在杂交和缺陷中目的性的界限,以旅行者的例子(并提及赎救柏拉图的异文)说明出于机遇的目的实现乃是偶性的,并通过木材中内在的造船术和自我医治的医生的比喻,论证自然作为无须深思熟虑的内在始基的目的性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.141

" Ἀφ’ ἑκάστης δὲ οὐ τὸ αὐτὸ ἑκάστοις οὐδὲ τὸ τυχόν,1 ἀεὶ μέντοι ἐπὶ τὸ αὐτό, ἂν μή τι ἐμποδίσῃ." Ὅτι οὔτε ἡ αὐτὴ φύσις πλειόνων τελῶν ἐστι ποιητική, οὔτε πλείους φύσεις ἓν καὶ τὸ αὐτὸ ἀπεργάζονται εἶδος, ἀλλ’ ἐφ’ ἑκάστης ὡρισμένον ἐστὶ τὸ εἶδος, εἰ μή τι τῶν ἔξωθεν ἐμποδίσῃ. συνάγομεν γὰρ πολλάκις διάφορα ζῷα εἰς συνουσίαν, ὡς ἵππον καὶ ὄνον εἰς ἡμιόνου γέννησιν, καὶ ποιοῦμεν ἐκ δύο εἰδῶν ἕν, ἀλλ’ οὖν καὶ ἐνταῦθα θαυμαστὴ τῆς φύσεως ἡ πρόνοια τὰ τοιαῦτα ἄγονα ποιήσασα, ἵνα μάθῃς ὡς ὅσα μὲν ὑπ’ αὐτῆς γίνεται μηδενὸς τῶν ἔξωθεν βιαζομένου ἢ διακόπτοντος, ταῦτα τοῦ σκοπιμωτάτου τέλους τυγχάνει, τοῦτο δ’ ἐστὶν ἡ διαδοχὴ τῶν εἰδῶν, ὅσα δὲ μὴ οὕτως γίνεται, πηρώματά ἐστι καὶ οὐδ’ ὅλως διαμένει, ἢ διαμένοντα τοῦ φυσικωτάτου τέλους οὐ τυγχάνει. κἀνταῦθα δὲ ἡ σύνοδος τῶν σύνεγγυς, οὐ τῶν πόρρω.

“然而由每一[始基]生成的,既非对于一切皆为同一,亦非偶然碰巧之物,而是始终走向同一者,除非有什么加以阻碍。” 这就是说,既非同一自然能产生多个目的,亦非多个自然造就同一形式,而是在每一事物上形式都是被限定的,除非某种外在之物加以阻碍。因为我们常常把不同的动物聚在一起交配,例如为了产生骡子而结合马与驴,从而由两种形式制造出一种;然而即使在此处,自然的顾护也是令人惊叹的,它使此类生物不育,以便让你明白:凡是由自然生成、没有受到任何外在之物强迫或阻断者,皆能达到最被追求的目的——即形式的相继传承,而凡不是如此生成者,则是缺陷残疾,完全不能存续,或者即使存续也无法达到最自然的终点。而且即使在此处,结合也只发生在邻近者之间,而非相去遥远者之间。

§2.142

"Τὸ δὲ οὗ ἕνεκα, καὶ ὃ τούτου ἕνεκεν, γένοιτο ἂν καὶ ἀπὸ τύχης." Ἐπειδὴ ἔδειξεν ὅτι ἐν τῇ φύσει τὸ ἕνεκά του, καὶ ἔχει τι τέλος οὗ ἕνεκα πάντα πράττει, ἆρα, φησίν, ἐν μόνῃ τῇ φύσει, ἢ καὶ ἐν τῇ τύχῃ ἔστι τὸ ἕνεκά του καὶ τὸ οὗ ἕνεκα ταῦτα πράττεται; καί φησιν ὅτι ἔστι καὶ ἐν τῇ τύχῃ, ἀλλ’ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός. ἐλθὼν γάρ τις ἀπὸ ξένης ἐλούσατο, ἀλλ’ οὐ τούτου ἕνεκεν ἦλθεν ἵνα λούσηται, ἐγένετο μέντοι ὁ πλοῦς ὡς ἕνεκα τούτου. κατὰ συμβεβηκὸς οὖν ἐν τῇ τύχῃ τὸ ἕνεκά του, οὐ καθ’ αὑτό, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται.

“然而‘何所为’以及‘为了此目的者’,也可能出于机遇而生成。” 他说,既然他已经证明了“为了某种目的”存在于自然之中,并且自然具有某种目的作为其行一切事情的何所为,那么,“为了某种目的”以及行这些事情所为了的“何所为”,究竟只存在于自然中,还是也存在于机遇中呢?他说这也存在于机遇中,但不是就其自身而言,而是偶性地存在。因为某人从外地来洗了澡,但他并非为了洗澡而来,然而这次航行却发生得仿佛正是为了这个目的。因此正如前文所说,在机遇中“为了某种目的”是偶性的,而非就其自身而言的。

§2.143

"Λέγομεν ὅτι ἀπὸ τύχης ἦλθεν ὁ ξένος καὶ λουσάμενος ἀπῆλθεν." Γράφεται καὶ λυσάμενος ἀντὶ τοῦ λυτρωσάμενος. οἷον εἴ τις ἐν πόλει ἐλθὼν εὕροι τινὰ δέσμιον, εἶτα λυτρώσηται τοῦτον· λέγομεν γὰρ ἐν τοῖς τοιούτοις, ὅτι ἦλθεν ἵνα λυτρώσηται αὐτόν. καίτοι οὐ τούτου ἕνεκεν ἦλθεν, ἀλλὰ τὸ ἐκβὰν οὕτω γέγονεν ὡς ἂν εἰ τούτου ἕνεκεν ἦλθεν, ὅπερ πεποίηκεν· ἀπερχόμενος γὰρ ἀγωνίσασθαι Ὀλύμπια2 καὶ εὑρὼν ἐν Αἰγίνῃ Πλάτωνα δεδεμένον, ἀγοράσας ἐλυτρώσατο εἰπὼν ὅτι οὐκ ἂν πολλὰς νίκας ἐν Ὀλυμπίᾳ ἀντηλλάξατο τῆς πράξεως ταύτης.

“我们说异乡人出于机遇而来,洗完澡便离开了。” [文本]亦写作“解救后”,意为“赎出后”。例如,假若某人来到一座城邦,发现某人被囚禁,随后将其赎出;因为在这种情况中我们也会说,他来是为了赎出此人。然而他并非为了此目的而来,只是发生的事情正如他为了所做的这件事情而来一样。事实上,某人正前往参加奥林匹克竞技,在埃癸娜发现柏拉图被囚禁,便出资将其赎出,并说他绝不愿用这一行为来换取许多次奥林匹克的胜利。

§2.144

"Καὶ εἰ ἐνῆν ἐν τῷ ξύλῳ ἡ ναυπηγική, ὁμοίως ἂν τῇ φύσει ἐποίησεν." Ἄλογον, φησί, τὸ νομίζειν μὴ ἕνεκά του ποιεῖν τὴν φύσιν διὰ τὸ μὴ ὁρᾶν αὐτὴν βουλευομένην, ὁπότε οὐδὲ ἡ τέχνη βουλεύεται· εἰ τοίνυν ἐπινοήσαις τὴν ναυπηγικὴν τέχνην ἐν τῷ ξύλῳ καταδεδυκυῖαν, τί πλέον ἂν ἐποίησεν ἢ ὡς ἡ φύσις ἐποίει μὴ βουλευομένη; μὴ γὰρ δὴ ὅτι ἐν ἀνθρώπῳ ἡ τέχνη σκόπει,3 ἀλλὰ ταύτην τοῦ ἀνθρώπου χωρίσας ἐγκατάθες τῷ ξύλῳ, καὶ οὐδὲν ὄψει πλέον ποιοῦσαν ἢ ὡς νῦν ἔξωθεν οὖσα ἐργάζεται. ὥσπερ οὖν νῦν ἔξω οὖσα ἕνεκά του πάντα ποιεῖ, καὶ ἐν τῷ ξύλῳ δηλονότι οὖσα, ὥσπερ ἡ φύσις ἐν τοῖς φυσικοῖς, ἕνεκά του ἂν πάντα ἐποίησε. διὰ τί οὖν μὴ καὶ νῦν τὴν φύσιν οὕτως ποιεῖν φαμεν ἐν τοῖς φυσικοῖς ἐνυπάρχουσαν;

“假若造船术内在于木材之中,它就会以类似于自然的方式进行制作。” 他说,仅仅因为没有看到自然在深思熟虑,就认为自然不是为了某种目的而作为,这是不合道理的,因为就连技艺也是不深思熟虑的。因此,如果你设想造船技艺潜入到木材内部,那么比起不深思熟虑的自然所制作的方式来,它还会多做什么呢?你切莫着眼于技艺存在于人之中,而是应当将它与人分离开来,安置在木材内部,你便会看到它所做的不比它现在从外部工作时多出分毫。因此,正如现在它在外部时为了某种目的作为一切,同样显而易见的是,若它在木材内部,正如自然在自然物内部一样,它也会为了某种目的作为一切。那么,我们现在为何不说自然也是如此内在于自然物中而进行作为呢?

§2.145

"Μάλιστα δὲ δῆλον, ὅταν τις ἰατρεύῃ αὐτὸς ἑαυτόν." Ἐπειδὴ ὑπέθετο τὴν τέχνην ἐν τῷ ξύλῳ ἐνυπάρχουσαν, ἵνα ἀπεικάσῃ αὐτὴν τῇ φύσει ἐγγυτέρω φέρων τὴν εἰκόνα, τούτῳ ἐχρήσατο τῷ παραδείγματι, ᾧπερ καὶ ἐν τοῖς ἔμπροσθεν. ἔοικε γὰρ ὡς ἐν τεχνητοῖς ὁ ἰατρεύων ἑαυτὸν ἰατρὸς τῇ φύσει· τὴν ἀρχὴν γὰρ τῆς ὑγιείας ἐν ἑαυτῷ ἔχει, ἀλλὰ συμβέβηκεν ἐνταῦθα τὸν ἰατρευόμενον ἅμα καὶ ἰατρὸν εἶναι.

“而当有人自己医治自己时,这一点最为明显。” 既然他曾假设技艺内在于木材中,以便拉近比喻并将其类比于自然,他就运用了这个例子,正是他在前文中所用的那个例子。因为在人工造物所能达到的范围内,医治自己的医生确实类似于自然;因为他在自身中拥有健康的始基,只不过在此处碰巧被医治者与医生乃是同一个人。

语法注3 条
  1. 2.141Ἀφ’ ἑκάστης δὲ οὐ τὸ αὐτὸ ἑκάστοις οὐδὲ τὸ τυχόν

    亚里士多德原文省略了主语和谓语动词。菲洛波诺斯将其阐发为双重确定性法则:既非同一自然能产生多个目的(οὔτε ἡ αὐτὴ φύσις πλειόνων τελῶν ἐστι ποιητική),亦非多个自然造就同一形式(οὔτε πλείους φύσεις ἓν καὶ τὸ αὐτὸ ἀπεργάζονται εἶδος),从而在 ἀφ' ἑκάστης 之后补足了始基或自然以确定形式为其目的的内涵。

  2. 2.143ἀπερχόμενος γὰρ ἀγωνίσασθαι Ὀλύμπια

    本句开头缺少明确的主语名词,句法上由分词短语 ἀπερχόμενος ... καὶ εὑρὼν ... ἀγοράσας 连同主要动词 ἐλυτρώσατο 构成骨干,并由 εἰπών 引导 ὅτι 从句。语境中将前往奥林匹克途中在埃癸娜出资赎回被囚柏拉图的人物(历史上被指为昔兰尼的安尼克里斯)作为未明指的第三人称单数主语加以叙述。

  3. 2.144μὴ γὰρ δὴ ὅτι ἐν ἀνθρώπῳ ἡ τέχνη σκόπει

    倒装结构(hyperbaton)。表示禁止的否定词 μή 置于句首,被宾语从句 ὅτι ἐν ἀνθρώπῳ ἡ τέχνη(“技艺存在于人之中”)隔开,命令式动词 σκόπει 则位于句末。其基本句构为 μὴ σκόπει ὅτι...(“切莫着眼于……这一点”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:323.23-325.17