- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:299.27-301.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德关于将原因还原为动力因、目的因和质料因的讨论,阐明了自然哲学家“以自然学方式”考察这四种原因的职责,并分析了形式、目的和动力因三者合一与不合一(如太阳的作用或人工制品)的诸种情况。
" Ἢ εἰς τὸ κινῆσαν πρῶτον." Εἰπὼν τὸ εἰδικὸν αἴτιον, μετῆλθεν ἐπὶ τὸ ποιητικόν· ἐρωτώμενοι γάρ, φησί, διὰ τί ἐπολέμησαν Φωκεῦσι Θηβαῖοι, ἀποκρινόμεθα τὸ ποιητικὸν αἴτιον, ὅτι ἐσύλησαν Φωκεῖς τὸν νεών. ἢ τὸ οὗ ἕνεκεν καὶ τὸ τέλος ἀποκρινόμεθα. οἷον διὰ τί ἐπολέμησε τοῖς Ἕλλησιν ὁ βασιλεύς; φαμὲν ἵνα ἄρξῃ τῶν Ἑλλήνων.
“或者还原到最初推动者。” 在阐述了形式因之后,他转向了动力因;因为他说,当被问及为何底比斯人与福基斯人开战时,我们回答以动力因:因为福基斯人掠夺了神庙。或者我们回答以“为了什么”,即目的;例如,为何[波斯]国王与希腊人开战?我们说,为了统治希腊人。
"Ἢ ἐν τοῖς γεννωμένοις ἡ ὕλη." Εἰπὼν τὸ εἶδος, τὸ ποιητικόν, τὸ τελικόν, λέγει καὶ τὴν ὕλην. γεννώμενα δ’ εἶπε πρὸς ἀντιδιαστολὴν τῶν θείων καὶ παντάπασιν ἀμεταβλήτων, λέγω δὴ τῶν ἀσωμάτων· καὶ ὁ Πλάτων γὰρ ταῦτα μὲν ἀεὶ ὄντα ἐκάλεσε, πάντα δὲ τὰ σωματικὰ οὐκ ὄντα ἀλλὰ γινόμενα. ἐν τούτοις οὖν τοῖς γινομένοις ἀποδώσει ὁ φυσικὸς τὴν ὕλην· ἐκεῖνα γὰρ ἄυλα, καὶ τὸ εἶδος μόνον ἐπ’ ἐκείνων τοῦ θεολόγου ἀποδοῦναι, οὐ μέντοι τὴν ὕλην. ἢ ἐπειδὴ τῶν ἄλλων αἰτιῶν παραδείγματα ἔθηκε προαιρετὰ καὶ μαθηματικά, οὐδὲν δὲ τούτων κατὰ γένεσιν τὸ εἶναι ἔχει (τά τε γὰρ μαθήματα ἀκίνητα, ὡς αὐτὸς εἶπε, καὶ διὰ τοῦτο οὐδὲ γένεσις ἐπ’ αὐτῶν θεωρεῖται· ἔνθα γὰρ γένεσις πάντως καὶ κίνησις, τά τε κατὰ προαίρεσιν ἄνευ γενέσεως ἢ οὐκ εἰσὶν ἢ εἰσὶν ἐν τῇ σχέσει τῆς προαιρέσεως τὸ εἶναι ἔχοντα),1 ἐπεὶ οὖν ἐν τούτοις ὕλη οὐ θεωρεῖται, ἐπειδὴ οὐδὲ γένεσις, διὰ τοῦτο πρὸς ἀντιδιαστολὴν τούτων φησὶν ὅτι τὴν ὕλην ἐν τοῖς γινομένοις ἀποδώσει, γινόμενα λέγων τὰ τεχνητὰ καὶ τὰ φυσικά· ἐν τούτοις γὰρ πάντως καὶ τὴν ὕλην ἀποδοτέον.
“或者在生成的事物中[给出]质料。” 在阐述了形式、动力因和目的因之后,他也谈到了质料。他说“生成的事物”,是为了与神圣的、完全不可变的事物——即非物体的事物——相区分;因为柏拉图也将后者称为“常在者”,而将一切物体性的事物称为“非存在而是生成者”。因此,在这些生成的事物中,自然哲学家将给出质料;因为那些〔非物体的〕事物是非质料的,在它们的情况中仅给出形式属于神学家的职责,而绝非给出质料。或者是因为,他之前为其他原因所举的例子是出于选择的事物和数学对象,而这些事物中没有一个是依照生成而具有存在的(因为数学对象是不动的,正如他自己所言,因此在它们身上也考察不到生成;因为凡有生成之处必有运动;而出于选择的事物,无需生成,要么不存在,要么在其选择的关系状态中具有存在)。因此,既然在这些事物中由于没有生成也考察不到质料,为了与它们相区分,他才说在生成的事物中将给出质料,他把人工制品和自然事物称为“生成的事物”;因为在这些事物中,无论如何也必须给出质料。
"Ἐπεὶ δὲ αἰτίαι τέτταρες, περὶ πασῶν τοῦ φυσικοῦ εἰδέναι ἐστίν." Ὅτι διὰ τοῦτο ἀνέλαβε τὸν περὶ τῶν αἰτιῶν λόγον, σαφῶς ἐνταῦθα ἐδήλωσε. τεσσάρων γάρ, φησί, τῶν αἰτιῶν οὐσῶν τὰς αἰτίας τῶν γινομένων εἰς τὰς τέσσαρας ταύτας ὁ φυσικὸς ἀνάξει, καὶ τὸ διὰ τί περὶ ἕκαστον ἀποδιδούς, ταύτας ἀποδώσει τὰς αἰτίας. καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς. τὴν αἰτίαν, φησίν, ἑκάστου φυσικῶς ἀποδιδούς, εἰς ταύτας τὰς τέσσαρας αἰτίας ἀνάξει. καλῶς δὲ εἶπε φυσικῶς· δυνατὸν γὰρ ἀνάγειν εἰς τὰς αἰτίας ταύτας οὐ φυσικῶς. τὸ γὰρ περὶ τῆς ἀκινήτου αἰτίας διαλέγεσθαι οὐκέτι φυσικοῦ2 ἀλλὰ θεολόγου, καὶ τὸ περὶ τῶν χωριστῶν εἰδῶν τῶν φυσικῶν 〈οὐ φυσικοῦ〉. εἰ δὲ καὶ ὁ Ἀριστοτέλης ἐν ταῖς φυσικαῖς πραγματείαις ἔστιν ὅτε περὶ τῆς ἀκινήτου διαλέγεται αἰτίας ὥσπερ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς, καὶ ἐν τῇ Περὶ ψυχῆς περὶ τοῦ νοῦ τοῦ χωριστοῦ πάντῃ σωμάτων, καὶ ἐν τῇ Περὶ γενέσεως πάλιν περὶ τῆς ἀκινήτου αἰτίας, ἐροῦμεν ὅτι τῷ ὄντι ὁ τέλειος φυσικὸς κατὰ τὸ ἀκρότατον τὸ ἑαυτοῦ μεμνήσεται καὶ τῶν ἀκινήτων αἰτιῶν καὶ ὑπὲρ φύσιν.
“既然原因有四种,那么通晓所有这些原因便属于自然哲学家。” 他在这里清楚地表明,他正是为了这个目的才重新讨论关于原因的学说。他说,因为既然原因有四种,自然哲学家就会把生成之物的原因还原为这四种原因,并且在就每件事物给出“为何如此”时,给出这些原因。“并且还原到所有原因,他将以自然学的方式给出‘为何如此’”。他说,以自然学的方式给出每件事物的原因,他就会将其还原为这四种原因。他说“以自然学的方式”是很恰当的;因为也有可能以非自然学的方式还原为这些原因。因为讨论不动的原因不再属于自然哲学家,而是属于神学家,而讨论自然事物的分离形式[也不属于自然哲学家]。但如果亚里士多德自己在自然学著作中有时也讨论不动的原因,例如在《物理学》第八卷中,在《论灵魂》中讨论完全脱离身体的心灵,以及在《论生成》中再次讨论不动的原因,我们将回答说,事实上完满的自然哲学家在其最高峰也会提及不动的原因和超自然的原因。
"Ἔρχεται δὲ τὰ τρία εἰς ἓν πολλάκις." Τὸ εἶδος, τὸ τέλος, τὸ ποιητικὸν αἴτιον. καλῶς δὲ τὸ πολλάκις· οὐ γὰρ ἀεὶ εἰς ταὐτὸν ἔρχονται ταῦτα. οὐδὲ γὰρ πᾶν τὸ ποιοῦν ὅμοιόν ἐστι τῷ γινομένῳ· οὐδὲ γὰρ ἐπειδὴ ποιεῖ ὁ ἥλιος εἰς τὸν ἀέρα, ὅμοιός ἐστι τῷ ἀέρι. καὶ ὅλως τὰ ἀκίνητα καὶ θεῖα αἴτια ποιοῦσιν εἰς ἡμᾶς ἕτερα ἡμῶν ὄντα καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ. ἀλλ’ οὐδ’ ἐπὶ τῶν γινομένων πᾶν τὸ ποιοῦν ὅμοιόν ἐστι τῷ γινομένῳ· ἡ γὰρ κίνησις θερμαίνει μὴ οὖσα θέρμανσις, καὶ ἡ ψῦξις πήγνυσι μὴ οὖσα πῆξις,3 καὶ ἡ θέρμη ἐξατμίζουσα τὸ ὕδωρ ποιεῖ ἀέρα (οἷον ἡ τοῦ πυρός) οὐκ οὖσα ἀήρ, καὶ μυρία ἄλλα. τὰ δὲ τεχνητὰ καὶ προφανῶς τῶν ποιητικῶν ἕτερά ἐστι.
“但这三者往往合而为一。” 即形式、目的和动力因。他说“往往”是很恰当的;因为这些并不总是归结为同一事物。因为并非每一个作用者都与其生成之物相似;因为太阳作用于空气,并不因之就与空气相似。普遍而言,不动且神圣的原因对我们发生作用,但无论在实体上还是在活动上都与我们不同。然而即使在生成之物中,也并非每一个作用者都与其生成之物相似;因为运动使之变热但本身并非受热,冷却使之凝固但本身并非凝固,而热(例如火的热)使水蒸发生成空气但本身并非空气,还有无数其他例子。至于人工制品,则显然与动力因不同。
- 2.112τά τε κατὰ προαίρεσιν ἄνευ γενέσεως ἢ οὐκ εἰσὶν ἢ εἰσὶν ἐν τῇ σχέσει τῆς προαιρέσεως τὸ εἶναι ἔχοντα
句子的核心骨架以 τά τε κατὰ προαίρεσιν(出于选择的事物)为主语,谓语部分构成 ἢ οὐκ εἰσὶν ἢ εἰσὶν ... ἔχοντα 的析取结构。介词短语 ἄνευ γενέσεως(无需生成)作为状语修饰整个析取分支,而后项的 εἰσὶν 则与随后的分词短语 ἐν τῇ σχέσει τῆς προαιρέσεως τὸ εἶναι ἔχοντα 相连,规定了其存在方式(仅在与选择的关系中保持存在)。
- 2.113καὶ τὸ περὶ τῶν χωριστῶν εἰδῶν τῶν φυσικῶν 〈οὐ φυσικοῦ〉
此处省略了前一句(τὸ γὰρ περὶ τῆς ἀκινήτου αἰτίας διαλέγεσθαι οὐκέτι φυσικοῦ ἀλλὰ θεολόγου)中的谓语结构(οὐκέτι φυσικοῦ)。依据校勘者所补入的 〈οὐ φυσικοῦ〉,应补充理解为“讨论自然事物的分离形式[也不属于自然哲学家]”。
- 2.114ἡ γὰρ κίνησις θερμαίνει μὴ οὖσα θέρμανσις, καὶ ἡ ψῦξις πήγνυσι μὴ οὖσα πῆξις
此处形成了主动动词(θερμαίνει, πήγνυσι)的主语原因名词(κίνησις, ψῦξις)与结果/受动过程名词(θέρμανσις, πῆξις)之间的鲜明对比。否定分词 μὴ οὖσα 具有让步或伴随状况的意味,意为“虽本身并非受热/凝固”或“在自身不是……的情况下”。
