- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:317.24-318.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对既然自然为了目的作为为何还会失败这一疑难,菲洛波诺斯阐释了亚里士多德如何借助技术中质料缺陷和偶发差错的类比予以解答,并指出哪怕产生残疾畸形,自然产物也尽可能靠近其目标。
" Ἁμαρτία δὲ γίνεται καὶ ἐν τοῖς κατὰ τέχνην· ἔγραψε γὰρ οὐκ ὀρθῶς ὁ γραμματικός, καὶ ἐπότισεν ὁ ἰατρὸς οὐκ ὀρθῶς τὸ φάρμακον." Δείξας ὅτι ἡ φύσις πάντα ἕνεκά του ποιεῖ, ἔκ τε τοῦ ὡς ἐπὶ τὸ πολὺ εἶναι τὴν φύσιν καὶ ἐκ τοῦ τὰ μιμήματα τῆς φύσεως πάντα ἕνεκά του ποιεῖν καὶ ἐκ τῶν λοιπῶν, νῦν τὰς ἀπορίας τὰς φερομένας εἰς τὸ προκείμενον θεώρημα ἐπιλύσασθαι βούλεται. ἀποροῦσι γὰρ ὅτι εἰ ἕνεκά του ἡ φύσις πάντα ποιεῖ, διὰ τί πολλάκις ἀποτυγχάνει καὶ οὐκ ἀεὶ κατορθοῖ; φησὶν οὖν πρὸς τοῦτο, ὅτι οὐ διὰ τὸ ἁμαρτάνειν τὴν φύσιν, διὰ τοῦτο δεῖ νομίζειν ὅτι ὡς ἔτυχε ποιεῖ καὶ οὐχ ἕνεκά του πάντα ποιεῖ, ὁπότε καὶ ἡ τέχνη, ἥτις προφανῶς πάντα ἕνεκά του ποιεῖ, ἁμαρτάνει πολλάκις διὰ τὴν ἀνεπιτηδειότητα τῆς ὑποκειμένης ὕλης. καὶ γὰρ ὁ γραφεὺς σκοπὸν ἔχων τοῦ καλῶς γράψαι, διὰ τὸν χάρτην πολλάκις μανότερον ὄντα, ἢ διὰ πλεονεξίαν ἢ ἀνεπιτηδειότητα τοῦ μέλανος ἁμαρτάνει τοῦ σκοποῦ. ὁμοίως καὶ ὁ ζωγράφος τὰ αὐτὰ ἂν πάθοι, ἢ διὰ τὴν τῶν χρωμάτων ἢ διὰ τὴν τῆς σινδόνος ἐν ᾗ γράφει ἀνεπιτηδειότητα. καὶ ὁ ἰατρὸς δὲ ὠφελῆσαι μὲν θέλων καὶ ἀγαθοῦ τινος ἕνεκα ἔδωκε τὸ καθάρσιον, ἀπέτυχε δ’ ἔστιν ὅτε ἢ διὰ τὴν τοῦ ὑποκειμένου σώματος ἰδιότητα, ἣν ἰδεῖν μὴ οἷόν τε ἦν, ἢ κατὰ τύχην τοῦ περιέχοντος δυσκράτου γενομένου· ἀλλ’ ὅμως ἐκεῖνος ἀγαθοῦ τινος ἕνεκα δέδωκεν. οὕτως ἄρα καὶ 〈εἰ〉 ἡ φύσις ἔστιν ὅτε τοῦ σκοποῦ διαμαρτάνει, οὐ διὰ τοῦτο ἐξαιρετέον αὐτῆς τὸ ἕνεκά του, ἀλλ’ ἐπεὶ ὡς ἐπὶ τὸ πολὺ τυγχάνει τοῦ σκοποῦ καὶ ὡς σπάνιά ἐστιν αὐτῆς τὰ ἁμαρτήματα, διὰ τοῦτο πιστευτέον αὐτῇ ἕνεκά του ποιεῖν. ἄλογον γὰρ καὶ τῆς τέχνης ἁμαρτανούσης ὥσπερ καὶ τῆς φύσεως, τῆς μὲν μὴ ἀφαιρεῖν τὸ ἕνεκά του διὰ τὴν ἁμαρτίαν τῆς δὲ φύσεως ἀφαιρεῖν, ἀλλ’ ἢ ἀμφοτέρων ἀφαιρετέον ἢ μηδεμιᾶς·1 εἰ οὖν τῆς τέχνης οὐκ ἀφαιροῦμεν τὸ ἕνεκά του, οὐδὲ τῆς φύσεως ἄρα. Ἐπειδὴ δὲ οἱ ἀφαιροῦντες τῆς φύσεως τὸ ἕνεκά του ἐκέχρηντο τῷ παραδείγματι τῷ κατὰ τὸν Ἐμπεδοκλέα, ἔνθα ἔλεγεν ἐκεῖνος ἐν ταῖς ἐξ ἀρχῆς συστάσεσι “τὰ βουγενῆ ἀνδρόπρωρα”2 γενέσθαι, καὶ ἐξ αὐτῶν τούτων ἐλέγχει τὸν λόγον. οὕτω γάρ, φησί, πάντα ἕνεκά του ποιεῖ ἡ φύσις, ὥστε καὶ ὅταν τοῦ σκοποῦ διαμαρτάνῃ, οὐ μακράν που τοῦ σκοποῦ ἑαυτῆς ἐκπίπτει, ἀλλ’ ὡς οἷόν τέ ἐστι σύνεγγυς. οὐδέποτε γοῦν ἐξ ἀνθρώπου πλάτανος γέγονεν ἢ λίθος ἢ συκῆ, ἀλλ’ ἀεὶ ἄνθρωπος ἐξ ἀνθρώπου· εἰ δέ ποτε τοῦ σκοποῦ ἀποτύχῃ τοῦ ποιῆσαι ἄνθρωπον διὰ τὴν ἀνεπιτηδειότητα τῆς ὕλης, ζῷον γοῦν ποιεῖ καὶ οὐ φυτόν, ὡς εἶπον, ἢ λίθον, καὶ εἰ μὴ ζῷον δυνηθείη ποιῆσαι, τὸ σύνεγγυς γοῦν ποιεῖ, σάρκα. καὶ ἡ συκῆ πάλιν συκῆν ποιεῖ, εἰ δὲ ἀποτύχῃ, ἐρινεόν, οὐ δρῦν οὐδὲ πεύκην.
“然而过错在依技术的事物中也会发生;因为文法家书写不当,医生下药也不当。” 在表明了自然为了某种目的作为一切之后——无论从自然居于绝大多数情况而言,还是从自然的摹本为了某种目的作为一切而言,以及从其余论证而言——他如今意图解决针对所提定理提出的疑难。因为人们疑惑:如果自然为了某种目的作为一切,它为何常常失误而并非总是成功?因此针对这一点他说,绝不能因为自然犯错,就因此认为它是凭偶然作为而并非为了某种目的作为一切,既然甚至显然为了某种目的作为一切的技术,也常常由于底层质料的不适宜性而犯错。因为事实上,文书以写好为目标,却常常因为纸张过于疏松,或者因为墨水过多或不适宜而错失目标。画家同样也会遭遇相同的情况,或者由于颜料的不适宜,或者由于他作画的亚麻布的不适宜。医生虽意图施益并为了某种善而给予泻药,但有时或者由于底层身体的特质(这是无法看出的),或者由于周围气候偶然变得失调而遭到失败;然而无论如何,他乃是为了某种善而给药的。因此照样,即使自然有时错失目标,也不应因此剥夺它的“为了某种目的”;相反,既然它在绝大多数情况下达成目标且其过错极少,因此便应相信它是为了某种目的而作为。因为在技术如同自然一样犯错时,若由于过错而不剥夺技术的“为了某种目的”,却剥夺自然的“为了某种目的”,这是不合情理的;相反,要么两者皆应剥夺,要么两者皆不应剥夺。因此,如果我们不剥夺技术的“为了某种目的”,显然也不会剥夺自然的了。 此外,既然那些剥夺自然的“为了某种目的”的人利用了依恩培多克勒的例证,即他在最初的组合中说到生成了“牛身人首之物”,[亚里士多德]正是从这些事物本身驳斥了这种说法。他说,因为自然是为了某种目的作为一切,以至于即使在它错失目标时,它也不会远远跌落到远离自身目标的地方,而是尽可能靠近。无论如何,决不会从人产生出悬铃木、石头或无花果树,而是始终由人产生人;即使有时由于质料的不适宜而未能达成造出人的目标,它至少也会造出动物,而非如我所说的那样造出植物或石头;并且若无法造出动物,它至少也会造出邻近之物,即肉。无花果树同样也会造出无花果树,如果失败,就会造出野无花果树,而不是橡树或松树。
- 2.136ἄλογον γὰρ καὶ τῆς τέχνης ἁμαρτανούσης ὥσπερ καὶ τῆς φύσεως, τῆς μὲν μὴ ἀφαιρεῖν τὸ ἕνεκά του διὰ τὴν ἁμαρτίαν τῆς δὲ φύσεως ἀφαιρεῖν, ἀλλ’ ἢ ἀμφοτέρων ἀφαιρετέον ἢ μηδεμιᾶς
在 ἄλογον [ἐστί] 担任主句谓语的情况下,τῆς μὲν μὴ ἀφαιρεῖν ... τῆς δὲ φύσεως ἀφαιρεῖν 构成对举的动词不定式主语从句。句首的 τῆς τέχνης ἁμαρτανούσης ὥσπερ καὶ τῆς φύσεως 为表示伴随原因的独立属格。动词 ἀφαιρεῖν 支配来源属格(τῆς μὲν / τῆς δὲ φύσεως)与宾格宾语(τὸ ἕνεκά του),随后的动名词形容词 ἀφαιρετέον 则支配属格补足语 ἀμφοτέρων 与 μηδεμιᾶς。
- 2.136τὰ βουγενῆ ἀνδρόπρωρα
引自恩培多克勒残篇(DK 31 B61)。复合形容词 βουγενής(牛之后裔)与 ἀνδρόπρωρος(人面前部/人首的)在中性复数形式下并置,指代具有牛躯和人面的人首牛身杂合体。在句法上,该短语作引语动词 ἔλεγεν 之后带不定式 γενέσθαι 的宾格主体(逻辑主语)。
