← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§306.12-308.5

关于自然之目的因与必然性的疑难与论证

评注者明确了亚里士多德提出的关于自然的目的论与必然性的两个论题(198b10),阐述了通过降雨与牙齿生长的例子否定自然目的论的疑难,并梳理了证明自然为了目的而造作的三段论论证结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.122#1

" Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις τῶν ἕνεκά του αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσικοῖς." Εἰπὼν ἐν τῷ περὶ αὐτομάτου καὶ τῆς τύχης λόγῳ ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, καὶ λαβὼν τοῦτο ὡς ὡμολογημένον, νῦν αὐτὸ βούλεται ἀποδεῖξαι. καὶ ἔστι τὰ προβλήματα τὰ προκείμενα μέχρι συμπληρώσεως τοῦ βιβλίου δύο, ἓν μὲν ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, δεύτερον δὲ πῶς ἔστιν ἐν τοῖς φυσικοῖς τὸ ἀναγκαῖον, ἆρα ἐπειδὴ τὸ πρότερον ὑπάρχει, ἀνάγκη καὶ τὸ δεύτερον εἶναι, ἢ ἔμπαλιν ἐπειδὴ τὸ δεύτερον, ἀνάγκη καὶ τὸ πρότερον· οἷον πότερον ἐπειδὴ ἡ ὕλη τοιάδ’ ἐστίν, ἀνάγκη καὶ τὸ τοιόνδε εἶδος εἶναι, καὶ ἕπεται ἐξ ἀνάγκης τῇ ὕλῃ τὸ εἶδος, ἢ τοὐναντίον ἐπειδὴ δεῖ τοιόνδε εἶδος εἶναι, ἐξ ἀνάγκης καὶ ὕλην δεῖ τοιάνδε εἶναι, καὶ διὰ τὸ εἶδος ἐξ ἀνάγκης καὶ ἡ ὕλη. τὰ μὲν οὖν προβλήματα ταῦτα, πρῶτον δὲ ἐξετάζει, ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ· καὶ ἵνα δείξῃ ἀναγκαίαν οὖσαν τὴν τοιαύτην ζήτησιν, πρότερον ἐπιχειρεῖ εἰς τὸ ἐναντίον καὶ ἀπορεῖ, μήποτε οὐδὲν ἡ φύσις ἕνεκά του ποιεῖ. κατασκευάζει δὲ τοῦτο παραδείγματί τινι χρώμενος. ὥσπερ γάρ, φησίν, ὕει ὁ Ζεὺς οὐχ ἵνα τὸν τοῦδε σῖτον αὐξήσῃ, οὐδ’ ἵνα τὸν ἄλλου τινὸς φθείρῃ τὸν ἐν τῇ ἅλῳ κείμενον, ἀλλὰ κατηνέχθη μὲν ἐξ ἀνάγκης, διότι δεῖ τὴν ἀνενεχθεῖσαν ἀτμίδα τῷ θέρει ψυχθῆναι τῷ χειμῶνι, ψυχθεῖσαν δ’ ὕδωρ γενέσθαι, ὕδωρ δὲ γενόμενον κατενεχθῆναι, καὶ τοῦτο μὲν ἐξ ἀνάγκης γίνεται, τὸ μέντοι αὐξηθῆναι τὸν τοῦδε σῖτον ἢ τὸν ἐν τῇ ἅλῳ φθαρῆναι συνέβη γενέσθαι οὐ διὰ τοῦτο τοῦ ὑετοῦ κατενεχθέντος, τί κωλύει καὶ ἐπὶ τῶν φύσει γινομένων γενέσθαι τὰ μόρια τῶν ζῴων ἕνεκά του τῆς φύσεως μὴ διὰ τοῦτο ποιησάσης, οἷον τοὺς μὲν ἐμπροσθίους ὀδόντας ὀξεῖς πρὸς τὸ τέμνειν ἐπιτηδείους, τοὺς δὲ γομφίους πλατεῖς πρὸς τὸ λεαίνειν τὴν τροφὴν ἐπιτηδείους, τούτων οὐ σκοπῷ τινι γενομένων ὑπὸ τῆς φύσεως, ἵνα οἱ ἔμπροσθεν τέμνωσιν ἢ οἱ γομφίοι λεαίνωσιν, ἀλλ’ ὅπως ἔτυχε διὰ τὴν τῆς ὕλης ἐπιτηδειότητα τούτων γενομένων, συμπεσεῖν δὲ τὴν τοιαύτην θέσιν αὐτῶν καὶ οὕτως ἔχειν ὡς ἂν εἰ τούτου ἕνεκεν ἐγένοντο,1 ὥστε τοὺς μὲν ἐμπροσθίους ἐπιτηδείους εἶναι πρὸς τὸ τέμνειν, τοὺς δὲ γομφίους πρὸς τὸ λεαίνειν; ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων μερῶν ὅσα ἕνεκά του δοκεῖ γενέσθαι, οἷον πρὸς τὸ πέττειν καὶ μεταβάλλειν τὴν τροφὴν τὸ ἧπαρ, καὶ τὰ νεῦρα πρὸς τὸ συνέχειν, καὶ τὰς φλέβας πρὸς τὸ ὀχετεύειν πανταχοῦ τὸ αἷμα, ὥστε πάντα ὁμοτίμως τρέφεσθαι τὰ μόρια. καὶ ἐπὶ πάντων ὡσαύτως. διό φησιν, ὅσα γίνεται οὕτως ὥσπερ ἂν εἰ καὶ ἕνεκά του ἐγένετο, ταῦτα σωθῆναι, τὰ δὲ ἄλλα φθείρεσθαι ὅσα μὴ οὕτως ἐγένετο, οἷον τὰ τέρατα. Ἡ μὲν οὖν ἀπορία ἐπὶ τοσοῦτον, δείκνυσι δ’ αὐτὸς ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ πλείοσιν ἐπιχειρήμασιν. καὶ πρῶτόν γε δείκνυσιν ἐν δευτέρῳ σχήματι, ὅτι ταῦτα ἅπερ αὐτοί φασι, λέγω δὴ ὑετοὶ καὶ τὰ τῶν ζῴων2 μέρη καὶ τὰ ὅμοια, οὔτε ἀπὸ τύχης εἰσὶν οὔτε ἀπὸ ταὐτομάτου· εἶτα διὰ ὑποθετικοῦ συλλογισμοῦ, ὅτι ἕνεκά τού ταῦτά ἐστι· καὶ τρίτον ἐν τρίτῳ σχήματι, ὅτι τινὰ τῶν φύσει ἕνεκά τού ἐστιν, ὅπερ καὶ προέκειτο δεῖξαι. ἔστιν οὖν ὁ πρῶτος συλλογισμὸς τοιοῦτος· ὑετοὶ καὶ τὰ μέρη πάντα τῶν ζῴων ἢ ἀεὶ ὡσαύτως ἔχουσιν ἢ ὡς ἐπὶ τὸ πολύ, τύχη καὶ αὐτόματον ἤγουν τὰ ἀπὸ τύχης καὶ αὐτομάτου οὔτε ἀεὶ ὡσαύτως ἔχουσιν οὔτε ὡς ἐπὶ τὸ πολύ (δέδεικται γὰρ ὅτι τῶν ἐπ’ ἔλαττον ταῦτά ἐστιν), ὑετοὶ ἄρα καὶ πάντα τὰ φύσει οὔτε ἀπὸ τύχης εἰσὶν οὔτε ἀπὸ ταὐτομάτου. ὅτι δὲ ὑετοὶ καὶ πάντα τὰ φύσει ἕνεκά τού εἰσι, δείκνυσιν ὑποθετικῷ τε καὶ διαιρετικῷ συλλογισμῷ, τῇ ἀναιρέσει τοῦ ἑτέρου κατασκευάζων τὸ λοιπόν· ὑετοὶ γὰρ καὶ τὰ φύσει πάντα ἢ ἐκ συμπτώματός τινός ἐστι (σύμπτωμα λέγων τὴν τύχην καὶ τὸ αὐτόματον) ἢ ἕνεκά του, ἀλλὰ μὴν οὐκ ἐκ συμπτώματος (δέδεικται γὰρ διὰ τοῦ προτέρου συλλογισμοῦ), ἕνεκά του ἄρα.

“因此首先应当说明自然为何属于为了某种目的的原因,其次关于必然之物,它在自然事物中处于何种状态。” 在关于自发与运气的论述中讲过自然是为了某种目的而造作,并将此视为已被公认的事实之后,他现在欲证明这一点本身。直至本书结束摆在我们面前的论题有两个:其一是自然为了某种目的而造作,其二是必然之物在自然事物中如何存在,究竟是因为先前者存在因而第二者也必然存在,还是反之因为第二者存在因而先前者也必然存在;例如,究竟是因为质料是如此的,因而这样的形式也必然存在,且形式必然伴随质料,还是相反,因为必须有这样的形式,因而必然也必须有这样的质料,且由于形式之故质料才必然存在。论题便是这些,而他首先考察的是自然为了某种目的而造作;并且为了表明这样的探究是必然的,他首先走向对立面进行论难,并提出疑难:是否自然绝非为了任何目的而造作。他借助某个例子来确立这一点。他说,正如宙斯降雨既非为了让某人的庄稼生长,亦非为了毁坏另一人放在打谷场上的庄稼,而是由于夏季上升的水蒸气必然在冬季变冷,变冷后化为水,化为水后必然降落,因而必然地降落下来;这固然是必然发生的,然而某人的庄稼生长或打谷场上的庄稼被毁坏,却是在并非为了这一缘故降雨的情况下碰巧发生的;那么有什么妨碍在自然生成的事物中,动物的各部分也是在自然并非为此缘故而造作的情况下看似为了某种目的而生成的呢?例如门齿锋利且适于切割,臼齿宽阔且适于磨碎食物,这些并不是自然带着某种意图生成的(为了让门齿切割或臼齿磨碎),而是由于质料的适宜性偶然生成的,并且它们碰巧处于这样的位置,其状态宛如它们是为了这一目的而生成的,以至于门齿适于切割,臼齿适于磨碎。同样在其余所有看似为了某种目的而生成的部分上也是如此,例如肝脏是为了消化和转化食物,腱是为了将机体联系在一起,静脉是为了将血液输送到各处,以使所有部分同等地获得滋养。在一切事物上皆是如此。因此他说,凡是以宛如为了某种目的而生成的方式生成的那些东西便存留下来,而未能如此生成的其余东西(例如畸变)则归于毁灭。 疑难至此为止;但他自己通过多个论证表明自然确实为了某种目的而造作。首先他在第二格中表明,正是他们所说的这些东西(我指的是降雨、动物的部分及类似事物),既非出于运气亦非出于自发;其次通过假言三段论表明,这些东西是为了某种目的的;第三在第三格中表明,某些自然事物是为了某种目的的,这正是预先打算予以证明的事情。第一种三段论是这样的:降雨和动物的全部部分要么总是如此,要么在绝大多数情况下如此;运气和自发,即出于运气和自发的事物,既非总是如此,亦非在绝大多数情况下如此(因为已经证明这些属于在少数情况下发生的事物);因此降雨与一切自然事物既非出于运气亦非出于自发。至于降雨和一切自然事物是为了某种目的的,他通过一个假言兼选言三段论来证明,通过否定其中一者来确立余下一者;因为降雨与一切自然事物要么出于某种偶然偶合(他将运气与自发称为偶然偶合),要么为了某种目的;然而并非出于偶然偶合(因为这已经通过前一个三段论证明了);因此是为了某种目的。

语法注2 条
  1. 2.122ὡς ἂν εἰ τούτου ἕνεκεν ἐγένοντο

    连词 ὡς ἂν εἰ 后接直陈式过去时(ἐγένοντο),构成表示与事实相反的比较从句的惯用句式(“宛如它们是为了这一目的而生成的”),用以描述器官在看似具有目的性、实则在此假说中并非为了该目的而造作的状态。

  2. 2.122ὥσπερ γάρ, φησίν, ὕει ὁ Ζεὺς ... τί κωλύει καὶ ἐπὶ τῶν φύσει γινομένων γενέσθαι τὰ μόρια τῶν ζῴων

    这是一个长大的比较句结构:由 ὥσπερ γάρ 引出关于降雨的必然过程及其偶有结果的说明,随后由主句的修辞疑问句 τί κωλύει ... γενέσθαι(“有什么妨碍……生成呢?”)来承接。不定式 γενέσθαι 的逻辑主语是 τὰ μόρια τῶν ζῴων,而其后的不定式 συμπεσεῖν 也是与之一同受 τί κωλύει 支配的并列不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:306.12-308.5