- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:319.1-320.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德如何反用恩培多克勒“牛身人首”的神话作为自然目的性的证据,并从植物中未见畸形以及生物生成的固有顺序(胚胎与种子的先后)论证目的因的必然性。
καὶ ἡ ἐλαία πάλιν ἐλαίαν, εἰ δ’ ἀποτύχῃ, κότινον, οὐκ ὄχνην οὐδὲ λεύκην. πανταχοῦ ἄρα ἡ φύσις πρόδηλός ἐστι μὴ ὡς ἔτυχεν ἐργαζομένη, ἀλλὰ πρός τι τέλος σκοπιμώτατον, οὗ ἐὰν ἀποτύχῃ ἀγαπᾷ γοῦν τοῦ σύνεγγυς τυχεῖν. ὥσπερ, φησίν, εἰ καὶ συγχωρήσομεν τῷ Ἐμπεδοκλείῳ μύθῳ, ὅτι ἐγίνοντο ζῷά τινα κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν βουγενῆ καὶ ἀνδρόπρῳρα, τῷ λόγῳ δήπου τούτῳ ἐγίνετο ᾧ καὶ νῦν τὰ τέρατα, τῆς ὑλικῆς αὐτῶν ἀρχῆς λέγω δὴ τοῦ σπέρματος διαφθαρέντος,1 καὶ οὕτως ᾔδει κἀκεῖνος τὴν φύσιν ἕνεκά του ποιοῦσαν· ὥστε καὶ τὴν ἁμαρτίαν αὐτῆς, ὡς ἤδη εἶπον, οὐ πόρρω τοῦ σκοποῦ πεσεῖν ἔφη. οὐ γὰρ εἶπε βουγενῆ ἐλαιόπρῳρα γενέσθαι, ἀλλὰ βουγενῆ ἀνδρόπρῳρα· οὕτως οἶδε καὶ αὐτὸς τὴν φύσιν σκοπόν τινα ὡρισμένον ἔχουσαν, οἷον ἢ ἄνθρωπον ἢ βοῦν ποιῆσαι, καὶ τούτου ἀποτυχοῦσαν τὸ σύνεγγυς ἀγαπῆσαι, λέγω δὴ τὸ ζῷον ἁπλῶς ποιῆσαι. ἔπειτα καὶ πρὸς αὐτὴν τὴν δόξαν ἐνίσταται· τί γὰρ δήποτε, φησίν, ἐν ταῖς ἐξ ἀρχῆς συστάσεσι μὴ ὥσπερ βουγενῆ ἀνδρόπρωρα γέγονεν ἐπὶ τῶν ζῴων, οὕτως καὶ ἐπὶ τῶν φυτῶν ἀμπελογενῆ ἐλαιόπρῳρα; καίτοι, φησίν, εὐλογώτερον ἦν ἐπὶ τῶν φυτῶν τοῦτο γενέσθαι μᾶλλον ἢ ἐπὶ τῶν ζῴων· ἧττον γὰρ ἐν τοῖς φυτοῖς τὸ ἕνεκά του ἢ ἐν τοῖς ζῴοις, διότι καὶ διήρθρωται μᾶλλον τὸ εἶδος ἐν τοῖς ζῴοις, ἔδει δὲ ἐν οἷς ἧττον τὸ ἕνεκά του διαφαίνεται, ἐν τούτοις μάλιστα τὴν παρεκτροπὴν γενέσθαι· οὐ γέγονε δὲ ἐν τοῖς φυτοῖς (οὐδὲ γὰρ φαίνεται τοῦτο λέγων), οὐδ’ ἐν τοῖς ζῴοις ἄρα. ὥστε οἱ ἐκ τούτων τὸ ἕνεκά του τῆς φύσεως ἀφαιροῦντες, ἑαυτοὺς ἐλέγχοντες μᾶλλον ἴστωσαν ἢ τὴν φύσιν.2 εἶτα καὶ ἄλλοις ἐπιχειρήμασι τὸ αὐτὸ κατασκευάζει· εἰ γὰρ μὴ ἕνεκά του πάντα ποιεῖ ἡ φύσις, διὰ τί μὴ εὐθὺς ποιεῖ ἄνθρωπον, ἀλλὰ πρῶτον σπέρμα εἶτα σάρκα εἶτα ἄλλο καὶ ἄλλο ἐφεξῆς, μέχρις ἄν τοῦ σκοπιμωτάτου τέλους τύχῃ; διὰ τί γὰρ μὴ πρότερον ἔμβρυον, εἶτα σπέρμα; ἡ γὰρ τάξις τῶν ἕνεκά του·3 ὥστε εἰ ἐν τάξει ἄλλο πρὸ ἄλλου παραλαμβάνει καὶ οὐδέποτε τῆς τάξεως μεθίσταται πρὶν ἂν φθείρῃ τὸ γινόμενον, δήλη ἐστὶ πάντα ἕνεκά του ποιοῦσα. καὶ αὐτὸς δέ, φησίν, ὁ Ἐμπεδοκλῆς τὸ “οὐλοφυὲς” πρῶτόν φησι γενέσθαι· τοῦτο δὲ οὐδὲν ἄλλο σημαίνοι ἂν αὐτῷ ἢ τὸ σπέρμα συνεστραμμένους καὶ ὅλους ἅμα ἔχον ἐν ἑαυτῷ τοὺς λόγους τοῦ φυομένου· παρὰ γὰρ τὴν τοῦ ὅλου φύσιν περιέχειν τὸ ὁλοφυὲς αὐτῷ κέκληται. εἰ δὲ τὸ οὐλοφυὲς πρῶτον τῶν ζῴων καὶ φυτῶν γίνεται, ἕνεκα ἄρα τῶν φυτῶν καὶ ζῴων γίνεται, εἰ δὲ τοῦτο, ἕνεκά του ἄρα ἡ φύσις ποιεῖ· ἕνεκα γὰρ τῶν ὑστέρων τὰ πρότερα. ὅπερ οὖν εἶπον, εἰ καὶ δῶμεν ἀληθῆ εἶναι τὸν Ἐμπεδοκλέους μῦθον ὡς κατ’ ἀρχὴν συνέστη τινὰ βουγενῆ ἀνδρόπρῳρα, τοῦ οὐλοφυοῦς τούτου φθαρέντος δηλονότι συνέστη, ὥσπερ καὶ νῦν τὰ τέρατα γίνεται τοῦ σπέρματος φθαρέντος ἢ πλεονάσαντος ἢ ἐλλείψαντος. ὥστε ἡ μὲν φύσις ἕνεκα τοῦ ἀγαθοῦ τὴν προβολὴν τοῦ οὐλοφυοῦς ἐποιήσατο, συνέβη δὲ φθαρέντος αὐτοῦ ἀποτυχεῖν τοῦ σκοποῦ τὴν φύσιν. ἔτι, φησίν, οἱ ἀφαιροῦντες τῆς φύσεως τὸ ἕνεκά του λανθάνουσιν ἑαυτοὺς πολλῷ πρότερον καὶ τὴν φύσιν ὅλως καὶ τὰ φυσικὰ ἀναιροῦντες.4
橄榄树同样也会造出橄榄树,如果失败,就会造出野橄榄树,而不是梨树或银白杨。因此,在一切场合,自然显然都不是凭偶然劳作,而是朝向某个最明确的目标;若未能达成这项目标,它至少也乐于达成邻近之物。他说,正如即使我们向恩培多克勒的神话让步,承认在最初的组合中生成了某些“牛身人首”的动物,这无疑也是出于如今怪胎生成的相同道理:即由于它们的质料始基——我是指种子——遭到了败坏;而那个人[恩培多克勒]自己也由此知道自然是为了某种目的而作为,以至于如我刚才所说,他也说自然的失误并不远离其目标。因为他并没有说生成了“牛身橄榄首之物”,而是说“牛身人首之物”。这样,他自己也知道自然具有某个确定的目标,例如造出人或者造出牛,并在错失此目标时满足于邻近之物——我是指仅仅造出动物。 随后[亚里士多德]也对这一观点本身提出异议:他说,究竟为何在最初的组合中,没有如同在动物上生成“牛身人首之物”那样,在植物上也同样生成“葡萄身橄榄首之物”?然而他说,这种情况在植物上生成毋宁比在动物上生成更为合乎情理;因为在植物中“为了某种目的”弱于在动物中,这是由于在动物中形式也得到了更为清晰的关节点分化,并且在“为了某种目的”较不显明的事物中,偏离本该最容易发生;既然在植物中并未发生(因为他看来也没有这么说),所以在动物中显然也没有发生。因此,那些由此剥夺自然的“为了某种目的”的人应当知道,他们毋宁驳斥了他们自己而非自然。 然后,他也通过其他论据确立了同一点:因为如果自然并非为了某种目的作为一切,为何它不直接造出人,而是先造出种子,接着造出肉,接着按次序接连造出其他事物,直到达成最明确的目标为止?因为为何不是先有胚胎,然后再有种子?因为秩序乃属于为了某种目的之物;因此,如果它按秩序在另一事物之前采纳一事物,并且在生成之物遭到败坏之前决不离开这种秩序,那么显然它是为了某种目的作为一切。 并且他说,恩培多克勒自己也说“整全生长之物”最先生成;而这对他来说绝非指别的,只能是指种子在自身内聚缩并完整地同时具有所生长之物的诸种比例定义;因为它是由于包含着总体的自然而被他称为“整全生长之物”的。如果“整全生长之物”先于动物和植物生成,那么它显然是为了植物和动物而生成的;若是如此,自然显然是为了某种目的而作为;因为先在者乃是为了后继者。因此正如我所说,即使我们承认恩培多克勒的神话为真,即最初组合成了某些“牛身人首之物”,它们显然也是在这种“整全生长之物”遭到败坏时才组合而成的,正如如今怪胎也是在种子遭到败坏、过多或不足时生成的一样。因此,自然为了善而产生了“整全生长之物”,但由于它遭到败坏,自然便偶然错失了目标。 此外他说,那些剥夺自然的“为了某种目的”的人没有意识到,他们早在先前就完全废弃了自然以及自然事物。
- 2.136τῆς ὑλικῆς αὐτῶν ἀρχῆς λέγω δὴ τοῦ σπέρματος διαφθαρέντος
属格独立结构(τῆς ὑλικῆς αὐτῶν ἀρχῆς ... διαφθαρέντος)内部嵌套了注解者用同格属格表达的插入性解释与同位语(λέγω δὴ τοῦ σπέρματος)。
- 2.136ἑαυτοὺς ἐλέγχοντες μᾶλλον ἴστωσαν ἢ τὴν φύσιν
ἴστωσαν 是 οἶδα 的主动语态第三人称复数命令式,后接起补足作用的从属分词结构(ἑαυτοὺς ἐλέγχοντες),表劝告或结论:“让他们知道,他们毋宁是在驳斥自己而非自然”。
- 2.136ἡ γὰρ τάξις τῶν ἕνεκά του
省略系动词 ἐστί 的表语性属格(属于/特征),意为“秩序乃属于为了某种目的之物”。介词短语 ἕνεκά του 由中性复数冠词 τῶν 实词化。
- 2.136λανθάνουσιν ἑαυτοὺς πολλῷ πρότερον καὶ τὴν φύσιν ὅλως καὶ τὰ φυσικὰ ἀναιροῦντες
动词 λανθάνω 搭配反身代词宾格(ἑαυτούς)与补足分词(ἀναιροῦντες)的惯用构式,表示“他们在自己也未意识到的情况下废弃了……”。副词性短语 πολλῷ πρότερον 修饰分词短语。
