← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§311.20-313.27

质料必然性与降雨中的目的因

斐洛波诺斯注解了亚里士多德《物理学》第2卷第8章(198b12–198b16),指出早期自然哲学家仅将必然性归于质料,并通过降雨与谷物生长的例子,探讨了自然中的目的因与天意,阐明了天意自身的本性作用与受动者方面的偶性结果之间的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.123

" Εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ τὸ θερμὸν τοιονδὶ πέφυκε καὶ τὸ ψυχρόν." Δεύτερον, φησί, πρόβλημα προκείσθω ἡμῖν, πῶς ἔχει τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς, πότερον τῇ ὕλῃ τὸ εἶδος ἐξ ἀνάγκης ἕπεται ἢ ἔμπαλιν. καὶ εἰκότως γε τοῦτο ζητοῦμεν, φησί· καὶ γὰρ οἱ παλαιοὶ πάντες τὴν ἀνάγκην εἰς τὴν ὕλην ἀνάγουσιν, οὐκ εἰς τὸ εἶδος. εἰπὼν γὰρ ὅτι εἰς ταύτην ἀνάγουσι τὴν αἰτίαν, ποίαν ταύτην ἐπήγαγε τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὰ τοιαῦτα,1 ἅπερ ἐστὶν ὑλικὰ αἴτια· ἐπειδὴ γάρ φασι τὸ θερμὸν τοιονδὶ καὶ τὸ ψυχρὸν τοιονδέ, διὰ τοῦτο τόδε ἐγένετο, ἢ ὅτι ἐκ τῶνδε τῶν ἀτόμων συνέστηκε. καὶ ἕκαστος ἁπλῶς ἣν ὑπέθετο ὕλην, ταύτῃ τὰς αἰτίας τῶν γινομένων ἀνέθηκε.

“因为所有人都归结到这一原因,即既然热的和冷的原生具有如此的性质。” 他说,让我们提出第二个探究论题:在自然事物中必然性究竟如何存在,究竟是形式必然地随质料而来,还是相反。他说,我们探究这一点确是有理由的;因为所有的古代人都把必然性归结到质料,而非形式。因为在说出“归结到这一原因”之后,他补充说明了这是何种原因:“热的、冷的以及诸如此类的事物”,而这些正是质料原因;因为他们声称,既然热的是如此这般的,冷的是如此这般的,由于这一缘故这便生成了,或者是由于它由这些原子构成。并且每个人都简单地将生成之物的诸原因归于他自己所假定的质料。

§2.124

"Καὶ γὰρ ἐὰν ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν.2" Ἵνα μή τις εἴπῃ, ὅτι ‘καὶ μὴν Ἀναξαγόρας μὲν νοῦν ὑπετίθετο αἴτιον τῶν γινομένων, νεῖκος δὲ καὶ φιλίαν Ἐμπεδοκλῆς, καὶ οὐχ ἁπλῶς τοῖς ὑλικοῖς αἰτίοις τὸ πᾶν ἀπεδίδοσαν’, διὰ τοῦτό φησιν, ὅτι εἰ καὶ αἰτίας ποιητικάς τινες ὑπετίθεντο, ἀλλ’ ὅσον ἅψασθαι τούτων μεμνημένοι μόνον, ἐν τῇ γενέσει τῶν κατὰ μέρος οὐκέτι ταύτας ᾐτιῶντο, ἀλλ’ εἰς τὴν παρ’ ἑαυτῷ ὕλην ἕκαστος κατεφέρετο, ὁ μὲν τὰς ὁμοιομερείας αἰτιώμενος ὁ δὲ ψυχρὸν καὶ θερμόν. ταῦτα δὲ καὶ πρὸ Ἀριστοτέλους ὁ Πλάτων ἐγκαλεῖ τῷ Ἀναξαγόρᾳ, ὅτι ὥσπερ ἐξυπνισθεὶς τῶν ἄλλων καθευδόντων φυσιολόγων καὶ νοῦν τῆς τοῦ κόσμου γενέσεως αἰτιασάμενος, ἐν τῷ ποιεῖν τὰ πράγματα ὥσπερ ἐπιλελησμένος τοῦ νοῦ τὰς ὁμοιομερείας αἰτιᾶται, αἵπερ ὕλης αὐτῷ λόγον ἐπεῖχον.

“因为即使他们言及另一种原因,也仅仅是触及一下便弃置不顾了。” 为了不让人说:“然而阿那克萨戈拉曾假定心智为生成之物的原因,恩培多克勒曾假定争斗与友爱,他们并没有把一切纯粹归于质料原因”,由于这一缘故他说,即使有些人假定了动力原因,但他们提及这些仅仅是为了触及一下而已,在个别事物的生成中就不再以这些为原因,而是每个人都退回到自己那里的质料,有的以同质部分为原因,有的以冷和热为原因。而在亚里士多德之前,柏拉图也以此责难阿那克萨戈拉:当其他自然哲学家沉睡时,他仿佛独自醒来,将心智归为宇宙生成的原因,然而在产生事物时,他却仿佛忘记了心智,而以同质部分为原因,而这些对他而言充当着质料的角色。

§2.125

"Ἔχει δὲ ἀπορίαν τί κωλύει τὴν φύσιν." Ἐκθέμενος τὰ προβλήματα, ἀπορεῖ ἐντεῦθεν εἰς τὸ πρότερον, μήποτε οὐχ ἕνεκά του ποιεῖ ἡ φύσις.3 ἀλλ’ ὥσπερ ὕει ὁ Ζεὺς οὐχ ἵνα σῖτον αὐξήσῃ, ἀλλ’ ἐξ ἀνάγκης. τί οὖν φαμεν ‘κατὰ συμβεβηκὸς αὔξεται ὁ σῖτος, καὶ οὐχ ἕνεκά του ὁ ὑετὸς ἀλλ’ ἐξ ἀνάγκης, ὅτι δεῖ ἁπλῶς ψυχθῆναι τὸ ἀναχθέν’; καὶ εἰ ὅλως γίνεται τι κατὰ συμβεβηκὸς ὑπὸ τῆς προνοίας ἢ ὅλως βλάπτεταί τι ὑπὸ τῆς προνοίας, ἄξιον ζητῆσαι. φαμὲν οὖν προνοίας διοικούσης τὸ πᾶν μηδὲν κατὰ τύχην μηδ’ ὡς ἔτυχε γίνεσθαι, ἀλλὰ πάντα ἀγαθοῦ τινος ἕνεκα, μηδὲ μὴν τὴν πρόνοιαν ποιεῖν τι κατὰ συμβεβηκός. ἔστιν οὖν καὶ ἐν τῷ ὑετῷ τὸ κοσμικὸν ἀγαθόν· διὰ γὰρ τὴν τοῦ κόσμου διαμονὴν καὶ σύστασιν ἡ τῶν στοιχείων κατὰ κύκλον γίνεται κίνησις· καὶ γὰρ τὰ διαρκῆ τὴν διαμονὴν ἔχοντα, ταῦτα κινεῖται κατὰ κύκλον, λέγω δὴ τὰ οὐράνια. ἵνα οὖν καὶ τὰ στοιχεῖα διαμένῃ, τὴν κατὰ κύκλον κινεῖται κίνησιν, καὶ διὰ τοῦτο ἐκ γῆς ὕδωρ, καὶ ἐξ ὕδατος ἀήρ, καὶ ἐκ τούτων πῦρ, καὶ πάλιν ἀὴρ καὶ ὕδωρ καὶ γῆ, καὶ εἰς τὸ αὐτὸ ἡ ἀνάκαμψις ἐξ οὗ καὶ ἤρξατο, ὅπερ κυκλικῆς ἐστι κινήσεως, τὸ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίστασθαι. ἔστι δὲ καὶ τὸ μερικὸν ἀγαθὸν κατανοῆσαι· διὰ γὰρ τὴν ἑκάστου ἀξίαν τὰ ἔξωθεν τοίως ἢ τοίως ὑπὸ τῆς προνοίας διατίθεται. ὥστε ἡ μὲν πρόνοια καθ’ αὑτὸ πάντα εὐεργετεῖ, συμβαίνει δὲ διὰ τὴν ἡμετέραν ἀξίαν τοίως ἢ τοίως ἡμᾶς πάσχειν· τὸ οὖν κατὰ συμβεβηκὸς ἐν τοῖς πάσχουσιν, οὐκ ἐν τοῖς ποιοῦσιν. καὶ τοῦτο οὐκ ἀδύνατον, τὸ μὲν ποιοῦν καθ’ αὑτὸ ποιεῖν τὸ δὲ πάσχον μηκέτι καθ’ αὑτὸ πάσχειν, ἀλλ’ ἔστιν ὅτε καὶ κατὰ συμβεβηκός. οἷον εἰ Πλάτωνος ἐξηγουμένου λόγους ὠφελίμους ἐπί γ’ ἐκκλησίας, καὶ τοῦτο προθεμένου πάντας τοὺς ἀκροωμένους ὠφελῆσαι, παριών τις ἐπί τινα χρείαν ἄλλην εἰσέλθοι, μὴ τοῦτον τὸν σκοπὸν προθέμενος ἀλλὰ κατὰ τύχην, καὶ ἀκροασάμενος ὠφεληθείη, ὁ τοιοῦτος κατὰ συμβεβηκὸς ὠφελεῖται, τοῦ Πλάτωνος καθ’ αὑτὸ ὠφελήσαντος·4 ὁ μὲν γὰρ οὐκ ἀπὸ σκοποῦ ὠφελεῖται ἀλλὰ κατὰ τύχην, Πλάτων δὲ ἀπὸ σκοποῦ ὠφέλησε· τοῦτο γὰρ προὔθετο, πάντας ὅσοι ποτὲ ἂν ἀκροάσασθαι βούλωνται ὠφελῆσαι. οὕτως οὖν καὶ τοῦ ἡλίου ἀνατείλαντος ἐπὶ τῷ πάντας φωτίσαι, εἴ τις μὴ ἐπὶ τῷ φωτισθῆναι ἀλλὰ δι’ ἑτέραν χρείαν εἰς ἀγορὰν ἐμβάλοι, κατὰ συμβεβηκὸς πεφώτισται, τοῦ ἡλίου καθ’ αὑτὸ φωτίσαντος. οὕτως οὖν οὐδὲ θαυμαστόν, καὶ τῆς προνοίας ἁπλῆς τινος οὔσης καὶ πάντας καθ’ αὑτὸ εὐεργετεῖν βουλομένης ἀλλ’ οὐ κατὰ συμβεβηκός, κατὰ συμβεβηκὸς φθαρῆναι τὸν σῖτον ἢ αὐξηθῆναι· οὐ γὰρ τοῦτο προὔθετο ἁπλῶς αὐξῆσαι τὸν σῖτον ἢ φθεῖραι τὸν ἐν τῇ ἅλῳ, ἀλλὰ διὰ τὴν ἀξίαν τῶν εὐεργετουμένων κατὰ συμβεβηκὸς ταῦτα γίνεται.

“然而存在一个疑难:究竟是什么阻碍了自然。” 在列出了诸论题之后,他便从这里开始对前一个论题提出疑难:自然是否根本不是为了某种目的而有所作为,而正如宙斯降雨不是为了让谷物生长,而是出于必然。那么我们是否会说:“谷物生长是出于偶性,降雨并非为了某种目的而是出于必然,因为被上升之物必须纯粹地被冷却”?并且,是否究竟有任何事物由天意出于偶性而生成,或者是否究竟有任何事物受到天意的损害,这值得探究。因此我们说,在天意统辖宇宙时,没有任何事物是出于偶然或随机生成的,而一切都是为了某种善,天意也绝非出于偶性而有所作为。因此,在降雨中也存在宇宙的善;因为由于宇宙的恒存与维系,才发生了元素的圆周运动。事实上,那些具有持久恒存性的事物,即天体,正是作圆周运动的。因此,为了使元素也得以恒存,它们作圆周运动,并由于这一缘故,水由土产生,气由水产生,火由这些产生,然后再次产生气、水、土,并且折返回到最初开始的同一事物,而这正是圆周运动的特征,即从同一事物恢复到同一事物。但也同样能够理解个别的善;因为根据每个人的应得,外在事物被天意安排为如此这般。因此,天意就其自身而言惠及万物,但由于我们的应得,适逢我们以如此这般的方式受动;因此,偶性的维度存在于受动者之中,而不在作用者之中。并且这并非不可能:作用者就其自身而作用,而受动者则不再就其自身受动,有时反而是出于偶性。正如若柏拉图在民众大会上阐发有益的言论,且以此为目的要使所有听者受益,某个过路人因其他某种需要而走进来,并非抱有这一目的而是出于偶然,听后获得了益处,这样的人乃是出于偶性受益,而柏拉图则是就其自身施益;因为前者不是出于目的而是出于偶然受益,柏拉图则是出于目的施益,因为他预先设定的正是这一点:使所有愿意聆听的人受益。因此同样地,当太阳升起以照亮所有人时,若有人并非为了被照亮而是为了其他需要进入集市,他乃是出于偶性被照亮,而太阳则是就其自身照亮。因此同样不足为奇的是,即便天意是某种纯一之物并且意愿就其自身而非出于偶性惠及所有人,谷物被毁或生长也可以是出于偶性的;因为天意并未简单地以让谷物生长或毁坏打谷场上的谷物为目的,而是由于受惠者的应得,这些事情才出于偶性而发生。

语法注4 条
  1. 2.123εἰπὼν γὰρ ὅτι εἰς ταύτην ἀνάγουσι τὴν αἰτίαν, ποίαν ταύτην ἐπήγαγε τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὰ τοιαῦτα

    从句法上看,在分词从句 εἰπὼν ὅτι... 之后,ποίαν ταύτην 构成间接疑问(“这是何种原因”)或作为动词 ἐπήγαγε 的先行引介成分,其具体内容由随后的同位语成分 τὸ θερμὸν καὶ τὸ ψυχρόν 补足。动词 ἐπήγαγε 的省略主语是亚里士多德。

  2. 2.124ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν

    结合了习语 ὅσον ἅψασθαι(仅仅触及)与 χαίρειν ἐῶ(弃置、不顾)。分词 ἁψάμενοι 作伴随情况(“仅触及之后”),主动词 χαίρειν ἐῶσιν 表放任或弃置不顾。斐洛波诺斯在随后的解释中将其意译为 ὅσον ἅψασθαι τούτων μεμνημένοι μόνον。

  3. 2.125ἀπορεῖ ἐντεῦθεν εἰς τὸ πρότερον, μήποτε οὐχ ἕνεκά του ποιεῖ ἡ φύσις

    μήποτε 引导表示疑虑或审慎推测的从句(“自然是否或许并非为了某种目的”)。介词短语 εἰς τὸ πρότερον 指向前文所列两个论题中的前一个(自然是否为了目的而作为)。

  4. 2.125τοῦ Πλάτωνος καθ’ αὑτὸ ὠφελήσαντος

    属格独立结构,表伴随情状与对照。它将受动者一方的偶然获益(ὁ τοιοῦτος κατὰ συμβεβηκὸς ὠφελεῖται)与作用者一方(柏拉图)出于意图并就其自身施益相对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:311.20-313.27