← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§315.23-317.23

技术与自然的类比及作为终点的形式

注解亚里士多德《物理学》卷二第八章199a8–30,阐明自然为了目的而行动的第二组论据(手段与终点的连续性、技术与自然的类比、技术补全或模仿自然、非理性动物与植物中的合目的性),并指出作为终点的自然是形式而非质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.131

" Ἔτι ἐν ὅσοις τέλος τί ἐστιν, ἕνεκα τούτου πράττεται τὸ πρότερον καὶ τὸ ἐφεξῆς." Δεύτερον ἐπιχείρημα, προλαμβάνει δὲ τὰ εἰρημένα ἀξιώματα. ἐν οἷς, φησί, τῶν γινομένων τέλος ἐστὶν εἰς ὃ περατοῦται ἡ κίνησις καὶ προϊοῦσα συνεχῶς τελευτᾷ, ἐν τούτοις ἅπαντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα πράττεται.

“此外,在凡具有某种终点的事物中,前序者与随顺者皆为了这一终点而作为。” 这是第二个论证,且预设了前述公理。他说,在生成的各事物中,凡存在运动所止且连续推进而告终的终点之处,在这些事物中,终点之前的一切事物皆为了终点而作为。

§2.132

"Οὐκοῦν ὡς πράττεται, οὕτως πέφυκε, καὶ ὡς πέφυκεν, οὕτως πράττεται." Τὸ δεύτερον ἀξίωμα, ὅτι τὸ τεχνητὸν εἰ ὑπὸ φύσεως ἐγίνετο, οὕτως ἂν ἐπεφύκει ὥσπερ καὶ ἐπράττετο1 ὑπὸ τῆς τέχνης. καὶ ἔμπαλιν τὰ ὑπὸ φύσεως γινόμενα εἰ δἂν ὑπὸ τῆς τέχνης ἐγίνετο, οὕτως ἂν ἐπράττετο, ὥσπερ εἰ ἐπεφύκει ὑπὸ τῆς φύσεως γίνεσθαι· εἰ γὰρ μὴ οὕτως ἐγίνετο, οὐδ’ ἂν ἐσῴζετο. τὸ δ’ ἂν μή τι ἐμποδίζῃ προσέθηκε διὰ τὰς ἢ ἐκ τῆς ὕλης ἢ ἐκ τῶν ἔξωθεν συμπτωμάτων γινομένας ἁμαρτίας καὶ τοῖς φυσικοῖς καὶ τοῖς τεχνητοῖς. εἰ οὖν ἐπαλλάττουσιν ἡ τέχνη καὶ ἡ φύσις, ἡ δὲ τέχνη ἕνεκά του πάντα ποιεῖ, καὶ ἡ φύσις ἄρα, εἴ γε τὰ τεχνητὰ ἐποίει, οὕτως ἂν ἐποίησε. καὶ πάλιν εἰ ἡ τέχνη τὰ φυσικὰ ἐποίει, ἕνεκά του δηλονότι πάντα ἐποίει· καθόλου γὰρ ἡ τέχνη πάντα ἕνεκά του ποιεῖ. ἐπεὶ οὖν νῦν ἡ φύσις ταῦτα ποιεῖ ὡς ἂν ἡ τέχνη αὐτὰ ἐποίησε, καὶ αὐτὴ δηλονότι ἕνεκά του πάντα ποιήσει. ἕνεκα ἄρα θατέρου θάτερον.2 τουτέστιν ἕνεκα τοῦ τέλους τὰ πρὸ τοῦ τέλους· οὕτω γὰρ ἡ τέχνη πάντα ἐργάζεται.

“因此,如何作为,便如何依自然生成;如何依自然生成,便如何作为。” 第二个公理是:人工之物若是依自然生成,它依自然生成的方式就会恰如它由技术所作为的那样。反之,依自然生成的事物若是借助技术生成,它的作为方式就会如同它依自然本来适宜于生成的那样;因为若非如此生成,它甚至不可能得以保存。他附加了“若无阻碍”,乃是由于无论是依自然之物还是人工之物,都会产生出自质料或出自外在巧合的差错。因此,若技术与自然可以相互置换,而技术为了某种目的作为一切,那么自然若是造就人工之物,显然也会如此作为。反之,若技术造就依自然之物,显然也会为了某种目的作为一切;因为一般而言,技术为了某种目的作为一切。既然如今自然造就这些事物,恰如技术会造就它们那样,显然它自身也会为了某种目的作为一切。因此,“此者为了彼者”;也就是说,终点之前的事物是为了终点;因为技术正是如此制作一切的。

§2.133

"Ὅλως δὲ ἡ τέχνη τὰ μὲν ἐπιτελεῖ ὧν ἡ φύσις ἀδυνατεῖ ἀπεργάσασθαι, τὰ δὲ μιμεῖται." Ἕτερον ἐπιχείρημα. ὑγίειαν μὲν γὰρ καὶ διαχωρήσεις καὶ σάρκωσιν 〈ἡ〉 ἰατρική, τῆς φύσεως ἐξασθενούσης ταῦτα ἐργάζεσθαι, 〈ἐργάζεται〉, μιμεῖται δὲ τὴν φύσιν ἡ πλαστικὴ καὶ γραφική· εἰ τοίνυν ἡ συνέριθος τῆς φύσεως καὶ τὸ ταύτης ἀπεικόνισμα πάντα ἕνεκά του ποιεῖ, πολλῷ γε δήπου τὸ ἀρχέτυπον.3

“总括而言,技术或者完成自然无力造就的事物,或者模仿自然。” 这是另一个论证。因为当自然无力产生这些事物时,医术便产生健康、排泄物和肌肉生成,而雕塑与绘画则模仿自然。因此,若自然的合作者及其摹本都为了某种目的作为一切,那么原型显然更是如此。

§2.134

"Μάλιστα δὲ φανερὸν ἐπὶ τῶν ζῴων τῶν ἄλλων." Προϊὼν ἐπὶ τὰ δραστικώτερα προβαίνει ἐπιχειρήματα· τί γὰρ λέγω, φησίν, ἐπὶ τῶν λογικῶν ζῴων ἃ κατὰ τέχνην ποιεῖ, καὶ διὰ τούτων καὶ τὴν φύσιν φημὶ ἕνεκά του ποιεῖν· ἐπὶ γοῦν τῶν ἄλλων ζῴων φαίνεται προφανῶς ἡ φύσις πάντα ἕνεκά του ποιοῦσα. καὶ τεκμήριον ὁ ἀράχνης ἡ χελιδὼν καὶ τὰ ὅμοια, ἅπερ ἐκ φύσεως καὶ οὐ λογισμῷ ἐργαζόμενα, ὅμως οὐδὲν μάτην ποιεῖ, διὸ καὶ ἀποροῦσί τινες μήποτε οὐδὲ φύσει ταῦτα ἐργάζεται, ἀλλὰ λογισμῷ τινι. καὶ τί λέγω, φησίν, ἐπὶ ζῴων, ὁπότε καὶ ἐπὶ φυτῶν ὁρῶμεν τὴν φύσιν πάντα ἕνεκά του ποιοῦσαν; τὰς μὲν γὰρ ῥίζας κάτω ἐποίησε τῆς τροφῆς ἕνεκεν πρὸς τῇ τιθηνῇ τὸ στόμα προσαρμόζουσα, φύλλα δ’ εἰς σκέπην τῶν καρπῶν καὶ σωτηρίαν. πῶς οὖν οὐκ ἐκ πάντων τούτων δῆλον ὅτι πάντα ἕνεκά του ὑπὸ τῆς φύσεως γίνεται; κατὰ μικρὸν δὲ οὕτω προϊοῦσιν. πρῶτον γὰρ ἐπὶ ἀνθρώπων ἐγύμνασε τὸν λόγον, εἶτα μετῆλθεν ἐπὶ τὰ ἄλογα ζῷα, κἀντεῦθεν ὁδῷ προβαίνων ἐπὶ τὰ φυτά.

“这在其他动物身上尤为明显。” 随着论述的深入,他转向更有力的论证:他说,关于依技术作为的有理性动物,我何须多言,而我正是通过这些动物断言自然也是为了某种目的而作为;至少在其他动物身上,显然可见自然为了某种目的作为一切。证据就是蜘蛛、燕子以及类似之物,它们出自自然且不凭推算而劳作,然而毫无虚妄作为,以至于有些人甚至疑惑它们是否根本不是依自然劳作,而是凭某种推算。他说,关于动物我何须多言,既然即使在植物身上我们也看到自然为了某种目的作为一切?因为它为了滋养而在下方造出根,将口吻贴合于作为滋养者的土地,并造出叶子以庇护和保存果实。那么,从这一切难道不显然表明,依自然所成的一切事物皆为了某种目的而生成吗?而人们就这样循序渐进。因为他首先以人类练习论点,随后转向无理性动物,再由此循序渐进地转向植物。

§2.135

"Καὶ ἐπεὶ ἡ φύσις διττή, ἡ μὲν ὡς ὕλη ἡ δὲ ὡς μορφή." Ἐπειδὴ ἔδειξεν ὅτι ἡ φύσις ἕνεκά του πάντα ποιεῖ, βούλεται νῦν δεῖξαι τίνος ἕνεκα ποιεῖ πάντα καὶ τί ἐστιν οὗ στοχάζεται, καί φησιν ὅτι τοῦ φυσικοῦ εἴδους, ὅπερ καὶ αὐτὸ φύσις ἐστίν. εἴρηται δὲ ὅτι τὸ ποιοῦν τὸ εἶδος τὸ τέλος εἰς ταὐτὸν ἔρχεται πολλάκις.4 ὥστε ἡ ποιοῦσα φύσις καὶ ἕνεκά του πάντα ποιοῦσα ἕνεκα τῆς φύσεως ποιεῖ τῆς ὡς εἴδους οὔσης, οὐ τῆς κατὰ τὴν ὕλην· ἐπεὶ γὰρ διττὴν εἶπεν ἐν τοῖς ἔμπροσθεν τὴν φύσιν (καὶ γὰρ καὶ τὸ εἶδος καὶ ἡ ὕλη φύσις), ἐπισημειοῦται νῦν περὶ ποίας φύσεως ἦν αὐτῷ ὁ λόγος, ὅτι οὐ τῆς κατὰ τὴν ὕλην, ἀλλὰ τοῦ εἴδους καὶ τῆς μορφῆς.

“并且既然自然是双重的,一者作为质料,另一者作为形式。” 既然他表明了自然为了某种目的作为一切,现在他意图表明自然究竟为了什么而作为一切,以及它所瞄准的目标究竟是什么;他说,乃是为了自然的本性形式,而这形式本身也是自然。并且已经说过,作动者、形式与终点常常合而为一。因此,作为造就者的自然、即为了某种目的作为一切的自然,乃是为了作为形式存在的自然而作为,而非为了顺从质料的自然;因为既然他在前文中说过自然是双重的(因为形式与质料皆是自然),他现在便注明自己的论述关于何种自然,即并非关于顺从质料的自然,而是关于形式与形态。

语法注4 条
  1. 2.132εἰ δἂν ὑπὸ τῆς τέχνης ἐγίνετο, οὕτως ἂν ἐπράττετο

    条件从句中带有 ἄν 的反事实条件句结构(读作 εἰ δ' ἄν,反映后古典期语法或抄写变异),与主句的 οὕτως ἂν ἐπράττετο 呼应,表示“如果依自然生成之物是由技术生成的,就会如此被作为”的假想。

  2. 2.132ἕνεκα ἄρα θατέρου θάτερον

    引自亚里士多德原文(199a11)。注疏者紧接着以 τουτέστιν ἕνεκα του τέλους τὰ πρὸ τοῦ τέλους 进行转述,明确指出主格 θάτερον 指终点之前的事物(手段),而属格 θατέρου 指终点(目的)。

  3. 2.133πολλῷ γε δήπου τὸ ἀρχέτυπον

    更强论证(a fortiori)中的省略结构。承接前句的 πάντα ἕνεκά του ποιεῖ,省略了谓语动词,构文上应补足为 πολλῷ γε δήπου [ἕνεκά του ποιεῖ] τὸ ἀρχέτυπον。

  4. 2.135τὸ ποιοῦν τὸ εἶδος τὸ τέλος εἰς ταὐτὸν ἔρχεται πολλάκις

    由三个中性名词性短语(τὸ ποιοῦν“作动者”、τὸ εἶδος“形式”、τὸ τέλος“终点”)并列构成的复合主语,陈述这三者在自然学生成中常常归结于同一实体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:315.23-317.23