← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§320.13-321.22

深思熟虑的缺失与自然的合目的性

斐洛波诺斯基于秩序、规则的重复性以及与运气的区别,确立了自然依目的而运作,并通过指出技艺和神圣作用中同样不包含深思熟虑,驳斥了那些以自然不深思熟虑为借口否定目的论的人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.136#3

φύσει γὰρ κατὰ κοινὴν ἔννοιαν ταῦτα νομίζομεν εἶναι πάντες, ὅσα ἀπό τινος ἀρχῆς ἐν ἑαυτοῖς ὑπαρχούσης συνεχῶς καὶ κατὰ τάξιν κινούμενα ἀφικνεῖται εἴς τι τέλος, ἀλλ’ οὐχὶ ἐπὶ τὸ τυχὸν ἀπὸ τῆς τυχούσης ἀρχῆς (ταῦτα γὰρ ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου καλεῖν εἰώθαμεν), τὰ δὲ ἀπὸ φύσεως ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ἀπὸ τῆς αὐτῆς ἀρχῆς διὰ τῆς αὐτῆς ὁδοῦ τὰ αὐτὰ τέλη γίνεται· οὐδέποτε γὰρ ἀπὸ ἀνθρωπείου σπέρματος κύων γέγονεν ἢ ἵππος. καίτοι εἰ μὴ ἕνεκά του ἐποίει ἡ φύσις, ἔδει τὸ τυχὸν ἐκ τοῦ τυχόντος γίνεσθαι, νῦν δ’ οὐ γίνεται. ὥστε εἰ μὴ ἕνεκά τού φασι τὴν φύσιν ποιεῖν, ἀλλ’ ὅπως ἂν τύχῃ, μάτην τὸ τῆς φύσεως περιβομβοῦσιν ὄνομα εἰς ταὐτὸν ἄγοντες αὐτὴν τῇ τύχῃ καὶ συγκλώθοντες τὰ ἀσύγκλωστα. ὥστε εἰ μὴ ταὐτὸν τύχη καὶ φύσις ἀλλὰ πολλῷ ταῦτα διεστήκασι τῷ μέσῳ, τῆς τύχης ἐκ τῆς τυχούσης ἀρχῆς τὸ τυχὸν ποιούσης, τῆς δὲ φύσεως ἐξ ὡρισμένης ὡρισμένον, ἀδύνατον τὴν φύσιν μὴ ἕνεκά του πάντα ποιεῖν, ἐπεὶ εἰς ταὐτὸν ἂν οὕτω τῇ τύχῃ συμφέροιτο. Τελευταῖον δὲ πάντων τὴν αἰτίαν τίθησιν ἐξ ἧς κινηθέντες ἐνόμισαν τὴν φύσιν μηδὲν ἕνεκά του ποιεῖν. ἐοίκασι γάρ, φησί, διὰ τὸ μὴ ὁρᾶν τὴν φύσιν ἐν τῷ δημιουργεῖν βουλευομένην, διὰ τοῦτο αὐτῆς ἀφαιρεῖσθαι τὸ ἕνεκά του ποιεῖν, ὡς δὴ δέον τὰ ἕνεκά του ποιοῦντα πάντως βουλεύεσθαι.1 τοῦτο δέ, φησί, γελοῖον ἂν εἴη· ἔδει γὰρ αὐτοὺς συνιδεῖν ὅτι οὐδὲ αἱ τέχναι βουλεύονται· ἡ γὰρ βουλὴ ἔνδειά ἐστι φρονήσεως, καὶ ὅταν ὁ τεχνίτης βουλεύηται, οὐχ ὡς τεχνίτης βουλεύεται, ἀλλ’ ὡς ἐλλείπων κατὰ τὴν τέχνην (ἐξ ἀγνοίας γὰρ ἐπὶ τὴν βούλευσιν ἔρχεται), ὁ δὲ τεχνίτης βουλῆς οὐ δεῖται. οὐ βουλεύεται γοῦν ὁ τέκτων εἰ δεῖ πρίειν τὰ ξύλα ἢ ἀποξέειν, καὶ ὁ οἰκοδόμος εἰ δεῖ πρῶτον τοὺς θεμελίους καταβάλλεσθαι, ἀλλ’ οὐδ’ ὁ γραμματιστὴς βουλεύεται πῶς δεῖ τὸ α ἢ τὸ β γράψαι, οὐδ’ ὅταν γράφῃ τὸ Σωκράτης ὄνομα βουλεύεται ποῖον δεῖ πρῶτον τῶν στοιχείων γράψαι, ποῖον δὲ δεύτερον καὶ τρίτον. ἀλλ’ ἑκάστης τέχνης ὥρισται καὶ τὸ τέλος καὶ ἡ ἀρχὴ καὶ ἡ ὁδὸς ἡ ἐκ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος, ὥσπερ καὶ ἡ τῆς φύσεως, τὰ δὲ ὡρισμένα βουλῆς οὐ δεῖται· βουλευόμεθα γὰρ ἢ περὶ τῆς ἀρχῆς ἢ περὶ τοῦ τέλους ἢ περὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὸ τέλος ἀγούσης, ὅταν ἄδηλα ταῦτα καὶ ἀόριστα ᾖ. ὥστε εἰ διὰ τὸ μὴ βουλεύεσθαι τὴν φύσιν ἀφαιροῦνται αὐτῆς τὸ ἕνεκά του, καὶ τῆς τέχνης ἀφαιρείτωσαν, εἰ δὲ μὴ ἀφαιροῦνται τῆς τέχνης διὰ τοῦτο τὸ ἕνεκά του, εὔλογον δήπου μηδὲ τῆς φύσεως ἀφαιρεῖν. καὶ τί λέγω ἐπὶ τεχνῶν, ὁπότε καὶ τὸ θεῖον δημιουργοῦν οὐ βουλεύεται, ἀλλ’ αὐτῷ τῷ εἶναι, ὅταν θέλῃ, πάντα παράγει βουλῆς οὐ δεόμενον, εἴ γε ἡ βουλή, ὥσπερ εἶπον, δι’ ἔνδειαν γίνεται φρονήσεως; ἥκιστα οὖν τῆς φύσεως διὰ τὸ μὴ βουλεύεσθαι ἀφαιρετέον τὸ ἕνεκά του, ἐπεὶ μηδὲ τῆς τέχνης μηδὲ τοῦ θείου. Ἁμαρτία δὲ γίνεται καὶ ἐν τοῖς κατὰ τὴν τέχνην. ὡς δὴ τῆς ἀπορίας κατὰ τὸ σιωπώμενον δήλης οὔσης,2 ἀπὸ τῆς λύσεως ἄρχεται.

因为根据共同概念,我们所有人都认为,凡是从自身内部存在的某种始基出发、连续且依秩序运动而达于某种目的之物,都依自然而存在,而不是从偶然的始基出发达于偶然的结果(因为这些事物我们惯常称为“出于运气”和“出于自发”);然而出于自然之物,或是始终、或是在大多数情况下,从相同的始基通过相同的路径生成为相同的目的;因为从来没有狗或马从人的种子中生成。然而,如果自然不是为了某种目的而作为,偶然之物本应从偶然之物中生成,但事实上并非如此。因此,如果他们说自然并非为了某种目的而作为,而是盲目偶然地作为,那么他们就是徒劳地让自然之名四处嗡嗡回响,把自然归并于运气,并将无法编结在一起的东西编结在一起。因此,如果运气和自然并非同一事物,而是彼此之间有着巨大的间隔,运气是从偶然的始基造出偶然之物,而自然则是从确定的始基造出确定之物,那么自然不可能不是为了某种目的而作为一切;否则,它就会在这样一种状态下与运气趋同。 在这一切之后,他最后提出了促使他们认为“自然绝不为了某种目的而作为”的那个原因。因为他说,他们似乎是由于没有看到自然在制作时进行深思熟虑,正是因此剥夺了它“为了某种目的而作为”,就仿佛为了某种目的而作为的事物无论如何都必须深思熟虑一样。然而他说,这将是可笑的;因为他们本该一并洞察到,连技艺也是不进行深思熟虑的;因为深思熟虑乃是明智的匮乏,当工匠深思熟虑时,他并不是作为工匠在深思熟虑,而是作为在技艺上有所欠缺的人在深思熟虑(因为他是出于无知而进入深思熟虑的),工匠本身并不需要深思熟虑。至少木匠不会深思熟虑究竟应当锯开还是刨平木材,建筑师也不会深思熟虑是否应当首先奠定地基,小学教师也不会深思熟虑应当如何写出α或β,而在写“苏格拉底”这个名字时,他也不会深思熟虑各个基本元素字母中应当先写哪个,再写第二和第三个。相反,每门技艺的目的、始基以及从始基达于目的的路径都是被确定的,如同自然的路径一样;而已被确定的事物不需要深思熟虑;因为我们乃是在始基、目的或引向目的的路径晦暗不明且不确定时,才对它们进行深思熟虑。因此,如果他们因为自然不进行深思熟虑就剥夺它的“为了某种目的”,那么也让他们剥夺技艺的这一性质;但如果他们并不因此剥夺技艺的“为了某种目的”,那么显然不从自然中剥夺它也是合乎情理的。何必谈论技艺呢,因为连神圣者在制作时也不进行深思熟虑,相反,只要它意欲,凭借其存在本身就产生出一切,而不需要深思熟虑,如果真如我所说,深思熟虑乃是因明智的匮乏而发生的话。因此,绝不能因为不进行深思熟虑就从自然中剥夺“为了某种目的”,既然既不能从技艺也不能从神圣者中剥夺它。 “然而在依技艺的事物中也会发生失误。”就仿佛疑难在沉默之中已然明了,他从解决方案开始讲起。

语法注2 条
  1. 2.136ὡς δὴ δέον τὰ ἕνεκά του ποιοῦντα πάντως βουλεύεσθαι

    连词 ὡς 后接非人称动词 δεῖ 的中性宾格分词 δέον(绝对宾格结构),支配不定式 βουλεύεσθαι 及其逻辑主语 τὰ ἕνεκά του ποιοῦντα,表示设想的前提或主观缘由:“就仿佛为了某种目的而作为的事物无论如何都必须深思熟虑一样”。

  2. 2.136ὡς δὴ τῆς ἀπορίας κατὰ τὸ σιωπώμενον δήλης οὔσης

    连词 ὡς 后接由名词短语 τῆς ἀπορίας 与分词 δήλης οὔσης 构成的属格绝对结构。介词短语 κατὰ τὸ σιωπώμενον 作状语使用,意为“在沉默之中/不言自明地”,整体理解为“就仿佛疑难在言外已然显明”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:320.13-321.22