← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§308.6-309.24

自然的意向性、技艺类比及其批判

菲洛波庞完成了表明自然物也是为了某种目的的第三格三段论,继而阐述了基于技术与自然类比的第二种立论,随后依据“目的”概念的多义性对亚里士多德的前提提出了批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.122#2

ὅτι δὲ καὶ τὰ φύσει ἕνεκά του, ἐν τρίτῳ σχήματι δείκνυσιν οὕτως· ὑετοὶ καὶ τὰ μέρη τῶν ζῴων καὶ πάντα τὰ τοιαῦτα φύσει εἰσίν, ὡς κἂν αὐτοὶ οὗτοι φαῖεν (φασὶ γοῦν φύσει μὲν εἶναι, τὴν μέντοι φύσιν οὐχ ἕνεκά του ποιεῖν ταῦτα. αὐτὸ γοῦν τοῦτό ἐστι τὸ προκείμενον ἡμῖν εἰς ζήτησιν, εἰ ἅπερ ποιεῖ ἡ φύσις ἕνεκά του ποιεῖ), ὑετοὶ γοῦν καὶ τὰ μέρη τῶν ζῴων φύσει, ὑετοὶ καὶ τὰ μέρη τῶν ζῴων ἕνεκά του (δέδεικται γὰρ τοῦτο διὰ τοῦ ὑποθετικοῦ συλλογισμοῦ), τινὰ ἄρα τῶν φύσει ἕνεκά τού ἐστιν. οὕτως μὲν οὖν κατὰ τὴν πρώτην ἐπιβολὴν διὰ τριῶν συλλογισμῶν δείκνυσιν ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, καθ’ ἑτέραν δὲ πάλιν ἐπιβολὴν τὸ αὐτὸ τοῦτο δείκνυσιν οὕτως· λαμβάνει πρότερον δύο τινὰ ἀξιώματα, πρῶτον μὲν ὅτι ἐν οἷς ἐστι τέλος τι εἰς ὃ περατοῦται ἡ κίνησις καὶ προϊοῦσα συνεχῶς εἰς ἐκεῖνο τελευτᾷ, ἐν τούτοις πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα πράττεται. οἷον τῆς οἰκοδομικῆς ἐστι τέλος τὸ ποιῆσαι οἰκίαν, καὶ πάντα ὅσα πρὸ τοῦ τέλους τούτου πράττεται, ἕνεκα τοῦ τέλους πράττεται, οἷον τὸ κολάψαι λίθους, καὶ ξύλα πρίσαι καὶ ξέσαι, καὶ κεράμους πλάσαι, καὶ πάντα τὰ λοιπά. δεύτερον ἀξίωμα ὅτι τὰ ὑπὸ τέχνης γινόμενα, εἰ δἂν ἐπεφύκει γίνεσθαι ὑπὸ φύσεως, οὐδ’ ἂν ἄλλως ἐγένετο.1 οἷον εἰ ἡ φύσις ἠδύνατο ποιῆσαι πλοῖον καταδῦσα ἐν τοῖς ξύλοις, οὕτως ἂν αὐτὰ συνέθηκε καὶ ἐσχημάτισεν, ὡς νῦν ὑπὸ τῆς τέχνης γίνονται· οὐ γὰρ ἔστι σοφώτερον ἐπινοῆσαι. πάλιν εἰ τὰ ὑπὸ φύσεως γινόμενα ἠδύνατο καὶ ὑπὸ τέχνης γενέσθαι, οὕτως ἂν αὐτὰ ἐποίησεν ἡ τέχνη ὡς νῦν ὑπὸ τῆς φύσεως γίνονται· εἰ γὰρ μὴ οὕτως ἢ ἡ τέχνη τὰ φύσει ἐποίησεν ὡς ἡ φύσις αὐτὰ ποιεῖ (οἷον ἄνθρωπος εἰ μὴ ὡς ἔχει ὑπὸ φύσεως νῦν οὕτως ἐποίησεν αὐτὸν ἡ τέχνη), καὶ ἡ φύσις τὰ τεχνητὰ ὡς νῦν ὑπὸ τῆς τέχνης γίνεται, οὐδ’ ἂν ὅλως ὑπέστησαν.2 τὰ μὲν ἀξιώματα ταῦτα, δείκνυσι δὲ [ἂν] ἐκ τούτων ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ οὕτως· εἰ τὰ τεχνητὰ ὑπὸ φύσεως ἐγίνετο, οὕτως ἂν ἐγίνετο ὡς νῦν γίνεται, ἐν δὲ τοῖς τεχνητοῖς πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα γίνεται, καὶ εἰ φύσει ἄρα ἐγίνετο, πάντα ἂν τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα ὑπὸ τῆς φύσεως ἐγίνετο· καὶ πάλιν εἰ τὰ φυσικὰ ὑπὸ τέχνης ἐγίνετο, οὕτως ἂν ἐγίνετο ὡς νῦν ὑπὸ φύσεως γίνεται, ἡ τέχνη δὲ πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα ποιεῖ, καὶ ἡ φύσις ἄρα οὕτως ποιοῦσα νῦν ὡς ἂν ἡ τέχνη ἐποίησε πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα ποιεῖ· πάντα ἄρα ἡ φύσις ἕνεκά του ποιεῖ. Ὁ μὲν οὖν Ἀριστοτέλης οὕτως, δοκεῖ δέ μοι μὴ ὑγιῶς ἔχειν τοῦτο τὸ ἐπιχείρημα. πρῶτον μὲν γὰρ τὸ πρῶτον τῶν ἀξιωμάτων δόξει μὴ καλῶς εἰλῆφθαι, τὸ λέγον ‘ἐν οἷς τέλος τί ἐστιν, ἐν τούτοις πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα πράττεται’. ποῖον γὰρ τέλος ἐνταῦθά φησιν; εἰ μὲν γὰρ ἁπλῶς τὸ ἔσχατον πᾶν καὶ τὴν ἀποτελεύτησιν, ψευδὴς ὁ λόγος· καὶ αὐτὸς γὰρ ἐν τῷ προτέρῳ εἶπεν, ὅτι “βούλεται οὐ πᾶν εἶναι τὸ ἔσχατον τέλος, ἀλλὰ τὸ βέλτιστον”, διὸ καὶ ἐμέμφετο τῷ Εὐριπίδῃ εἰπόντι τὸ ἔχον τελευτὴν ἧσπερ οὕνεκ’ ἐγένετο.3 οὐ γὰρ δὴ ἐπειδὴ μία τίς ἐστι καὶ συνεχὴς ἡ κατὰ τὴν ζωὴν κίνησις μέχρι τοῦ θανάτου καὶ ἔστι ταύτης τέλος τι καὶ ἔσχατον ὁ θάνατος, διὰ τοῦτο πάντα τὰ πρὸ τοῦ θανάτου τοῦ θανάτου ἕνεκα πράττεται· οὐδ’ ἐπειδὴ ἡ ναῦς φορτωθεῖσα πάνυ ναυαγίῳ περιέπεσε, διὰ τοῦτο ἐφορτώθη, ἵνα ναυαγίῳ περιπέσῃ. καὶ τὰ τέρατα δὲ οὐκ ἐπειδὴ ἔσχατόν τι καὶ τέλος εἰσὶ τῆς παρὰ φύσιν κινήσεως, διὰ τοῦτο πάντα τὰ πρὸ τοῦ τέλους ἕνεκα τοῦ τέλους γίνεται τούτου· οὐ γὰρ τοῦ παρὰ φύσιν τέλους στοχάζεται ἡ φύσις, οὐδὲ σκοπὸν ἔχει τὸ τέρας ποιῆσαι. καὶ ἐπὶ μυρίων ἄλλων οὕτως ἔχει.

至于自然事物也是为了某种目的的,他在第三格中如此证明:降雨、动物的部分以及所有此类事物皆是依自然而存在的,正如正是他们这些人自己也会说的那样(他们至少说它们是依自然而存在的,然而自然并非为了某种目的而造作它们;因为摆在我们面前供探究的恰恰正是这一点,即自然所造作的那些事物,是否是为了某种目的而造作的);降雨和动物的部分至少是依自然而存在的,而降雨和动物的部分是为了某种目的的(因为这已通过假言三段论证明了);因此依自然而存在的事物中有某些事物是为了某种目的的。如此,按照第一种途径,通过三个三段论他证明了自然是为了某种目的而造作的;但按照另一途径,他又如此证明这一完全相同的事情:他预先设定了两个公理,第一是:在凡有某种目的作为运动的限度、且运动持续推进并终于那目的的事物中,目的之前的所有环节皆是为了目的而为的。例如建筑术的目的在于建造房屋,而在此目的之前所做的一切事情皆是为了目的而为的,例如凿石、锯木与刨木、制瓦以及其余一切。第二个公理是:由技术产生的事物,如果它们本具有依自然而产生的本性,也不会以任何其他方式产生。例如,若自然能够潜入木材中造船,它就会像现在由技术生成的那样去组装和定型它们;因为不可能构想出更具智慧的方式。反之,如果由自然产生的事物也能够由技术产生,技术也会像现在由自然生成的那样去造作它们;因为倘若技术不按照自然造作自然物的方式去造作它们(例如,倘若技术不按照人现在依自然所具有的状态去造人),且自然不按照现在由技术生成的方式去造作人工物,它们根本就不可能成立。公理便是这些;他由此如此证明自然是为了某种目的而造作的:如果人工物是由自然产生的,它们就会像现在生成的那样生成,而在人工物中,目的之前的所有事物皆是为了目的而生成的,因此如果它们是由自然产生的,目的之前的所有事物也都会是由自然为了目的而生成的;反之,如果自然物是由技术产生的,它们就会像现在由自然生成的那样生成,而技术是为了目的而造作目的之前的所有事物,因此自然既然现在像技术所会造作的那样造作,它造作目的之前的所有事物也是为了目的;因此自然为了某种目的而造作一切事物。 亚里士多德固然如此论述,但在我看来这一论证并不健全。因为首先,诸公理中的第一条似乎并未被妥当设定,即那条声称“在凡有某种目的的事物中,目的之前的所有环节皆是为了目的而为的”的公理。因为他在这里指的是何种目的?如果他单单是指任何终极之物与收尾,这一命题便是假的;因为他自己也在前面的部分中说过,“并非任何终极之物皆欲作为目的,而唯有最善者才是”,因此他也责难过说出“拥有那正是他为其而生的终极”的欧里庇得斯。因为绝不能因为生命直至死亡的运动是单一且连续的、并且死亡是这一运动的某种终极与收尾,就由此断定死亡之前的一切环节皆是为了死亡而为的;也不能因为一艘船在满载后遭遇了海难,就由此断定它是为了遭遇海难而装载的。而畸形物也并非因为它们是反自然运动的某种终极与收尾,目的之前的一切就由此为了这一目的而生成;因为自然并非瞄准那反自然的目的,亦不以造出畸形为目标。在无数其他事例中亦是如此。

语法注3 条
  1. 2.122εἰ δἂν ἐπεφύκει γίνεσθαι ὑπὸ φύσεως, οὐδ’ ἂν ἄλλως ἐγένετο

    短语 εἰ δἂν 是 εἰ δὲ ἄν 或 εἰ δὴ ἄν 的混声变体,与条件从句中的过去完成时 ἐπεφύκει 以及结论句中的 οὐδ’ ἂν... ἐγένετο(不定过去时加 ἄν)共同构成与过去/现状相反的反事实条件句(“如果它们本具有依自然而产生的本性,也不会以其他方式产生”)。

  2. 2.122εἰ γὰρ μὴ οὕτως ἢ ἡ τέχνη τὰ φύσει ἐποίησεν ὡς ἡ φύσις αὐτὰ ποιεῖ... καὶ ἡ φύσις τὰ τεχνητὰ ὡς νῦν ὑπὸ τῆς τέχνης γίνεται, οὐδ’ ἂν ὅλως ὑπέστησαν

    这是一个复合句结构,两个并列的假设条件(技术不按自然的方式造作自然物,以及自然不按技术的方式造作人工物)共同指向同一个反事实结论句 οὐδ’ ἂν ὅλως ὑπέστησαν(“它们根本就不会成立”)。插入的 οἷον ἄνθρωπος... 是对前一条件的具体例示。

  3. 2.122τὸ ἔχον τελευτὴν ἧσπερ οὕνεκ’ ἐγένετο

    引自欧里庇得斯的诗句。关系代词 ἧσπερ 以 τελευτήν 为先行词,并受后置介词 οὕνεκα(即 ἕνεκα)支配,构成“他正是为其而生的终极”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:308.6-309.24