← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§313.28-315.22

恩培多克勒的怪物说与目的论的三种论证

菲洛波诺斯解释了否定自然目的论的论敌如何援引恩培多克勒的怪物之说将适者生存归于偶然(198b29–33),随后依次梳理了亚里士多德为维护目的论而提出的三个三段论的结构(198b34–199a5)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.126

" Ὅπου μὲν οὖν ἅπαντα συμβαίνει, ὥσπερ κἂν εἰ ἕνεκά του ἐγίνετο,1 ταῦτα μὲν ἐσώθη ἀπὸ ταὐτομάτου συστάντα ἐπιτηδείως." Τῆς φύσεως, φησίν, μηδὲν ἕνεκά του ποιούσης ἀλλ’ ὅπως ἂν τύχῃ, ἔνθα μὲν συμβαίνει οὕτως γενέσθαι τι ὑπ’ αὐτῆς, ὥσπερ ἂν εἰ ἐξεπίτηδες ἕνεκα τούτου αὐτὰ ἐποίει, ἵνα πάντα τὰ πρὸς τὴν σωτηρίαν ἔχοντα σῴζηται, ταῦτα καὶ σῴζεται, φησίν, ἐκ ταὐτομάτου ἐπιτήδεια πρὸς σωτηρίαν γενόμενα. ὅσα δὲ μὴ οὕτως συμβῇ γενέσθαι, ταῦτα ἀπόλλυται, οἷά ἐστι τὰ τέρατα.

“因此,凡是所有的事物都如同为了某种目的生成那样得以发生的地方,这些事物由于自发地以适宜的方式构成而得以保存。” 他说,由于自然不为了任何目的而是随意有所作为,因此凡是由它以如此方式生成了某物的地方——仿佛它是特意为了这一目的而生成它们,以便具备有助于保存的条件的一切事物都得以保存——他说,这些事物由于自发地生成为适宜于保存的,因而确实得以保存;而凡未曾以这种方式发生的事物,便归于毁灭,正如畸形物那样。

§2.127

"Καθάπερ Ἐμπεδοκλῆς λέγει τὰ βουγενῆ ἀνδρόπρῳρα." Ὁ Ἐμπεδοκλῆς ἐν τῷ σφαίρῳ πάντα λέγων τὰ εἴδη μεμῖχθαι ἐν τῇ πρώτῃ διακρίσει τοῦ σφαίρου καὶ τῇ ἀρχῇ τῆς κοσμοποιΐας, πρὶν τελείως τὰ εἴδη διακριθῆναι ἀπ’ ἀλλήλων, γενέσθαι τινὰ ἔλεγε σύμμικτα ζῷα,2 οἷα καὶ οἱ μῦθοι τοὺς Κενταύρους ὑποτίθενται, τὰ μὲν ἄλλα ἵππου ἔχοντας, τὰ ἔμπροσθεν δέ, λέγω δὴ τὰ περὶ τὴν κεφαλήν, ἀνθρώπου· οὕτω καὶ ὁ Ἐμπεδοκλῆς, πρὶν τὸ νεῖκος τελείως ἀπ’ ἀλλήλων διακρῖναι τὰ εἴδη, ἔλεγε γενέσθαι σύμμικτά τινα ζῷα, ἐν οἷς καὶ τὰ βουγενῆ ἀνδρόπρῳρα. ἀνδρόπρῳρα δέ φησι, τουτέστι τὰ ἔμπροσθεν, λέγω δὴ τὰ πρὸς τῇ κεφαλῇ, ἀνδρὸς ἔχοντα (πρῴρα γὰρ τὸ ἐμπρόσθιον τοῦ πλοίου μέρος), τὰ δὲ λοιπὰ βοός, ὡς δὴ μὴ μόνον τῶν στοιχείων ἐν ἀλλήλοις μεμιγμένων ἐν τῷ σφαίρῳ, ἀλλὰ καὶ τῶν μορίων τῶν ζῴων. διακριθέντων οὖν πάντων, φέρεσθαι τὰ διακριθέντα ὡς ἔτυχε, καὶ πολλάκις βοὸς κεφαλὴν συνελθεῖν στήθει ἀνδρείῳ ἢ καὶ τοῖς ἄλλοις μορίοις, καὶ ἐπὶ πάντων ὡς ἂν ἔτυχεν. ὅσα οὖν, φησί, τῶν μορίων οὕτως συνῆλθεν, ὡς ἂν εἰ ἕνεκα τούτου συνῆλθεν (οἷον τὰ νῦν τοῦ ἀνθρώπου μόρια συμπαθόντα ἀλλήλοις, ὁμοίως καὶ τὰ ἑκάστου τῶν ζῴων), καὶ διὰ τὸ συνεισάγειν εἰς τὴν σωτηρίαν ἀλλήλων, ἐσώθη τὸ σύγκριμα, ὅσα δὲ οὕτως συνῆλθεν ὡς μηδὲ συμβάλλεσθαι ἀλλήλοις εἰς σωτηρίαν, ταῦτα ἐφθάρη, οἷα τὰ βουγενῆ ἀνδρόπρωρα, διὰ τὸ μηδὲν ἀλλήλοις τὰ τοιαῦτα εἰς σωτηρίαν συνεισάγειν. ὥσπερ οὖν οὗτος ἔλεγεν οὐχ ἕνεκα μέν του τὰ μόρια τῶν ζῴων οὕτω διατετάχθαι, οὕτω μέντοι συμβῆναι αὐτὰ ἔχειν κατὰ τύχην συνελθόντα ὡς ἂν εἰ ἕνεκα τούτου ἐγεγόνει, οὕτως, φησί, καὶ οἱ λέγοντες μὴ ποιεῖν τὴν φύσιν ἕνεκά του, ὅτι ὅσα μὲν οὕτως ποιεῖ ὡς ἂν εἰ ἕνεκά του ἐποίει, ταῦτα σῴζεται, ὅσα δὲ μή, ταῦτα φθείρεται, ὥσπερ φησὶν Ἐμπεδοκλῆς τὰ βουγενῆ ἀνδρόπρῳρα· ταῦτα γὰρ διὰ τὸ μὴ οὕτως γενέσθαι ὡς ἂν εἰ ἕνεκά τινος ἀγαθοῦ ἐγένετο, διὰ τοῦτο οὐδὲ σῴζονται. τῶν οὖν τεράτων παραδείγματα ὑπὸ Ἐμπεδοκλέους λεγόμενα λαμβάνουσιν, ὅτι κἀκεῖνος τὰ τερατώδη γενόμενα ἐν τῇ κατ’ ἀρχὴν συστάσει οὔ φησι σῴζεσθαι.

“正如恩培多克勒所说的牛身人首之物。” 恩培多克勒在论及所有形式在球体中混同一体时说,在球体的初次分离与宇宙构成的肇始之时,在形式彼此完全分离之前,曾生成了某些混杂的动物,正如神话所假定的半人马那样,其他部分属于马,而前部,即头部周围的部分属于人;同样,恩培多克勒也说,在争斗将各形式彼此完全分离之前,曾生成了某些混杂的动物,其中便有牛身人首之物。他说“人首”,即前部,也就是靠近头部的部分属于人(因为船首乃是船的前部),其余部分属于牛,因为不仅元素在球体中彼此混合,动物的各个部位也是混合的。因此,当一切都被分离之后,被分离的部分随意移动,常常有牛的头与人的胸膛或其他部位结合在一起,并且在一切事物上都是随意的。他说,凡是以仿佛为了这一目的而结合的方式结合起来的部位(例如如今相互协调的人的各部位,同样还有各种动物的各部位),且因共同促进彼此的保存,这一复合物便得以保存;而凡以完全无助于彼此保存的方式结合起来的部位,便归于毁灭,正如牛身人首之物那样,因为此类部位对彼此的保存毫无贡献。因此,正如他曾说动物的部位并非为了某种目的而如此安排,而是适逢它们由于偶然结合在一起而处于仿佛为了这一目的而生成的状态,他说,那些主张自然不为了某种目的而有所作为的人同样认为:自然凡以仿佛为了某种目的而有所作为的方式造就之物,便得以保存,而凡非如此者,便归于毁灭,正如恩培多克勒所说的牛身人首之物;因为这些事物因并非以仿佛为了某种善的目的而生成的方式生成,由于这一缘故也未能得以保存。因此,他们借用了恩培多克勒所说的怪异之物的例证,因为他也声称在最初的构成中生成的怪异之物并未得以保存。

§2.128

"Ταῦτα μὲν γὰρ καὶ πάντα τὰ φύσει ἢ ἀεὶ οὕτως γίνεται ἢ ὡς ἐπὶ τὸ πολύ." Ὁ πρῶτος συλλογισμός, ὅτι ὑετοὶ καὶ ὀδόντες καὶ καθόλου τὰ μέρη τῶν ζῴων ἢ ἀεὶ ὡσαύτως ἔχουσιν ἢ ὡς ἐπὶ τὸ πολύ, τὰ ἀπὸ τύχης καὶ αὐτομάτου οὔτε ἀεὶ ὡσαύτως ἔχουσιν οὔτε ὡς ἐπὶ τὸ πολύ, ταῦτα ἄρα οὐκ ἀπὸ ταὐτομάτου.

“因为这些事物以及所有依自然存在的事物,或者总是如此生成,或者大多如此。” 第一个三段论是:降雨、牙齿以及一般而言动物的各部位,或者总是以同样的方式存在,或者大多如此;出自偶然和自发的事物,既非总是以同样的方式存在,亦非大多如此;因此,这些并非出自自发。

§2.129

"Εἰ οὖν ἢ ἀπὸ συμπτώματος δοκεῖ ἢ ἕνεκά του εἶναι." Ὁ δεύτερος συλλογισμὸς ὑποθετικὸς κατὰ διαίρεσιν· ὑετοὶ γὰρ καὶ τὰ μέρη τῶν ζῴων ἢ ἀπὸ συμπτώματος ἢ ἕνεκά του, ἀλλὰ μὴν οὐκ ἀπὸ συμπτώματος (δέδεικται γάρ), ἕνεκά του ἄρα. σύμπτωμα δὲ φησι τὸ ἐπισυμβαῖνον εἴτε ἐκ ταὐτομάτου εἴτε ἀπὸ τύχης, ὥστε κοινῶς ἐπὶ τύχης καὶ τοῦ αὐτομάτου σύμπτωμα.

“那么,如果它们看起来或者出自巧合,或者为了某种目的。” 第二个三段论是通过划分得出的假言三段论:因为降雨和动物的各部位或者出自巧合,或者为了某种目的;然而绝非出自巧合(因为这已被证明);因此是为了某种目的。并且他把不论出自自发还是出自偶然的附加发生之物称为“巧合”,因而“巧合”普遍适用于偶然和自发。

§2.130

"Ἀλλὰ μὴν φύσει γέ ἐστι τὰ τοιαῦτα πάντα, ὡς κἂν αὐτοὶ φαῖεν." Ὁ τρίτος ἐν τρίτῳ σχήματι·3 ταῦτα πάντα φύσει, ταῦτα πάντα ἕνεκά του, τινὰ ἄρα τῶν φύσει ἕνεκά του.

“然而所有这些事物都是依自然存在的,正如甚至他们自己也会承认的那样。” 第三个[三段论]属于第三格:所有这些事物都依自然存在;所有这些事物都是为了某种目的;因此,某些依自然存在的事物是为了某种目的。

语法注3 条
  1. 2.126ὥσπερ κἂν εἰ ἕνεκά του ἐγίνετο

    短语 ὥσπερ κἂν εἰ 连同未完成过去直陈语气(此处为 ἐγίνετο)是表示“仿佛[正在生成]一样”的复合惯用句。κἄν 是 καὶ ἄν 的固定缩合,此处的 ἄν 与条件连词 εἰ 融合,赋予从句与事实相反的虚拟语气色彩。

  2. 2.127Ὁ Ἐμπεδοκλῆς ... γενέσθαι τινὰ ἔλεγε σύμμικτα ζῷα

    句首的主格主语 Ὁ Ἐμπεδοκλῆς 之后接分词短语 ἐν τῷ σφαίρῳ πάντα λέγων τὰ εἴδη μεμῖχθαι,并在插入了介词短语及 πρὶν 从句后,由主要动词 ἔλεγε 重新承接主语。整个句子的主干骨架为:“恩培多克勒……曾说某些混杂的动物生成了”。

  3. 2.130Ὁ τρίτος ἐν τρίτῳ σχήματι

    这指亚里士多德逻辑学三段论的第三格(具体为 Darapti 式,中项在两个前提中均充当主词)。中项为“这些事物”(ταῦτα:如雨水、牙齿等自然事物);由大前提“所有这些都是为了某种目的”和小前提“所有这些都依自然存在”,推导出特称肯定结论“某些依自然存在的事物是为了某种目的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:313.28-315.22