← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§309.25-311.19

对公理的质疑与动植物中的目的论证明

菲洛波庞对亚里士多德基于两条公理的目的论论证(技术与自然的类比及模仿论)提出了质疑,指其犯有乞题错误且无法解释畸形现象,随后评述了亚里士多德基于动物本能行动和植物器官构造的最为明确的目的论证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.122#3

εἰ δὲ τὸ τέλος λέγοι μὴ ἁπλῶς τὸ ἔσχατον, ἀλλὰ τὸ ἀγαθὸν καὶ τὸ οὗ ἕνεκα, τὸ ζητούμενον αὐτόθεν ὡς ὁμολογούμενον ἔλαβε·1 ζητοῦμεν γὰρ εἰ ἐπὶ τῶν φύσει ἔστι τοιοῦτον τέλος, ὅπερ οὗ ἕνεκά ἐστι καὶ αὐτοῦ στοχαζομένη ἡ φύσις πάντα τὰ πρὸ αὐτοῦ ποιεῖ. Μήποτε δὲ καθόλου ἀληθεῦον τὸ ἀξίωμα τοῦτο ἐπὶ τοῦ δευτέρου σημαινομένου, ὅπερ καὶ κυρίως ἐστὶ τέλος, οὐκ ἐπὶ τῶν φύσει ἥρμοσται ὑπὸ τοῦ Ἀριστοτέλους, ἀλλ’ ἐπὶ τῶν τέχνῃ γινομένων2 ἐν οἷς καὶ ἀληθεύει· ὄντος γάρ τινος τέλους ἐν τοῖς τεχνητοῖς οὗ στοχάζεται ἡ τέχνη, πάντα τὰ πρὸ τοῦ τέλους τούτου τοῦ τέλους ἕνεκα ποιεῖ ἡ τέχνη. τοῦτο μὲν οὖν οὕτως διῃτήσθω. τὸ δ’ ἑξῆς οὐκέτι ἀληθές· οὐ γὰρ ἐπειδή, εἰ τὰ τεχνητὰ ὑπὸ φύσεως ἐγίνετο, οὕτως ἐγίνετο ὑπὸ φύσεως ὡς νῦν ὑπὸ τῆς τέχνης, ἤδη που ἀνάγκη διὰ τοῦτο τῆς τέχνης ἕνεκά του ποιούσης καὶ τὴν φύσιν ἕνεκά του ποιεῖν. καὶ γὰρ εἰ ἡ τέχνη ποιεῖ τέρας τι, πάντως μὲν πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα ποιεῖ, οὐ μὴν ἤδη διὰ τοῦτο, ἐπειδὴ νῦν γίνεται τέρας ὑπὸ τῆς φύσεως ὃ ἂν ἐποίησεν ἡ τέχνη, ἕνεκα τούτου πάντα τὰ πρὸ τούτου ποιεῖ ἡ φύσις· οὐ γάρ ἐστι σκοπὸς τῇ φύσει τὸ τέρας ποιῆσαι. παρὰ φύσιν γὰρ τὸ τοιοῦτον καὶ ἁμάρτημα φύσεώς ἐστιν, ὅθεν οὐδὲ οὗ ἕνεκά ἐστιν, οὐδὲ τέλος. οὐκ ἄρα ἀνάγκη, εἰ ἡ τέχνη ἕνεκά του ἐποίησε, τὸ αὐτὸ καὶ ὑπὸ τῆς φύσεως εἰ ἐπεφύκει, ἕνεκά του ἂν γενέσθαι. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον, ἐφεξῆς δὲ πάλιν φησὶν ὅτι εἰ ἡ τέχνη μιμεῖται τὴν φύσιν ἢ συνέριθός ἐστι καὶ βοηθὸς αὐτῆς (μιμεῖται μὲν γὰρ τὴν φύσιν οἷον ἡ ἀνδριαντοποιητική, συνέριθος δὲ αὐτῆς ἐστιν οἷον ἡ ἰατρική· βουλομένης γὰρ φέρε εἰπεῖν τῆς φύσεως τὰ περιττώματα ἀποκρῖναι καὶ μὴ δυναμένης, συνεργεῖ ἡ τέχνη κλυστῆρσι καὶ τοῖς τοιούτοις), εἰ τοίνυν τὸ μίμημα καὶ ἡ συνέριθος τῆς φύσεως ἕνεκά του ποιοῦσι, πολλῷ μᾶλλον τὸ πρῶτον καὶ τὸ παράδειγμα, λέγω δὴ ἡ φύσις, ἕνεκά του ποιήσει. μήποτε δὲ δυνατὸν καὶ ἐνταῦθα τὸ αὐτὸ πάλιν εἰπεῖν· οὐκ εἰ μιμήσεται τὸ τέρας ἡ τέχνη, εἶτα πάντα τὰ πρὸ τοῦ μιμήματος ἕνεκα τούτου ποιήσει, ἤδη που καὶ ἡ φύσις3 σκοπὸν καὶ τέλος ἔχουσα τὸ τέρας ποιῆσαι πάντα τὰ πρὸ αὐτοῦ ἕνεκεν αὐτοῦ ἐποίησεν. εἰ δ’ ὅλως ἐστὶν ὑπὸ τῆς τέχνης γινόμενόν τι, ὅπερ ἡ φύσις ποιοῦσα οὐχ ὡς οὗ ἕνεκα ποιεῖ, τί ἄτοπον καὶ τῆς ἰατρικῆς συνεργούσης τῇ φύσει καὶ πρὸς τοῦτο πάντα πραττούσης τὴν φύσιν τὸ αὐτὸ μὴ ὡσαύτως ποιεῖν; Τελευταῖον δὲ τίθησιν ἐπιχείρημα τὸ μάλιστα ἐναργῶς δεικνύον, ὅτι πάντα ἕνεκά του ποιεῖ ἡ φύσις. ὁρῶμεν γάρ, φησίν, ἐπί τινων ζῴων ὅτι πάντα ἕνεκά του ποιοῦσιν οὔτε τέχνῃ οὔτε λογισμῷ ποιοῦντα, ἀλλὰ μόνῃ τῇ φυσικῇ ὁρμῇ· τῷ γὰρ ὄντι “φύσιες ζῴων ἀδίδακτοι”, ὡς καὶ Ἱπποκράτει δοκεῖ. ὁ γοῦν ἀράχνης ποιεῖ τὸ ἀράχνιον οὐ μάτην ἀλλ’ ἕνεκά του, εἰς ἄγραν τε τροφῆς καὶ εἰς οἴκησιν, καὶ πάντα τὰ πρὸ τούτου ἕνεκα τούτου παραλαμβάνει. καὶ ἡ χελιδὼν δὲ τὴν νεοττιὰν οὐ μάτην δήπου ἐργάζεται ἀλλ’ ἕνεκά του, διόπερ ὅτι μάλιστα ἀσφαλῶς συνδεῖ τοῖς κάρφεσι τὸν πηλόν, καὶ σχῆμα πολυχωρητότατον καὶ ἰσχυρότατον ἐργάζεται. καὶ ἡ μέλισσα ὡσαύτως θαυμαστὴ τῆς τῶν ἑξαγώνων συνθέσεως μηδὲν μάτην ποιοῦσα. τῆς δὲ ἀλκυόνος πῶς οὐ θαυμάσει τις τὴν καλιάν, ἣν ἥκιστα ἂν ὕδωρ λυμαίνοιτο παρ’ αὐτοῖς τοῖς αἰγιαλοῖς οὖσαν;4 τὰ αὐτὰ καὶ περὶ μυρμήκων καὶ ἄλλων πολλῶν λέγειν ἔχομεν. καὶ τί λέγω, φησίν, ἐπὶ ζῴων, ὁπότε καὶ ἐπὶ τῶν φυτῶν ἡ φύσις πάντα ἕνεκά του ποιεῖ; τά τε γὰρ φύλλα, φησίν, ἕνεκα τοῦ σκεπάσαι ποιεῖ τοὺς καρπούς, ὡς μήτε ὑπὸ ἀνέμων μήτε ὑπὸ καύματος λυμαίνεσθαι, καὶ τὰς ῥίζας ἕνεκα τῆς τροφῆς ποιήσασα κάτω ταύτας φύειν οὐκ ἄνω ἐποίησεν, ἵνα ὥσπερ ὑπὸ τιθηνῆς τῆς γῆς τὴν τροφὴν ἀρύωνται. εἰ τοίνυν ταῦτα φύσει γινόμενα, οὐχ ὡς ἔτυχεν οὐδὲ μάτην, ἀλλ’ ἕνεκά του γίνεται, εὔλογον τὸ καὶ ἐπὶ πάσης φύσεως τὸ αὐτὸ τοῦτο εἶναι. ἕνεκά του ἄρα ἡ φύσις ποιεῖ, καὶ οὐχ ὅπερ ἔτυχεν.

但如果他所说的“目的”并非单单指终极之物,而是指善以及为其缘由者,他便是径直将所探究之事当作已获公认者接受了;因为我们所探究的,正是在自然事物中是否存在着这样一个目的,它本身就是为其缘由者,且自然在造作其之前的一切事物时皆以它为目标。然而或许,这一公理在第二种含义上——这确实才严格是目的——固然在总体上是真实的,却不是被亚里士多德运用于自然事物,而是运用于由技术生成的事物,而在后者之中它确实是真实的;因为在人工物中既然存在着某种技术所瞄准的目的,技术便为了这一目的而造作这一目的之前的一切事物。关于此点,姑且如此裁定。但接下来的推论便不再真实了;因为绝不能因为人工物倘若由自然生成就会像现在由技术生成的那样由自然生成,就由此必然得出结论说:既然技术是为了某种目的而造作,自然也为了某种目的而造作。因为即使技术造作某种畸形,它固然完全是为了目的而造作目的之前的一切,但绝非由此便能断定,既然技术原本会造作的畸形现在由自然生成了,自然便是为了它而造作它之前的一切;因为对于自然而言,造出畸形并不是目标。因为此类事物是反自然的,是自然的过失,因此它既非为其缘由者,亦非目的。因此并不必然:如果技术是为了某种目的而造作,同一事物倘若本具有由自然生成的本性,也就会为了某种目的而生成。 关于这些事情且谈到这里;接下来他又说,如果技术模仿自然,或者作为自然的合作者与助手(因为例如雕像制作术模仿自然,而医术则是自然的合作者;因为比方说当自然想要排泄废物而不能时,技术便通过灌肠剂及诸如此类的手段来协助),那么,如果自然的模仿物与合作者皆是为了某种目的而造作,原初者与范型,即我所说的自然,就更会为了某种目的而造作了。然而或许在这里同样可以再次提出相同的看法:绝不能因为技术会模仿畸形、进而为了此模仿而造作该模仿之前的一切,自然也就立刻会以造出畸形为目标与目的、并为了它而造作它之前的一切。况且倘若在由技术生成的事物中,根本就存在着某种自然在造作时并非将其当作为其缘由者而造作之物,那么即便医术配合自然并为此目的而做一切事情,自然却并不以相同方式造作同一事物,这又有何荒谬呢? 最后,他提出了最能清晰表明自然是为了某种目的而造作一切事物的论证。因为他说,我们在某些动物身上看到,它们造作一切皆是为了某种目的,既非凭借技术亦非凭借深思熟虑,而单单凭借自然冲动;因为正如希波克拉底也认为的那样,“动物的本性确是不学而能的”。例如蜘蛛结网绝非徒然,而是为了某种目的,既为了捕食亦为了栖居,并且为了这一目的而采取其之前的一切步骤。而燕子筑巢显然亦非徒然,而是为了某种目的,因此它尽可能牢固地用草屑将泥土粘合在一起,并做成容量极大且极其坚固的形状。蜜蜂在六边形的构建上亦同样令人赞叹,绝不徒然造作任何东西。至于翠鸟的巢,谁又会不赞叹呢,它即便紧挨着海滩,也极少会被水损坏。关于蚂蚁和许多其他动物,我们亦可道出同样的情形。他又说,何必单提动物呢,既然即便在植物身上自然造作一切也是为了某种目的?因为他说,自然生成叶子是为了遮蔽果实,使之不致被风吹坏或被烈日灼伤;而它为了营养生成根部,使它们向下生长而非向上,是为了让它们能从大地汲取营养,如同从乳母那里一样。因此,如果这些依自然生成的事物并非偶然亦非徒然、而是为了某种目的而生成,那么在一切自然身上这也是同一回事,便是合乎情理的。因此,自然是为了某种目的而造作,而非碰巧成事。

语法注4 条
  1. 2.122εἰ δὲ τὸ τέλος λέγοι μὴ ἁπλῶς τὸ ἔσχατον, ἀλλὰ τὸ ἀγαθὸν καὶ τὸ οὗ ἕνεκα, τὸ ζητούμενον αὐτόθεν ὡς ὁμολογούμενον ἔλαβε

    条件从句使用了祈愿语气 λέγοι(假设性假定),而主句使用了过去直陈式 ἔλαβε。直陈式 ἔλαβε 断定性地指出了其在逻辑上已构成了乞题(将待证之事预先当作前提)。

  2. 2.122Μήποτε δὲ καθόλου ἀληθεῦον τὸ ἀξίωμα τοῦτο ἐπὶ τοῦ δευτέρου σημαινομένου, ὅπερ καὶ κυρίως ἐστὶ τέλος, οὐκ ἐπὶ τῶν φύσει ἥρμοσται ὑπὸ τοῦ Ἀριστοτέλους, ἀλλ’ ἐπὶ τῶν τέχνῃ γινομένων

    μήποτε 在此作为副词引出谨慎的推测(“或许……”),修饰主动词 ἥρμοσται(完成时被动态)。分词 ἀληθεῦον 作让步解(“即便在总体上是真实的”)。

  3. 2.122οὐκ εἰ μιμήσεται τὸ τέρας ἡ τέχνη, εἶτα πάντα τὰ πρὸ τοῦ μιμήματος ἕνεκα τούτου ποιήσει, ἤδη που καὶ ἡ φύσις

    句首的 οὐκ 否定了紧随条件从句之后的主句推论,构成“绝不能因为技术模仿畸形……自然就立刻也……”的整体句构。εἶτα 连接条件从句内部前后相继的环节。

  4. 2.122ἣν ἥκιστα ἂν ὕδωρ λυμαίνοιτο παρ’ αὐτοῖς τοῖς αἰγιαλοῖς οὖσαν

    关系代词 ἣν 的先行词为 καλιάν(巢)。ἂν λυμαίνοιτο 为潜能祈愿语气(“水极少会损坏……”)。分词 οὖσαν 在性、数、格上与 ἣν 一致,带有让步意味(“即便紧挨着海滩”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:309.25-311.19