← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§304.25-306.11

形式作为动力因与目的因及原因的还原

斐洛波诺斯注解198b3–198b4,阐明自身具有运动原理的形式兼具动力因与目的因的作用,并解释自然的合目的性如何要求将诸原因还原为四种原因,同时对比了自然学与数学在原因探求上的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.120

" Καὶ τὸ τί ἐστι καὶ ἡ μορφή· τέλος γὰρ καὶ οὗ ἕνεκα." Εἰπὼν τὸ ἕτερον τῶν κινούντων ὃ καὶ “ἀκίνητον” εἶπε, προσέθηκε καὶ τὸ λοιπὸν τὸ ἔχον ἀρχὴν κινήσεως ἐν ἑαυτῷ, ὅπερ ἐστὶ τὸ φυσικὸν εἶδος. τοῦτο γάρ ἐστι τὸ κινοῦν καὶ ἀλλοιοῦν καὶ εἰς γένεσιν ἄγον τὴν ὕλην, κινεῖ δὲ οὐ μόνον ὡς ποιητικὸν αἴτιον, ἀλλὰ καὶ ὡς τελικόν· ὀρεκτὸν γάρ ἐστι, καὶ τούτου τυχεῖν ἡ φύσις βούλεται. εἴρηται δὲ ὅτι πολλάκις τὰ τρία ἔρχεται εἰς ταὐτόν· ὥστε τὸ εἶδος καὶ ἡ μορφὴ καὶ ὡς ποιητικὸν κινεῖ τὴν ὕλην ἐν τῷ πατρὶ ὄν, καὶ ὡς τελικὸν καὶ ὀρεκτόν. καὶ ἐν ταῖς λοιπαῖς κινήσεσι ταῖς κατὰ συμβεβηκὸς1 τοῦτό ἐστι τὸ κινοῦν, τὸ ἐν ἑαυτῷ ἔχον τὴν ἀρχὴν τῆς κινήσεως· αὔξεται γὰρ ἐπὶ τοσόνδε ὁ ἄνθρωπος διὰ τὸ εἶδος, καὶ ἀλλοιοῦται τοιῶσδε. καὶ τὴν κατὰ τόπον ὁμοίως κίνησιν διάφορον ἔχουσι τὰ ζῷα, οὐ διὰ τὴν ὕλην (κοινὴ γὰρ αὕτη) ἀλλὰ διὰ τὸ εἶδος.

“以及它是什么与形式;因为它是目的与为了什么。” 在讲过他称之为“不动”的实施推动者中的另一者之后,他又补充了自身之中具有运动原理的余下一者,这便是自然形式。因为正是它在推动、改变质料并将其引入生成;而且它不仅作为动力因而推动,也作为目的因而推动;因为它是欲求的对象,而自然希求获得它。并且已经讲过,往往三者归结于同一个;因此,形式与形态既存在于父体中作为动力因而推动质料,又作为目的因和欲求的对象而推动。在其余偶有的运动中,也是这自身具有运动原理者作为实施推动者;因为人增长到如此程度是由于形式,发生如此改变也是由于形式。同样,在空间位置运动上,动物拥有不同的运动,也不是由于质料(因为质料是共同的),而是由于形式。

§2.121

"Ὥστε ἐπεὶ καὶ ἡ φύσις ἕνεκά του καὶ ταύτην εἰδέναι δεῖ, πάντως ἀποδοτέον τὸ διὰ τί." Ἐπεὶ ἡ φύσις, φησί, τῶν ἕνεκά τού ἐστιν, ὡς δειχθήσεται, τὸν δὲ φυσικὸν τὴν φύσιν εἰδέναι δεῖ, ἀνάγκη πᾶσα περὶ τῶν φυσικῶν ἐρωτώμενον διὰ τί τόδε, τὰς αἰτίας τὰς εἰρημένας ἀποδοῦναι. εἰ γὰρ μὴ πάντα ἕνεκά του ἐποίει ἡ φύσις, οὐκ ἄν ἦν ἀναγκαῖος ὁ περὶ τῶν αἰτιῶν τῶν τεσσάρων λόγος, εἰς ὃν ἀνάγειν δεῖ τὰς αἰτίας τῶν φυσικῶν· ἤρκει γὰρ καὶ τὸ ποιητικὸν μόνον καὶ τὸ ὑλικὸν εἰδέναι. πάλιν δὲ ἀπαριθμεῖται τὰς αἰτίας. ὅτι δ’ ἐκ τοῦδε ἀνάγκη τόδε, τὸ ποιητικόν· ἐξ ἀνθρώπου γὰρ ἄνθρωπος. ἢ ἁπλῶς ἢ ὡς ἐπὶ τὸ πολύ [γίνεσθαι], ἁπλῶς μὲν ἐκ τοῦδε τόδε ἐν τοῖς ἀϊδίοις (τῷ γὰρ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἕπεται), ὡς ἐπὶ τὸ πολὺ δὲ ἐν τοῖς γενητοῖς· ὡς ἐπὶ τὸ πολὺ γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου. τοῦτο δέ φησι διὰ τὰ τέρατα. καὶ εἰ μέλλει τοδὶ ἔσεσθαι, ὥσπερ ἐκ τῶν προτάσεων τὸ συμπέρασμα.2 τὸ ὑλικόν φησιν αἴτιον· ὥσπερ γάρ, εἰ μέλλει τοιόνδε συμπέρασμα γίνεσθαι, δεῖ τοιάσδε προτάσεις εἶναι, οὕτως εἰ μέλλει ἄνθρωπος ἔσεσθαι ἢ ἵππος, ἀνάγκη τοιάνδε προϋπάρξαι ὕλην. καὶ ὅτι τοῦτο ἦν τὸ τί ἦν εἶναι. τὸ εἶδός φησιν· ἐρωτώμενοι γὰρ διὰ τί Σωκράτης λογικός, φαμὲν ὅτι τοῦτο εἶδος ἀνθρώπου καὶ ὅρος, ζῷον λογικὸν θνητόν. εἴρηται δὲ πολλάκις ὅτι τοῦτο τῷ τέλει συντρέχει. καὶ ὅτι δὴ βέλτιον οὕτως, οἷον ὅτι βέλτιον τῷ ἀνθρώπῳ τὸ χερσὶ χρῆσθαι ὀργάνοις τοῦ λόγου, τῷ δὲ ἵππῳ τετράποδι εἶναι. ἑκάστου οὖν, φησί, τὸ βέλτιον ἀποδοτέον, οὐ κοινῶς οἷον ὅτι καλὸν τὸ εἶναι ἢ μὴ εἶναι, ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου οὐσίαν χρήσιμον. ἐν μὲν οὖν τοῖς φυσικοῖς τὰς τέσσαρας ζητητέον αἰτίας, ἐν δὲ τοῖς μαθήμασιν, ὡς ἤδη εἴρηται, μόνην τὴν εἰδικήν. οὔτε γὰρ ὕλην οὔτε ποιητικὸν οὔτε τελικόν· γελοῖον γὰρ τὸ λέγειν, ὅτι ἀγαθὸν τῷ κύκλῳ τὸ τοιῷδε εἶναι, οἷον τὰς ἀπὸ τοῦ κέντρου ἴσας ἔχειν. τοῦτο δὲ διότι μηδὲ ὑπόστασις ἔστιν ἰδία τῶν μαθημάτων, ἀλλὰ ἄλλων ὄντα ἡ ψυχὴ ἀπεσύλησεν.3 ἐν ἐκείνοις οὖν ζητητέον τὰς αἰτίας τούτων πάσας, οἷς καὶ αὐταὶ ὑπάρχουσι φυσικῶς.

“因此,既然自然也是为了某种目的,且必须认识自然,就无论如何必须给出‘为何如此’。” 他说,既然自然属于为了某种目的的事物,正如将被证明的那样,而自然哲学家必须认识自然,那么在被询问关于自然事物“为何如此”时,就完全必然要给出所说述的这些原因。因为如果自然不是为了某种目的而造作万物,那么关于四种原因的论说——自然事物的诸原因必须还原至其中——就不是必然的了;因为仅认识动力因与质料因就足够了。他又再次列举了这些原因。“并且由此必然产生此”,指动力因;因为人出于人。“无论是绝对地还是在绝大多数情况下[生成]”:绝对地由此产生此存在于永恒事物中(因为第二者必然跟随第一者),而在绝大多数情况下则存在于生成之物中;因为在绝大多数情况下人出于人。他说这一点是由于畸变之故。“并且如果这将要存在,正如从前提得出结论那样”:他说的是质料因;因为正如如果将要产生这样的结论,就必须有这样的前提,同样如果将要有人或马,就必然预先存在这样的质料。“以及这曾是本性存在”:他说的是形式;因为当被问及苏格拉底为何具有理性时,我们说这是人的形式和定义,即理性的必死动物。并且已经多次讲过,这与目的相重合。“以及如此这般确实更好”,例如对人而言使用双手作为理性的工具更好,对马而言成为四足动物更好。因此他说,应当给出对各事物而言的“更好”,而不是一般性地如存在优于不存在那样给出,而是给出对各事物的实体有用的东西。因此,在自然事物中必须探求四种原因,而在数学对象中,正如已经说过的,仅探求形式因。因为既不探求质料,也不探求动力因或目的因;因为说处于如此状态(如拥有自中心引出的等长线段)对圆而言是善的,乃是可笑的。这是因为数学对象甚至没有独自的自存,而是在它们属于其他事物时由灵魂剥离出来的。因此,应当在它们自身自然属于的那些事物中,探求它们的全部原因。

语法注3 条
  1. 2.120ἐν ταῖς λοιπαῖς κινήσεσι ταῖς κατὰ συμβεβηκὸς

    短语 ταῖς κατὰ συμβεβηκὸς 作定语修饰,指代相对于实质性变化(实体的生成消灭)而言的非本相的、偶有的运动类别(即后文举例的量/增长、质/改变和位置移动)。

  2. 2.121καὶ εἰ μέλλει τοδὶ ἔσεσθαι, ὥσπερ ἐκ τῶν προτάσεων τὸ συμπέρασμα

    引用亚里士多德原文,仅包含条件从句(εἰ μέλλει…)和明喻(ὥσπερ…),其主句在语境中被省略。斐洛波诺斯在随后的解释中(ὥσπερ γάρ…)补充了结论部分(正如必须有特定前提一样,也必然预先存在特定质料),从而说明此处指的是质料因(假言必然性)。

  3. 2.121ἀλλὰ ἄλλων ὄντα ἡ ψυχὴ ἀπεσύλησεν

    分词 ὄντα(中性复数宾格)指代数学对象(τὰ μαθήματα),作为动词 ἀπεσύλησεν 的直接宾语,并统辖所有格 ἄλλων(“属于其他事物[即自然事物]”)。整体结构意为“当它们属于其他事物时,灵魂将它们剥离出来[抽象出来]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:304.25-306.11