- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:29.10-30.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》185a5–185a14将考察存在者为一且不动比作讨论悖谬论题或争辩性论证,斐洛庞奴斯解释了论题的定义、诡辩与争辩性推论的区别、巴门尼德与梅利索斯论证的优劣差异,并注解了自然事物运动的假定以及应当予以驳斥的论辩界限。
" Ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἓν καὶ πρὸς ἄλλην θέσιν ὁποιανοῦν διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων." “Θέσις ἐστίν,” ὡς αὐτὸς ἐν τοῖς Τόποις εἴρηκε, “παράδοξος ὑπόληψις τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν”. οἷον ὁ Ἡράκλειτος ταὐτὸν εἶναι ἔλεγε τὰ ἐναντία, ὁμοίως δὲ οὗτοι ἓν τὸ πᾶν λέγοντες καὶ ἀκίνητον, ἢ ὡς Ζήνων ἔλεγε μὴ εἶναι κίνησιν, ἢ ὡς Ἀναξαγόρας πάντα κινεῖσθαι. τὸ οὖν σκοπεῖν, φησίν, εἰ τὸ ὂν ἕν ἐστι καὶ ἀκίνητον, ὅμοιόν ἐστι τῷ πρὸς ἄλλην ὁποιανοῦν διαλέγεσθαι θέσιν, οἷον τὴν Ἡρακλείτου, ὃς ἔλεγε τὰ ἐναντία τὰ αὐτὰ εἶναι. ὡς γὰρ πρὸς ταύτην τὴν θέσιν ἀντιλέγειν μάταιον τῆς ἐναργείας κρείττονος οὔσης πάσης ἀποδείξεως, ἢ πρὸς τὸν λέγοντα ὅτι τὸ πᾶν εἷς ἄτομός ἐστιν ἄνθρωπος, οὕτω καὶ πρὸς τὸν Παρμενίδου καὶ Μελίσσου λόγον. λόγου δὲ ἕνεκα λέγει ἀντὶ τοῦ ἕνεκα τοῦ λέγειν τι ἁπλῶς ἀποφαινομένους καὶ οὐδὲ συλλογιστικῶς, ὡς εἴ τις λέγοι ‘ὁ ἄνθρωπος τρίπους ἐστίν’. ἢ λύειν λόγον ἐριστικόν. κατὰ κοινοῦ τὸ ὅμοιον δὴ τὸ σκοπεῖν καὶ τὰ ἑξῆς, ἢ λύειν λόγον ἐριστικόν.1 διαφέρει δὲ ὁ ἐριστικὸς λόγος τοῦ σοφιστικοῦ ταύτῃ, ὅτι ὁ μὲν σοφιστικὸς ὕλῃ μὲν ἀληθεῖ κέχρηται, τὸ δὲ σχῆμα ἀσυλλόγιστον ἔχει, ὁ δ’ ἐριστικὸς κατ’ ἀμφότερα ἔπταισται καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ σχῆμα. ὅπερ ἀμφότεροι μὲν ἔχουσιν οἱ λόγοι καὶ ὁ Μελίσσου καὶ ὁ Παρμενίδου. καὶ ὁ Παρμενίδου, φησί, λόγος καὶ ὁ Μελίσσου ἐριστικός ἐστιν· ἑκάτερος γὰρ αὐτῶν καὶ ψευδέσι κέχρηται προτάσεσι καὶ ἀσυλλογίστως προέρχεται. τίνας δὲ προτάσεις ψευδεῖς λαμβάνουσι καὶ ὅπως ταύτας ἀσυλλογίστως συμπλέκουσιν, ἐπιόντες αὐτοὺς τοὺς λόγους δείξομεν. ἀλλ’ εἰ καὶ ἀμφότεροι, φησίν, ἐριστικοὶ οἱ λόγοι, ἀλλὰ μᾶλλον ὁ Μελίσσου φορτικὸς καὶ οὐκ ἔχων ἀπορίαν. ὁ μὲν γὰρ Παρμενίδου εἰ καὶ ψευδῆ λαμβάνει καὶ ἀσυλλόγιστός ἐστιν, ἀλλ’ οὖν ἔχει τι δυσφώρατον καὶ δριμύ, ὁ δὲ Μελίσσου ἐπιπόλαιος ὢν φορτικός ἐστι καὶ οὐδεμίαν κινῶν τοῖς ἀκροωμένοις ἀπορίαν. ἀλλ’ ἑνὸς ἀτόπου δοθέντος οὕτω τὰ ἐφεξῆς συμπεραίνει. τοῦτο δέ, φησίν, οὐδὲν χαλεπόν, τουτέστιν ἢ τὸ συγχωρήσαντα ἑνὶ ἀτόπῳ τὰ ἑπόμενα κατασκευάσαι (δεδομένου γὰρ τοῦ ὅτι ἡ γῆ ἵπταται, συμβήσεται μετεώρους ἡμᾶς εἶναι, τὰ βάρη ἐκτὸς τοῦ μέσου ἵστασθαι καὶ ἄλλα μυρία), ἢ οὐδὲν χαλεπὸν ἐπιλύειν2 καὶ ἐλέγχειν τὰ οὕτως ἐπιπολῆς εἰρημένα.
“考察它是否如此之一,就如同针对为了议论而提出的任何其他论题进行辩论一样。” 正如他自己在《论题篇》中所说,“论题乃是哲学上某个著名人物的悖谬看法”。例如,赫拉克利特说对立面是同一的,同样,这些人说万物是一且不动的,或者如芝诺说没有运动,或者如阿那克萨戈拉说万物皆运动。因此他说,考察存在者是否是一且不动的,就如同针对任何其他论题进行辩论一样,例如赫拉克利特的论题,他说对立之物是同一的。因为针对这一论题反驳是徒劳的(明了的事实优于一切论证),针对说万物是一个不可分割的人的人反驳也是徒劳的,针对巴门尼德和梅利索斯的论证同样如此。他说“为了议论”是用来代替指称那些仅仅为了说话而断言某事且甚至不是推论性地断言的人,仿佛有人说“人是三足的”。“或者如同解开一个争论性的论证。”“考察是同样的”以及下文共同关联到“或者解开一个争论性的论证”。争论性的论证与诡辩性的论证在这一点上有区别:诡辩性的论证使用的是真实质料,但推论形式是不当的,而争论性的论证在质料和推论形式两个方面都失误了。这正是梅利索斯的论证和巴门尼德的论证两者都具有的特征。他说,巴门尼德的论证和梅利索斯的论证都是争论性的;因为他们每个人都使用了假的前提,并且是以非推论的方式进行的。至于他们采用了哪些假前提,以及他们如何非推论性地将这些前提交织在一起,我们在进入这些论证本身时将会予以展示。他说,但是,即使两个论证都是争论性的,梅利索斯的论证却更为粗俗,并且不包含疑难。因为巴门尼德的论证即使假定了虚假之事且是非推论性的,但终究具有某种难以察觉且敏锐的东西,而梅利索斯的论证既浅薄又粗俗,并且不会在听众心中激起任何疑难。倒不如说,一旦被给予一个荒谬之点,他便如此推导出接下来的事情。而他说,“这毫无困难”,也就是说,要么是承认了一个荒谬之点的人去论证后继的事情毫无困难(因为既然假定了大地在飞行,就会得出我们在空中、重物停留于中心之外以及无数其他事情),要么是解决和驳斥这般浅薄陈述的事情毫无困难。
"Ἡμῖν δὲ ὑποκείσθω· τὰ φύσει ἢ πάντα ἢ ἔνια κινούμενά ἐστι." Λάβωμεν, φησί, τοῦτο ἐξ ὑποθέσεως. οὐδὲ γὰρ φυσικοῦ ἐστι τὸ περὶ τῶν ἀρχῶν ἀποδεικνύναι, ὅτι τὰ φυσικὰ πράγματα ἢ πάντα κινοῦνται ἢ ἔνια· ἄλλως τε καὶ ἐξ αἰσθήσεως τὴν πίστιν ἔχομεν τοῦ ἢ πάντα κινεῖσθαι ἢ ἔνια. προσέθηκε δὲ τὸ ἔνια διὰ τὰς δυνάμεις τὰς ἐν ὑποκειμένῳ καὶ τὰς ἀλόγους ψυχάς, ἅτινα φυσικὰ μέν ἐστιν, ἀκίνητα δέ· οὔτε γὰρ ἀλλοιοῦται, οὔτε αὔξει, οὔτε κατὰ τόπον κινεῖται.
“而对于我们,则应当设定:由本性存在的事物要么全部、要么部分是处于运动中的。” 他说,让我们依据假定来接受这一点;因为就诸本原进行论证、证明自然事物要么全部运动要么部分运动,甚至并不属于自然哲学家的职责;此外,我们从感觉中也获得了关于要么全部要么部分运动的确信。而他加上“部分”,是由于载体中的诸能力以及非理性灵魂,这些事物虽然是自然的,却是不动的;因为它们既不发生质变,也不增长,亦不在位置上运动。
"Ἅμα δὲ οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλ’ ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται.3" Ἐπειδὴ πρὶν ἐλέγξαι τὰ παρ’ ἐκείνων ὑπέθετο κινεῖσθαι τὰ φυσικὰ πράγματα, ὑπὲρ τούτου ἀπολογούμενος προσέθηκε τὸ ὅτι οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλ’ ἐκεῖνα ὅσα, τῶν ἀρχῶν σῳζομένων, ἐξ αὐτῶν ψευδῆ τις κατασκευάζει. πρὸς δὲ τὸν ἀναιροῦντα τὰς ἀρχὰς καὶ πρὸς αὐτὰς φέροντα ἀπορίας ἀνασκευαστικὰς αὐτῶν οὐ χρὴ διαλέγεσθαι, οὐδὲ τὰ παρὰ τούτου φερόμενα ἄπορα ἐπιλύεσθαι. τὸ δὲ ἅμα δὲ οὐδὲ λύειν ἀντὶ τοῦ οὐδὲ γὰρ λύειν.
“同时,也并不适合去解决一切问题,而只适合解决有人从诸本原进行论证而犯错的那些问题。” 由于在反驳那些人的观点之前,他便假定了自然事物是运动的,为了为此辩护,他补充道,解决一切问题是不适合的,而只适合解决那些在诸本原得以保全的情况下有人从中错误地论证出来的东西。但对于否定诸本原并针对诸本原提出旨在推翻它们之疑难的人,则不应当与其辩论,也不应当去解决由此人提出的疑难。而“同时并不……去解决”是用来代替“因为并不……去解决”。
- 1.11κατὰ κοινοῦ τὸ ὅμοιον δὴ τὸ σκοπεῖν καὶ τὰ ἑξῆς, ἢ λύειν λόγον ἐριστικόν
这指出了亚里士多德正文(185a8)中“或者如同解开一个争论性的论证(ἢ λύειν λόγον ἐριστικόν)”的句法结构,说明前文主句的谓语“考察……就如同……(ὅμοιον δὴ τὸ σκοπεῖν καὶ τὰ ἑξῆς)”被共同承前补充,与由 ἤ 引导的选择从属成分相连。
- 1.11τουτέστιν ἢ τὸ συγχωρήσαντα ἑνὶ ἀτόπῳ τὰ ἑπόμενα κατασκευάσαι ... ἢ οὐδὲν χαλεπὸν ἐπιλύειν
斐洛庞奴斯对亚里士多德的词句“这毫无困难(τοῦτο δ’ οὐδὲν χαλεπόν)”(185a11)给出了两种句法与语义解读:要么指承认了一个荒谬前提后去论证后继后果是毫不费力的(以不定式短语为内容),要么是指解决和驳斥这般浅薄陈述之事是毫无困难的。
- 1.13ἀλλ’ ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται
否定词 οὐδέ 后面的 ἀλλ’ ἤ 是表示“除了……之外/只有……”的惯用句型。句法上承接前文主句补充“适合去解决(λύειν προσήκει)”,意为“只适合解决那些从本原论证而犯错的事物”。
