- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:31.1-32.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺解释了亚里士多德化圆为方的例子(比较希波克拉底与安提丰),以此说明几何学家应当反驳遵循本原而犯错的论证、而不应反驳否定本原本人的做法,继而阐明为何爱利亚学派虽否定自然却因引发了自然学疑难而仍须予以简要辩驳。
" Οἷον τὸν τετραγωνισμὸν τοῦ κύκλου τὸν μὲν διὰ τῶν τμημάτων γεωμετρικοῦ διαλῦσαι, τὸν δὲ Ἀντιφῶντος οὔ." Ἱπποκράτης Χῖός τις ὢν ἔμπορος, λῃστρικῇ νηὶ περιπεσὼν καὶ πάντα ἀπολέσας, ἦλθεν Ἀθήναζε γραψόμενος τοὺς λῃστάς, καὶ πολὺν παραμένων ἐν Ἀθήναις διὰ τὴν γραφὴν χρόνον, ἐφοίτησεν εἰς φιλοσόφους, καὶ εἰς τοσοῦτον ἕξεως γεωμετρικῆς ἦλθεν, ὡς ἐπιχειρῆσαι εὑρεῖν τὸν κύκλου τετραγωνισμόν. καὶ αὐτὸν μὲν οὐχ εὗρε, τετραγωνίσας δὲ τὸν μηνίσκον ᾠήθη ψευδῶς ἐκ τούτου καὶ τὸν κύκλον τετραγωνίζειν· ἐκ γὰρ τοῦ τετραγωνισμοῦ τοῦ μηνίσκου καὶ τὸν τοῦ κύκλου τετραγωνισμὸν ᾠήθη συλλογίζεσθαι. ὁ δὲ Ἀντιφῶν καὶ αὐτὸς ἐπεχείρησε τετραγωνίσαι τὸν κύκλον, ἀλλ’ οὐ σῴζων τὰς γεωμετρικὰς ἀρχάς. ἐπεχείρησε δὲ οὕτως. ἐάν, φησί, ποιήσω κύκλον καὶ γράψω ἐντὸς τετράγωνον, τέμω δὲ τὰ τμήματα τοῦ κύκλου τὰ γενόμενα ἐκ τοῦ τετραγώνου δίχα, εἶτα ἀγάγω εὐθείας ἀπὸ τῆς τομῆς ἑκατέρωθεν ἐπὶ τὰ πέρατα τοῦ τμήματος, ποιῶ ὀκτάγωνον σχῆμα. ἐὰν δὲ πάλιν τὰ περιέχοντα τὰς γωνίας τμήματα τέμωμεν δίχα, καὶ πάλιν ἀγάγωμεν ἀπὸ τῶν τομῶν εὐθείας ἑκατέρωθεν ἐπὶ τὰ πέρατα τῶν τμημάτων, ποιοῦμεν πολύγωνον σχῆμα. ἐὰν οὖν ἐπὶ πολὺ τοῦτο ποιῶμεν, γίνεται πολυγωνότατον σχῆμα μικρὰς πάνυ ἔχον τὰς γωνίας, ἃς αἱ περιέχουσαι εὐθεῖαι διὰ τὸ σμικρὰς πάνυ εἶναι ἐφαρμόσουσι τῷ κύκλῳ.1 ἐπεὶ οὖν δέδοται πᾶν τὸ δοθὲν εὐθύγραμμον σχῆμα τετραγωνίσαι, ἐὰν τετραγωνίσω τὸ πολύγωνον τοῦτο, ἐπειδὴ ἐφαρμόζει τῷ κύκλῳ, τετραγωνίσας ἔσομαι καὶ τὸν κύκλον. οὗτος οὖν ἀναιρεῖ τὰς γεωμετρικὰς ἀρχάς· ἀρχὴ γάρ ἐστι γεωμετρικὴ μηδέποτε ἐφαρμόζειν εὐθεῖαν περιφερείᾳ, οὗτος δὲ δίδωσι, διὰ σμικρότητα, τινὰ εὐθεῖαν ἐφαρμόζειν τινὶ περιφερείᾳ. ὁ μὲν οὖν Ἱπποκράτης, ἐκ γεωμετρικῶν ἀρχῶν ὁρμηθεὶς καὶ τετραγωνίσας μηνοειδές τι τοῦ κύκλου τμῆμα, κακῶς τὸ ἑξῆς συνεπέρανεν, ἐκ τούτου καὶ τὸν τοῦ κύκλου τετραγωνισμὸν συλλογίσασθαι βουληθείς· ὁ μέντοι Ἀντιφῶν ἀνελὼν τὰς γεωμετρικὰς ἀρχάς, τὸ μηδέποτε περιφερείᾳ εὐθεῖαν ἐφαρμόζειν, οὕτω τὸ ἑξῆς συνεπέρανεν. φησὶν οὖν ὅτι τὸν τετραγωνισμὸν τοῦ κύκλου ἐλέγξαι ψευδῆ ὄντα τὸν μὲν Ἱπποκράτους γεωμετρικοῦ ἐστι διαλῦσαι,2 ὡς φυλάττοντος τοῦ Ἱπποκράτους τὰς γεωμετρικὰς ἀρχάς, τὸν δὲ Ἀντιφῶντος οὐκέτι διαλύσει ὁ γεωμέτρης, ἐπεὶ ἀνῃρημένων τῶν γεωμετρικῶν ἀρχῶν οὕτω συνῆκται.
“例如化圆为方,基于弓形段的固然属于几何学家的职责去解决,但安提丰的则不是。” 希波克拉底原是一个开俄斯岛的商人,遭遇了海盗船并丧失了一切,来到雅典起诉海盗;他在雅典为了诉讼滞留了很长时间,便师从于哲学家们,并达到了如此高深的几何学造诣,以至于尝试去发现化圆为方的方法。虽然他没有发现它,但他在求得月牙形面积之后,错误地以为由此也能将圆化为方;因为他以为从月牙形的求积中也能推导出圆的求积。然而安提丰自己也尝试了化圆为方,却未能保全几何学的诸本原。他是这样尝试的:他说,如果我作一个圆并在其中内接一个正方形,将由正方形产生的圆的各个弓形段二等分,然后从分割点向弓形段的两端各引直线,我便作出了一个八边形。而如果我们再次将包含各角的弓形段二等分,并再次从分割点向弓形段的两端各引直线,我们就作出了一个多边形。因此,如果我们多次这样做,就会形成一个边角极多的多边形,具有极小的角,而包含这些角的直线由于极其微小,便会与圆重合。因此,既然将任何给定的直线图形化为正方形是已给定的,如果我将这个多边形化为正方形,由于它与圆重合,我也就将圆化为了正方形。因此这个人否定了几何学的诸本原;因为直线绝不与圆周重合是一个几何学本原,但他却承认,由于微小,某条直线会与某个圆周重合。于是,希波克拉底是从几何学诸本原出发,在求得了圆的一个月牙形弓形段的面积之后,错误地推导出了后继的结论,企图由此也推导出圆的求积;然而安提丰是在否定了几何学诸本原(即直线绝不与圆周重合)之后,才如此推导出后继结论的。因此他说,在反驳化圆为方是虚假的这一点上,希波克拉底的方法属于几何学家去解决,因为希波克拉底保全了几何学的诸本原;而安提丰的方法几何学家就不再会去解决了,因为那是在几何学诸本原被否定之后如此推导出来的。
"Οὐ μὴν ἀλλ’ ἐπεὶ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτούς." Εἰ καὶ περὶ φύσεως μὲν μηδὲν λέγουσιν οὗτοι οἱ ἄνδρες (οὐδὲ γὰρ κεχρημένοι ταῖς φυσικαῖς ἀρχαῖς, οὕτω συνελογίσαντο τὸ ὂν ἓν εἶναι καὶ ἀκίνητον), ἀλλ’ οὖν ἐπεὶ συμβαίνει φυσικὰς ἀπορίας αὐτοὺς λέγειν (τῷ γὰρ ἓν εἶναι τὸ ὂν ὑποτίθεσθαι καὶ ἀκίνητον ἀναιροῦσι τὴν φύσιν, τῷ δὲ ἀναιρεῖν τὴν φύσιν συμβαίνει φυσικὰς αὐτοὺς ἀπορίας λέγειν), ἀναγκαῖον, φησίν, ἐπὶ μικρὸν πρὸς αὐτοὺς διαλεχθῆναι, οὐχ ὡς τοῦ δόγματος δεομένου τινὸς λόγου καὶ ἀγῶνος, ἀλλὰ διὰ τὸ τῶν προσώπων ὑπειλημμένον·3 πολλάκις γὰρ διὰ τὴν ἀξιοπιστίαν τῶν προσώπων καὶ τὰ πάνυ σαφῆ ἀμφίβολα δοκεῖ τοῖς πολλοῖς. ἔχει δὲ καὶ ἄλλως αὐτὴ καθ’ αὑτὴν ἡ περὶ τούτων σκέψις τινὰ φιλοσοφίαν, τουτέστι καὶ αὐτὸ καθ’ αὑτὸ ζητῆσαι περὶ τῶν ὄντων, πότερον ἕν ἐστιν ἢ πολλά, ἁρμόζοι ἂν τῇ πρώτῃ καὶ ἀνυποθέτῳ φιλοσοφίᾳ.
“然而,既然他们虽然不是在谈论自然,却碰巧提出了自然学的疑难。” 即使这些人完全没有谈论自然(因为他们甚至未运用自然学的诸本原,便这样推论出存在者是一且不动的),但终究由于他们碰巧提出了自然学的疑难(因为通过假定存在者是一且不动,他们否定了自然,而通过否定自然,他们便碰巧提出了自然学的疑难),他说,与他们进行简短的辩论是必然的,这并非因为其学说需要某种议论和交锋,而是由于人们对这些人物的崇敬;因为由于人物的威信,即使是极其明了的事情往往在众人看来也是可疑的。而且在另一方面,关于这些事情的考察本身也包含着某种哲学,也就是说,关于存在者探究它们是一还是多〔这件事〕本身,也适合于第一位的且无假设的哲学。
- 1.14ἃς αἱ περιέχουσαι εὐθεῖαι διὰ τὸ σμικρὰς πάνυ εἶναι ἐφαρμόσουσι τῷ κύκλῳ
关系代词 ἃς 的先行词是紧邻的 τὰς γωνίας(阴性宾格复数)。主语是 αἱ περιέχουσαι εὐθεῖαι,而 ἃς 充当分词 περιέχουσαι 的直接宾语。虽然存在倒装(hyperbaton),但骨架是:“包含它们[各角]的直线由于极小,将与圆重合”。
- 1.14τὸν τετραγωνισμὸν τοῦ κύκλου ἐλέγξαι ψευδῆ ὄντα τὸν μὲν Ἱπποκράτους γεωμετρικοῦ ἐστι διαλῦσαι
整个句子的核心是由不定词短语构成的假定主语与表示职责的属格谓语 γεωμετρικοῦ ἐστι(“属于几何学家的职责”)构成的结构。句首的宾格 τὸν τετραγωνισμὸν τοῦ κύκλου 是前置先取的,随后通过分属同位语被切分为 τὸν μὲν Ἱπποκράτους 与 τὸν δὲ Ἀντιφῶντος。分词 ψευδῆ ὄντα 则充当 ἐλέγξαι 的补充成分(“反驳其为虚假的”)。
- 1.15διὰ τὸ τῶν προσώπων ὑπειλημμένον
由动词 ὑπολαμβάνω(“领会、认为、尊崇”)的中性完成时被动分词加上定冠词名词化而成的 τὸ ὑπειλημμένον,支配属格 τῶν προσώπων。意为“由于人们对这些人物所持有的看法/评价(崇敬、威信)”,作者紧接着用 διὰ τὴν ἀξιοπιστίαν τῶν προσώπων(“由于人物的威信”)对这一表达作了同义转述。
