← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§303.8-304.24

生成中的四因探求与不动推动者

斐洛庞诺解释了在生成问题上如何探求四种原因(形式、目的因、动力因与质料因),随后阐明推动原理为何具有双重性:不动推动者(如灵魂、神圣之物和第一推动者)在被推动者一方以自然方式推动,其自身却并非自然原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.118

" Περὶ γενέσεως γὰρ μάλιστα τοῦτον τὸν τρόπον τὰς αἰτίας σκοποῦσι, τί μετὰ τί γίνεται, καὶ τί πρῶτον ἐποίησεν ἢ τί ἔπαθεν." Ἐπειδὴ εἶπεν ὅτι τὸ διὰ τί ἐρωτωμένους εἰς τὰς τέσσαρας δεῖ αἰτίας ἀνάγειν, τούτου τὸν λόγον ἀποδίδωσι· μάλιστα γάρ, φησί, τοῦτον τὸν τρόπον περὶ τῶν γινομένων σκοπεῖν εἰώθασιν, ὅπερ καὶ μάλιστά ἐστι φυσικοῦ ἔργου, τὸ περὶ τῶν γινομένων ἔχειν τὴν πραγματείαν.1 περὶ ταῦτα γοῦν πάντες οἱ φυσικοὶ μάλιστα ἠσχόληνται, καὶ τοὺς πλείονας περὶ τούτων καταβάλλουσι λόγους. περὶ τούτων οὖν σκοποῦντες, ταύτας ζητοῦσι τὰς αἰτίας τὰς τέσσαρας, ἃς καὶ ἀπαριθμεῖται πάλιν. τί μετὰ τί γίνεται; ὅπερ ἐστὶ τὸ εἶδος καὶ τὸ οὗ ἕνεκα. σκοπεῖ γὰρ ὁ φυσικὸς τί τίνος ἕνεκεν ἐργάζεται ἡ φύσις, ἆρα ἡ τοῦ ἀνθρώπου φύσις ποιήσασα τὸ σπέρμα διὰ τὸν ἄνθρωπον αὐτὸ ποιεῖ, ἵνα γένηται ἐξ αὐτοῦ ἄνθρωπος, ἢ ἔμπαλιν τὸν ἄνθρωπον ποιεῖ διὰ τὸ σπέρμα· καὶ ἀποδίδωσιν, ὅτι ἕνεκεν τοῦ ἀνθρωπείου εἴδους, ὥστε διαμένειν, τὸ σπέρμα ἡ φύσις ποιεῖ καὶ πάντα τὰ ἐφεξῆς, τέλος πάντων τούτων ἔχουσα τὸ ἀνθρώπειον εἶδος 〈ἀΐδιον〉 ποιῆσαι (πάντα γὰρ τοῦ εἶναι ἐφίεται)· διὰ τὸ μὴ δύνασθαι οὖν τὰ ἐνταῦθα ἀΐδια εἶναι, κατὰ ἀριθμὸν τῇ διαδοχῇ τὸ ἀΐδιον ἐμηχανήσατο.2 καὶ τί πρῶτον ἐποίησε; τὸ ποιητικὸν αἴτιον· ζητεῖ γὰρ τί ἐστι προσεχῶς ἕκαστον τῶν φυσικῶν κινοῦν. καὶ τί ἔπαθε; τουτέστι τίς ἐστιν ἡ ὕλη ἡ ὑπὸ τοῦ ποιητικοῦ πάσχουσα καὶ ἀλλοιουμένη καὶ εἰς τὸ εἶδος ἀγομένη, πότερον τὸ σπέρμα ἢ τὸ καταμήνιον, καὶ τί πρὸ τούτων, οἷον ὅτι τὰ τέσσαρα στοιχεῖα, καὶ εἰ ἔστι πρὸ ἐκείνων τὸ πάσχον καὶ κοινῶς πᾶσιν ὑποκείμενον ἢ οὔ.

“因为关于生成,他们尤其以这种方式考察诸原因:何者在何者之后生成,以及何者最先实施作用或何者受到作用。” 在讲过被询问“为何如此”的人应当还原到四种原因之后,他给出了这一点的理由;因为他说,人们尤其习惯于以这种方式考察生成之物,而对生成之物进行探讨尤其属于自然哲学家的职分。至少所有的自然哲学家都尤其致力于这些事物,并且关于它们作出了大部分论述。因此,在考察这些事物时,他们探求这四种原因,而他[亚里士多德]又再次将它们列举出来。“何者在何者之后生成?”指的就是形式与“为了什么”。因为自然哲学家考察自然为了什么而造作何物:人的自然在生成了精液之后,是为了人而生成它,以便从中生成人,还是反过来为了精液而生成人?并且他给出[答案]说,为了使人的形式得以存续,自然生成了精液及随后的所有阶段,将使人的形式[永恒]作为所有这些事情的目的(因为万物都欲求存在);因此,由于此界之物不能在数目上永恒,自然便通过承续谋求了永恒。“以及何者最先实施作用?”指的是动力因;因为他探求直接推动各个自然事物的是什么。“以及何者受到作用?”也就是说,受动力因作用、发生质变并被引入形式的质料是什么,究竟是精液还是经血,在它们之前又是什么,比如是否是四元素,以及在四元素之前是否存在着受到作用且共同作为一切事物基质的东西,抑或不存在。

§2.119

"Διτταὶ δὲ αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, ὧν ἡ ἑτέρα οὐ φυσική." Ἐπειδὴ εἶπεν ὅτι ζητεῖ περὶ γενέσεως ὁ φυσικὸς ὥσπερ τὰ ἄλλα αἴτια οὕτως δὲ καὶ τὸ ποιητικόν (ζητεῖ γὰρ τί τὸ πρῶτον ποιῆσαν), ἐπεὶ μὴ περὶ παντὸς ποιητικοῦ αἰτίου, τοῦ φυσικοῦ ζητῆσαι, διὰ τοῦτό φησιν, ὅτι τῶν ἀρχῶν διττῶν οὐσῶν τῶν κινητῶν, καὶ τῆς μὲν πάντη ἀκινήτου οὔσης τῆς δὲ ἀρχὴν ἐχούσης ἐν ἑαυτῇ κινήσεως καὶ ἠρεμίας, ἡ μὲν πάντη ἀκίνητος ἀρχὴ οὐ φυσική, ἡ δὲ λοιπὴ φυσική. ὥστε φυσικοῦ ἂν εἴη οὐ τὸ περὶ πάσης ἀρχῆς διαλέγεσθαι, ἀλλὰ περὶ φυσικῆς μόνον ἀρχῆς. πῶς δέ, εἰ φυσικῶς ἀμφότεραι κινοῦσιν, οὐκ εἰσὶν ἄμφω φυσικαί; ἀλλ’ οὐ τοῦτο εἶπεν ὅτι ἡ κινοῦσα οὕτως κινεῖ ὡς τὰ φυσικὰ κινεῖν πέφυκεν, ἀλλ’ ὅτι τὸ κινούμενον ὑπ’ αὐτῆς φυσικῶς κινεῖται.3 οὐκ ἀνάγκη δὲ ὡς κινεῖται τὸ κινούμενον, οὕτω καὶ τὸ κινοῦν κινεῖν. ἀλλοιοῖ γοῦν ἡμᾶς ὁ ἥλιος αὐτὸς μὴ ἀλλοιούμενος, καὶ θερμαίνει ἡ κίνησις μὴ οὖσα θέρμανσις, καὶ ἡ μάστιξ μώλωπα ποιεῖ μὴ οὖσα μώλωψ. οὕτως οὖν οὐδὲν ἀδύνατον φυσικῶς μὲν κινεῖν μὴ εἶναι δὲ φυσικόν, τοιοῦτον δέ ἐστιν ἥ τε ψυχὴ ἡ ἡμετέρα μηδεμίαν μὲν κίνησιν κινουμένη κινοῦσα δ’ αὐτὴ τὸ ζῷον, καὶ ἔτι τὸ θεῖον· κινεῖ γὰρ ἡμᾶς αὐτὸ μὴ κινούμενον. πάντων δὲ πρῶτόν φησι τὸ τὴν ἀπλανῆ κινοῦν· τοῦτο γὰρ “πρῶτον” καὶ ἐν τῷ Λ τῆς Μετὰ τὰ φυσικά φησι. δυνατὸν δὲ καὶ πρῶτον ἀκούειν πᾶν τὸ κινοῦν τὸν οὐρανόν· πρώτως γὰρ τὰ οὐράνια τῇ κινήσει κινεῖ τὰ ἐνταῦθα. οὐκοῦν τὸ κινοῦν τὸν οὐρανὸν πρώτιστον ἄν εἴη τῶν ἀκινήτως κινούντων.

“但以自然方式推动的原理是双重的,其中之一并不是自然的。” 由于他说过,自然哲学家关于生成正如探求其他原因一样,也探求动力因(因为他探求最先实施作用的是什么),但由于并非探讨一切动力因都属于自然哲学家,因此他说,推动的原理既然是双重的,一者完全不动,另一者自身之内具有运动和静止的原理,那么完全不动的原理就不是自然的,而余下的一者则是自然的。因此,探讨每一个原理并不属于自然哲学家,而仅仅探讨自然的原理才属于自然哲学家。但是,如果两者都是以自然方式推动,为什么并非两者都是自然的呢?其实他说的并不是实施推动者以自然事物本然推动的方式进行推动,而是说被它所推动的事物是以自然方式被推动的。被推动者如何被推动,实施推动者并不必然就如何推动。至少,太阳自身并不发生质变却使我们发生质变,运动自身并不是热却产生发热,皮鞭自身并不是伤痕却造成伤痕。因此,以自然方式推动同时自身却不是自然的,这绝非不可能;我们的灵魂也是如此,它自身不发生任何运动却推动着动物,神圣之物亦是如此;因为神圣之物自身不动却推动着我们。而他在一切之中称为“第一的”,是指推动恒星天球者;因为这在《形而上学》卷Λ中也被他称为“第一的”。但将“第一的”理解为一切推动天体者也是可能的;因为天体以其运动首先推动了此界的事物。因此,推动天体者将是所有不动推动者中最首要的。

语法注3 条
  1. 2.118ὅπερ καὶ μάλιστά ἐστι φυσικοῦ ἔργου, τὸ περὶ τῶν γινομένων ἔχειν τὴν πραγματείαν

    短语 φυσικοῦ ἔργου 作表语属格(所属属格的表语用法),表示“属于自然哲学家的职分”。主语是带冠词的不定词短语 τὸ ... ἔχειν,关系代词 ὅπερ 则先行同位指代该不定词短语所表达的内容。

  2. 2.118κατὰ ἀριθμὸν τῇ διαδοχῇ τὸ ἀΐδιον ἐμηχανήσατο

    短语 κατὰ ἀριθμόν(在数目上)在意义上与前面的 διὰ τὸ μὴ δύνασθαι οὖν τὰ ἐνταῦθα ἀΐδια εἶναι 相连并与后面的 τῇ διαδοχῇ(通过承续)形成对比:既然此界事物不可能在数目上(个体上)永恒,自然便通过世代承续谋求了永恒。

  3. 2.119ἀλλ’ οὐ τοῦτο εἶπεν ὅτι ἡ κινοῦσα οὕτως κινεῖ ὡς τὰ φυσικὰ κινεῖν πέφυκεν, ἀλλ’ ὅτι τὸ κινούμενον ὑπ’ αὐτῆς φυσικῶς κινεῖται

    此处澄清了副词 φυσικῶς(自然地/以自然方式)的修饰指向:它并不是用来限定施动原理自身的运作方式(自然事物如何推动),而是从受动者的角度表明被推动之物是以自然的方式被推动的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:303.8-304.24