← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§321.23-323.22

技艺过失的类比与种子生成中的目的性

斐洛波诺斯注解《物理学》第2卷第8章(199b1–9),探讨亚里士多德如何通过技艺中的失误、恩培多克勒关于怪物的神话、从种子到动物的有序生成以及植物中的目的性,来论证自然的目的论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.137

" Εἰ δὴ ἔστιν ἔνια κατὰ τέχνην ἐν οἷς τὸ ὀρθῶς ἕνεκά του." Εἰ ἐν τοῖς τεχνητοῖς, φησίν, ἔστι τὸ ἕνεκά του καὶ ἐν πολλοῖς ὁρῶμεν κατορθούσας τὰς τέχνας τὸ τέλος καὶ τὸ οὗ ἕνεκα, εἰς ἔνια δ’ ἐπιχειροῦσι μὲν ἕνεκά του ποιεῖν ἁμαρτάνουσι δὲ τοῦ σκοποῦ διά τινας δήποτε αἰτίας, οὐ παρὰ τὸ μὴ αὐτὰς οὕτω προθέσθαι ὥστε εἴς τι τέλος ἀγαθὸν λῆξαι,1 τί κωλύει καὶ ἐπὶ τῆς φύσεως τὸ αὐτὸ συμβαίνειν, καὶ τὰ ἁμαρτήματα αὐτῆς μὴ διὰ τὸ ὡς ἔτυχεν αὐτὴν ποιεῖν νομίζειν γίνεσθαι, ἀλλὰ διὰ τὸ τοῦ ἐξ ἀρχῆς ἐκκρούεσθαι σκοποῦ ἢ διὰ τὴν ὕλην ἢ διὰ τὰ ἔξωθεν συμπτώματα;

“因此,如果在依技艺的事物中,有一些正是为了某种目的而正确进行的。” 他说,如果在人工造物中存在着“为了某种目的”,而且在许多事物中我们看到诸技艺成功达到目的和“何所为”,而在某些事物中它们虽企图为了某种目的而作为,却出于无论何种原因而未能射中目标,这并不是因为它们未曾如此预先设定以至于终止于某种善的目的,那么有什么能阻止同样的事情也发生在自然之中,阻止我们认为自然的失误并不是因为自然盲目偶然地作为而发生,而是由于质料或外在的偶发事件而从最初的目标偏离所致呢?

§2.138

"Καὶ ἐν ταῖς ἐξ ἀρχῆς ἄρα συστάσεσι τὰ βουγενῆ, εἰ μὴ πρός τινα ὅρον καὶ τέλος δυνατὰ ἦν ἐλθεῖν." Ἐκ τούτων ἄρα δῆλον, φησίν, ὅτι καὶ τὰ κατὰ Ἐμπεδοκλέα βουγενῆ ἀνδρόπρῳρα, ἵνα τις συγχωρήσῃ τῷ μύθῳ,2 εἰ μὴ δυνατὰ ἦν εἴς τινα ὅρον καὶ τέλος ἐλθεῖν, τουτέστιν εἰς εἶδός τι τέλειον, ὥστε καὶ διαμεῖναι, πρόδηλον ὅτι τῆς ἀρχῆς αὐτῶν τοῦ σπέρματος διαφθαρέντος τοιαῦτα γέγονεν. ὅθεν οὐδὲ διέμεινεν, ὅπερ καὶ νῦν ἐπὶ τῶν τεράτων συμβαίνει.

“因此,在原初的结合中,那些牛身所生之物,如果不能达到某个界限和目的。” 他说,由此显而易见,哪怕人们顺应这个神话,恩培多克勒所说的“牛身人面之物”,如果不能达到某个界限和目的,也就是达到某种完善的形式以至于甚至存续下去,那么明白的是,正是由于它们的始基即种子遭到了损坏,它们才生成为这种样子。因此它们甚至未能存续下去,正如现在在怪胎身上所发生的情形一样。

§2.139

"Ἔτι ἀνάγκη σπέρμα γενέσθαι πρῶτον, ἀλλὰ μὴ εὐθὺς τὰ ζῷα." Εἰ μὴ ἕνεκά του πάντα ἡ φύσις ποιεῖ, διὰ τί τεταγμένη αὐτῆς ἐστιν ἡ δημιουργία ἄλλα πρὸ ἄλλων παραλαμβάνουσα; ἔδει γὰρ καὶ ἄνευ σπέρματος τὰ ζῷα εὐθὺς ποιεῖν. εἰ δὲ παραλαμβάνει πρῶτον σπέρμα, εἶτα ἐξ αὐτοῦ ποιεῖ σάρκα, καὶ οὕτως ἐφεξῆς μέχρι τοῦ τελείου εἴδους, καὶ εἰς τὸ τέλειον εἶδος ἐλθοῦσα παύεται λοιπὸν τῆς κινήσεως, πρόδηλον ἄρα ὅτι τὰ πρὸ τοῦ τέλους πάντα τοῦ τέλους ἕνεκεν παρέλαβεν. ἐπεὶ τί δήποτε ἔστη εἰς τὸ εἶδος τὸ ἀνθρώπειον τυχὸν ἢ ἵππειον, καὶ μὴ ἐξ αὐτοῦ συνεχῶς κινοῦσα ἄλλο τι, καὶ τοῦτο ὅπερ ἔτυχεν, ἐποίησεν;

“再者,必然首先产生种子,而不是立刻产生动物。” 如果自然并非为了某种目的而作为一切,那么它的制作何以是有秩序的,将某些事物置于另一些事物之前而依次采纳呢?因为自然本应即使没有种子也能立刻制造出动物。但如果它首先采纳种子,接着由它制造出肉,如此相继直至达到完善的形式,并且一旦达到完善的形式就从此停息运动,那么显然,目的之前的所有事物,自然都是为了目的而采纳的。否则,它为何偏偏停留在例如人或马的形式上,而不是由其连续不断地运动制造出某种别的事物,而且是偶然碰巧的事物呢?

§2.140

"Ἔτι καὶ ἐν τοῖς φυτοῖς ἔνεστι τὸ ἕνεκά του." Ἐντεῦθεν, ὅπερ εἶπον, πρὸς αὐτὴν τὴν δόξαν ἐνίσταται, ὅτι εἰ ἧττον ἐν τοῖς φυτοῖς τὸ ἕνεκά του3 ἢ ἐν τοῖς ζῴοις, ἐν οἷς δὲ ἧττον τὸ ἕνεκά του ἐν τούτοις μᾶλλον ἔδει τὰ τέρατα γενέσθαι, τί δήποτε μὴ ὥσπερ ἐν τοῖς ζῴοις τὰ βουγενῆ ἀνδρόπρῳρα γέγονεν, οὕτω καὶ ἐν τοῖς φυτοῖς ἀμπελογενῆ ἐλαιόπρῳρα; εἰ δὲ μὴ γέγονεν ἐν τοῖς φυτοῖς (οὐδὲ γὰρ φαίνεται τοῦτο λέγων), οὐδ’ ἐν τοῖς ζῴοις ἄρα. οὐδὲν δὲ θαυμαστόν, ὥσπερ ἐν τοῖς ζῴοις γίνεται τέρατά τινα, οὕτω δὲ καὶ ἐν τοῖς φυτοῖς γίνεσθαι, ἀλλ’ ἧττον τῶν ζῴων διαφαίνεσθαι ἐν τούτοις τὸ παρὰ φύσιν, διὰ τὸ μὴ οὕτως διηρθρῶσθαι τὰ εἴδη καὶ διακεκρίσθαι ὡς ἐν τοῖς ζῴοις· ἐν οἷς γὰρ ἀκριβὲς τὸ εἶδος, ἐν τούτοις καὶ ἡ ὀλίγη ἐκτροπὴ πρόδηλος. καὶ ὥσπερ ἐν ἄλλοις αὐτός φησι, τοῦ τεθνεῶτος τὴν μὲν χεῖρα οὐκέτι ἂν εἴποι τις χεῖρα εἶναι, εἰ μὴ ὁμωνύμως, ὡς τὴν λιθίνην ἢ τὴν γεγραμμένην, διὰ τὸ ἐφθάρθαι αὐτῆς ἐναργῶς τὸ εἶδος καὶ τὴν ἐνέργειαν, τὴν μέντοι σάρκα τοῦ τεθνεῶτος νομίσειεν ἄν τις μηδὲν ἔλαττον ἔχειν τῆς ζώσης διὰ τὸ μὴ ἐναργῶς ὁρᾶσθαι τὸ εἶδος αὐτῆς καὶ τὴν χρείαν, ἣν παρεῖχε τῷ ὅλῳ ζῴῳ, μετὰ θάνατον ἐφθαρμένην· τοῦτο δὲ διὰ τὸ ὑλικώτερα ὄντα τὰ ὁμοιομερῆ μὴ εἰλικρινὲς ἔχειν τὸ εἶδος. οὕτω δή, ἐπειδὴ καὶ τὰ φυτὰ πρὸς τῇ ὕλῃ μᾶλλόν εἰσιν ἤπερ τὰ ζῷα καὶ διὰ τοῦτο ἀμυδρότερον ἔχει τὸ εἶδος, ἐν ταῖς παρεκτροπαῖς ἡ διαφορὰ οὐ διαφαίνεται, ὥσπερ οὐδὲ ἐν τῇ νεκρᾷ σαρκί, καὶ διὰ τοῦτο οὐ δοκεῖ τέρατα γίνεσθαι ἐν τοῖς φυτοῖς. τοῦτο δὲ τὸ ἐπιχείρημα οὐκ ἔστι πραγματειῶδες, ἀλλ’ ὡς πρὸς τὸ πρόσωπον τοῦ Ἐμπεδοκλέους καὶ τὰ παρὰ αὐτοῦ,4 ὅτι οὐκ ἔστιν ἑαυτοῦ ἀκόλουθος, ἐν τοῖς ζῴοις μὲν τὰ τοιαῦτα τέρατα γεννῶν, ἐν τοῖς φυτοῖς δ’ οὐκέτι· καίτοι εὐλογώτερον ἦν ἐπὶ τῶν φυτῶν τοῦτο ποιῆσαι. εἰ μὲν οὖν καὶ ἐπὶ τῶν φυτῶν ἐγίνετο, διὰ τί μὴ εἶπεν; εἰ δὲ διὰ τὸ μὴ γίνεσθαι οὐκ εἶπεν, ἄτοπον ἐπὶ μὲν τῶν εἰλικρινεστέρων εἰδῶν καὶ ἐφ’ ὧν μᾶλλον τὸ ἕνεκά του διαφαίνεται καὶ ἡ τῆς φύσεως πρόνοια, ἐπὶ τούτων ὡς ἔτυχε ταῦτα γίνεσθαι λέγειν, ἐπὶ δὲ τῶν φυτῶν μηκέτι, ἐν οἷς ἧττόν ἐστι διάδηλος ἡ φύσις πάντα ἕνεκά του ποιοῦσα. ὁ δὲ ἀληθὴς ἔχει λόγος ἐν ἀμφοτέροις μὲν γίνεσθαι τὸ παρὰ φύσιν, σπάνιον δὲ τοῦτο καὶ κατὰ ἀπόπτωσιν τοῦ ἕνεκά του καὶ τοῦ κατὰ φύσιν, ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν τὸ παρὰ τέχνην.

“再者,在植物中也存在着‘为了某种目的’。” 正如我所说,他[亚里士多德]从这里开始反驳那种意见本身:如果在植物中“为了某种目的”少于在动物中,而在“为了某种目的”较少的事物中本该更有怪胎生成,那么为何在动物中生成了牛身人面之物,在植物中却没有同样生成葡萄身橄榄面之物呢?如果说在植物中没有生成(因为他[恩培多克勒]显然也没有说过这话),那么在动物中也就同样没有生成。然而,正如在动物中会生成某些怪胎一样,在植物中也同样会生成,这丝毫不值得奇怪,只是在这些事物中,反自然之物不如在动物中那样显露出来,这是因为它们的形式没有像在动物中那样得到关节分明的塑造和区分;因为凡是在形式精确的事物中,哪怕轻微的偏离也是显而易见的。正如他自己在别处所说,对于死去的人的手,除了同名异义地像石手或画出的手一样,再没有人会说它是一只手,因为它的形式和现实活动已经昭然被损坏;然而对于死人的肉,人们可能会认为它丝毫不逊于活的肉,因为它的形式以及它曾提供给整个动物的功用,在死后并没有被昭然看到遭到了损坏;而这是因为同质部分更加偏于质料,并不具有纯粹的形式。因此,既然植物也比动物更偏于质料,并且正因如此形式更为微弱,所以在偏离中其差异并不显露出来,正如在死肉中不显露一样,正因如此在植物中看起来并不生成怪胎。然而这一论证并非针对事实本身的探讨,而是针对恩培多克勒本人及其言论的,指出他不能自圆其说:在动物中产生出这样的怪胎,但在植物中却不再如此;然而在植物上这样做本是更为合理的。因此,如果说在植物上也曾生成,他为何没有提及呢?但如果说是因为没有生成他才没有提及,那么在那些更纯粹的形式上、在“为了某种目的”和自然的顾护更显露出来的事物上,声称这些事物是偶然碰巧生成的,而在自然为了某种目的作为一切不那么显露的植物中却不再这么说,这就是荒谬的。然而真实的道理在于:反自然之物在二者中都会生成,但这乃是罕见的,是由于偏离了“为了某种目的”和依自然之物而发生的,正如在诸技艺中反技艺之物一样。

语法注4 条
  1. 2.137οὐ παρὰ τὸ μὴ αὐτὰς οὕτω προθέσθαι ὥστε εἴς τι τέλος ἀγαθὸν λῆξαι

    παρά 在此表示原因(“由于……”、“因为……”),支配冠词性不定式短语 τό+不定式。与否定词 οὐ 连用,构成原因的否定从属成分(“并不是因为它们未曾如此预设以至于终止于某种善的目的”),嵌套在引向主句反问(τί κωλύει)的条件从句(εἰ 句)内部。

  2. 2.138ἵνα τις συγχωρήσῃ τῷ μύθῳ

    ἵνα+虚拟式在此并非充当主句动词的目的从句,而是作为说话者带有让步意味的插入性修饰语(“哪怕人们顺应这一神话”),用以限定陈述的有效范围。

  3. 2.140ὅτι εἰ ἧττον ἐν τοῖς φυτοῖς τὸ ἕνεκά του

    ὅτι 引导作为 ἐνίσταται(“提出异议”)宾语的名词性从句。从句内部包含由 εἰ 引出的复合条件结构(其中嵌套了对比句 ἐν οἷς δὲ ... ἔδει),最终导向疑问句主节 τί δήποτε ... γέγονεν;。

  4. 2.140τοῦτο δὲ τὸ ἐπιχείρημα οὐκ ἔστι πραγματειῶδες, ἀλλ’ ὡς πρὸς τὸ πρόσωπον τοῦ Ἐμπεδοκλέους καὶ τὰ παρὰ αὐτοῦ

    πραγματειῶδες 指基于事物自身客观实况的论证,在此与 πρὸς τὸ πρόσωπον(针对其人,诉诸人身)形成对比。系动词 ἐστί 承前延续至后半句,ὡς 则表达“作为针对……”的视角或性质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:321.23-323.22