← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§301.17-303.7

三因合一的样态与探究对象的划分

斐洛波诺斯通过区分数目同一与形式同一,解释了形式、目的和动力因如何归为同一,并就198a27提出了两种句法解释——要么承接直接动力因,要么承接自然哲学家所处理原因的范围——并倾向于后者,进而阐释了形而上学、天文学与物理学的三分探究体系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.115

" Τὸ μὲν γὰρ τί ἐστι καὶ οὗ ἕνεκέν ἐστιν." Ὅτι τὸ εἶδος ταὐτὸν τῷ τέλει καὶ πῶς, εἴπομεν. ἐπεὶ δὲ τὸ τέλος διττόν, ὡς εἴρηται ἐν τοῖς ἔμπροσθεν, τὸ μὲν οὗ τὸ δὲ ᾧ, οὐ παντὶ τέλει τὸ εἶδος ταὐτόν ἐστιν· οὐδὲ γὰρ τῷ ᾧ ταὐτόν, ἀλλὰ μᾶλλον τῷ οὗ, τοῦτο δέ φημι οὗ στοχάζεται ἡ φύσις, στοχάζεται δὲ ἕκαστον εἰς τὸ τέλειον καὶ κατὰ φύσιν εἶδος ἀγαγεῖν. ὥστε ταὐτὸν τῷ ἀριθμῷ τὸ τοιοῦτον τέλος καὶ τὸ εἶδος τῇ σχέσει μόνῃ διαφέρον, ὡς εἴρηται, καὶ τῷ χρόνῳ· ὅταν μὲν γὰρ ὡς γινόμενον καὶ μήπω ὂν θεωρῆται, τέλος ἐστίν, ὅταν δὲ 〈ὡς〉 ἤδη γενόμενον, εἶδος. τὸ δὲ ὅθεν ἡ κίνησις πρῶτον τῷ εἴδει ταὐτὸν τούτοις. πρῶτον ἀντὶ τοῦ προσεχές.1 τὸ οὖν προσεχὲς ποιητικὸν αἴτιον ταὐτὸν τῷ τέλει καὶ τῷ εἴδει, ταὐτὸν δὲ λέγω οὐκ ἀριθμῷ ἀλλ’ εἴδει· Σωφρονίσκος γὰρ τῷ Σωκράτει ταὐτὸν τῷ εἴδει (ἄνθρωποι γὰρ ἄμφω), ἀριθμῷ δ’ οὐ ταὐτόν.

“因为何所是与为了什么[是同一个东西]。” 形式与目的是同一的,以及如何同一,我们已经讲过。但由于正如前文所说,目的是双重的,一种是“关于何者的”,另一种是“为了何人的”,所以形式并非与所有的目的都是同一的;因为形式既不与“为了何人的”同一,而是毋宁与“关于何者的”同一,我的意思是指自然所追求的目标,而自然所追求的是将每件事物导向完满且本然的形式。因此,这样的目的与形式在数目上是同一的,正如所说,仅在关系和时间上有所不同;因为当它被考察为正在生成且尚未存在时,它是目的;而当[被考察为]已经生成时,它是形式。“而运动最初由之而起者,在形式上与这些是同一的”。这里的“最初”代替了“直接的”。因此,直接动力因与目的和形式是同一的,但我说同一不是在数目上,而是在形式上;因为索弗洛尼斯科斯在形式上与苏格拉底同一(因为两人都是人),但在数目上并不同一。

§2.116

"Καὶ ὅλως ὅσα κινούμενα κινεῖ· ὅσα δὲ μή, οὐκέτι φυσικῆς. " Τοῦτο τὸ ῥητὸν ἤτοι πρὸς τὸ προσεχὲς συντακτέον, ἵνα λέγῃ ὅτι τὸ προσεχὲς ποιητικὸν αἴτιον ταὐτόν ἐστι τῷ εἴδει καὶ τῷ τέλει, καὶ καθόλου, φημί, ὅσα τῶν ποιητικῶν προσεχῆ ὄντα κινούμενα κινεῖ, ταῦτα τῷ εἴδει καὶ τῷ τέλει τὰ αὐτά εἰσιν (ἡ γὰρ ψυχὴ κἂν προσεχῶς κινῇ τὸ ζῷον, ἀλλ’ οὖν ἐπειδὴ μὴ κινουμένη κινεῖ, διὰ τοῦτο οὐκ ἔστιν ἡ αὐτὴ τῷ κινουμένῳ), ἤ, ὅπερ καὶ μᾶλλον, τοῖς ἀνωτέρω συνεχὲς ἂν εἴη2 τὸ ῥητὸν τοῦτο “καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς, τὴν ὕλην, τὸ εἶδος, τὸ κινῆσαν”, εἶτα ἐφεξῆς καὶ ὅλως ὅσα κινούμενα κινεῖ, τουτέστιν ταῦτα τὰ αἴτια ἀποδώσει ὁ φυσικός, ὅσα τῷ αὐτὰ κινεῖσθαι οὕτως κινεῖ. καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, δῆλον ἐξ ὧν ἐπήγαγεν ὅσα δὲ μή, οὐκέτι φυσικῆς, τουτέστιν ‘ὅσα δὲ κινεῖ αὐτὰ ἀκίνητα ὄντα, οὐκέτι ἐστὶ φυσικῆς πραγματείας’, εἴ γε περὶ φύσεως μέν ἐστι τοῦ φυσικοῦ διαλαβεῖν, φύσις δέ ἐστιν ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ ὑπάρχει πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός· ὥστε ὅσα φυσικὰ ὄντα κινεῖ, ἔχει ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως καὶ ἠρεμίας. οὐκοῦν ὅσα μὴ ἔχει ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως καὶ ἠρεμίας, οὐ φυσικά· τοιαῦτα δέ ἐστιν ὅσα ἀκίνητα ὄντα κατὰ φύσιν κινεῖ· εἰ τοίνυν φυσικοῦ τὸ περὶ τῶν φυσικῶν ἀρχῶν διαλέγεσθαι, τὰ δὲ τοιαῦτα οὐ φυσικά, οὐ διαλέξεται δηλονότι περὶ τούτων ὁ φυσικός. περὶ μόνων ἄρα τῶν τῷ κινεῖσθαι κινουσῶν ἀρχῶν διαλέξεται.

“并且普遍而言,凡在被推动中实施推动者[皆是如此];而凡非如此者,则不再属于自然学。” 这句话要么应当与紧接的前文相连结,以表达直接动力因与形式和目的同一,也就是说,普遍而言,凡是直接的、在被推动中实施推动的动力因,都与形式和目的相同(因为灵魂即使直接推动动物,然而既然它并非自身被推动而推动,因此它与被推动者并不相同);要么——这也是更为恰当的解释——这句话应当与更前面的文句相连续:“并且还原到所有原因,他将以自然学的方式给出‘为何如此’,即质料、形式、推动者”,紧接着就是“并且普遍而言,凡在被推动中实施推动者[都将给出]”,也就是说,自然哲学家将给出这些原因,即凡是因自身被推动而如此推动的原因。而这一点是真实的,从他所补充的话中显而易见:“而凡非如此者,则不再属于自然学”,也就是说,“凡自身不动而实施推动者,不再属于自然学的探究”,如果探讨自然确实属于自然哲学家,而自然是它以自身而非偶性第一性地存在于其中者之内的运动和静止的原理;因此凡作为自然事物而推动者,其自身之内都具有运动和静止的原理。所以,凡其自身之内不具有运动和静止的原理者,就不是自然事物;而这类事物就是那些依照本性不动而实施推动者。既然探讨自然原理属于自然哲学家,而这类事物不是自然事物,那么自然哲学家显然不会探讨这些事物。因此,他将仅仅探讨那些因被推动而推动的原理。

§2.117

"Διὸ τρεῖς αἱ πραγματεῖαι." Ἐπειδὴ τῶν κινούντων, φησί, τὸ μὲν ἀκίνητόν ἐστι τὸ δὲ κινούμενον, καὶ τῶν κινουμένων τὸ μὲν ἀεικίνητον τὸ δὲ κινούμενον καὶ φθειρόμενον, τριττὰς ἐποιησάμεθα καὶ τὰς περὶ αὐτῶν πραγματείας, ἐν μὲν τῇ Μετὰ τὰ φυσικὰ περὶ τῶν ἀκινήτων διαλεχθέντες, ἐν δὲ τῇ Περὶ οὐρανοῦ περὶ τῶν ἀεικινήτων, ἐν δὲ ταῖς λοιπαῖς πάσαις φυσικαῖς πραγματείαις περὶ τῶν κινουμένων μὲν γενητῶν δὲ οὐσῶν καὶ φθαρτῶν. τὰ δὲ ἐφεξῆς ἀνάληψίς ἐστιν ὡς ἐν συμπεράσματι τῶν αἰτίων, εἰ δὲ παρῆκε τὸ τελικόν, οὐδὲν πρᾶγμα· ἐφεξῆς γὰρ εὐθὺς πρὸ ὅλων αὐτὸ ἀπαριθμεῖται.

“因此探究分为三门。” 他说,因为推动者中有一类是不动的,另一类是被推动的;而被推动者中有一类是永恒运动的,另一类是被推动且消灭的,所以我们关于它们的探究也作了三分:在《形而上学》中讨论了不动之物,在《论天》中讨论了永恒运动之物,而在其余所有自然学论著中则讨论了被推动且可生成和可消灭之物。接下来的内容是在结论中对诸原因所作的概括重述;如果他省略了目的因,也无关紧要:因为紧接其后,在所有原因之前,他就直接将它列举了出来。

语法注2 条
  1. 2.115πρῶτον ἀντὶ τοῦ προσεχές

    对亚里士多德原文(198a26,ὅθεν ἡ κίνησις πρῶτον)中 πρῶτον 的句法与语义判定,将其解释为“直接的”(προσεχές),而非序列中最初的远因。这一判定构成了直接动力因与后代之间形式同一性(如人产生人)的根据。

  2. 2.116Τοῦτο τὸ ῥητὸν ἤτοι πρὸς τὸ προσεχὲς συντακτέον... ἤ, ὅπερ καὶ μᾶλλον, τοῖς ἀνωτέρω συνεχὲς ἂν εἴη

    注疏者在此明确权衡了“Καὶ ὅλως ὅσα κινούμενα κινεῖ”一句在句法上的两种连结方案。第一种方案将其与紧邻的前文连结,作为限定与形式和目的同一的直接动力因;第二种方案(注疏者以 ὅπερ καὶ μᾶλλον 明确赞同)将其视为承接前文198a22–24处“以自然学的方式给出……”的宾语,限定自然哲学家所应当考察的动力因范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:301.17-303.7