← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§2.13-3.10

自然的五种共有属性与全八卷的结构

斐洛波诺斯阐明亚里士多德《物理学》探讨了一切物理事物所共有的五种属性(质料、形式、处所、时间与运动),并概述了全书八卷的结构划分及其对虚空、无限与匮乏的处理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#2

τὸ δὲ προκείμενον βιβλίον ἐστίν, ὡς εἴρηται, περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς πράγμασι παρακολουθούντων, διὸ καὶ ἰδίως Φυσικὴν τὴν πραγματείαν ὠνόμασε. ταῦτα δέ ἐστι πέντε· ὕλη εἶδος τόπος χρόνος κίνησις. καὶ ἐν μὲν τοῖς πρώτοις τέτρασι βιβλίοις διδάσκει περὶ τῶν τεσσάρων, ἐν δὲ τοῖς τελευταίοις τέτρασι περὶ κινήσεως· ποικίλος γάρ ἐστιν ὁ περὶ κινήσεως λόγος, καὶ πολλὰ τούτῳ ἐστὶ τὰ παρακολουθήματα. ὅθεν καὶ τὴν ὅλην πολλάκις πραγματείαν Περὶ κινήσεως ὀνομάζει, “εἴρηται” λέγων “ἡμῖν ἐν τοῖς Περὶ κινήσεως”, τουτέστιν ἐν τῇ Φυσικῇ, ἐκ τοῦ μέρους ὅλην πραγματείαν ὀνομάζων. κατά τινας δὲ τῶν φυσικῶν καὶ τὸ κενὸν καὶ τὸ ἄπειρον πᾶσι παρακολουθεῖ τοῖς φυσικοῖς πράγμασι. Δημόκριτός τε γὰρ πάντα τὰ φυσικὰ πράγματα συνεστάναι ἔλεγε ἐκ τῶν ἀτόμων τε καὶ τοῦ κενοῦ, καὶ Ἀναξαγόρας πάλιν ἀπείρους ἐν ἑκάστῳ ἔλεγεν εἶναι τὰς ὁμοιομερείας. ἀλλὰ καὶ τὰς ἀτόμους ὁ Δημόκριτος ἀπείρους εἶναι ὑπετίθετο· ἀλλ’ ὅτι μὲν οὐδαμοῦ δύναται εἶναι τὸ κενὸν δείκνυσιν ἐν τῷ τετάρτῳ τῆς προκειμένης πραγματείας ὁ Ἀριστοτέλης, τὸ δὲ ἄπειρον ὅτι μὲν κατ’ ἐνέργειαν εἶναι οὐ δύναται1 οὐδ’ ὅλον ἅμα ὁμοίως δείκνυσι, δυνάμει δὲ μόνον καὶ κατὰ μέρη2 συνεστάναι. εἰσὶ γὰρ τοιαῦτά τινα ἐν τῷ παντί, ἃ καθόλου μὲν συστῆναι οὐ δύναται, κατὰ μέρη δὲ ὑφέστηκεν. ὥσπερ λέγομεν ὑφεστάναι τὴν ἡμέραν οὐ τῷ ὅλην ἅμα εἶναι, ἀλλὰ τῷ κατὰ μέρη· ὁμοίως δὲ καὶ τὸν ἀγῶνα ὑφεστηκέναι λέγομεν οὐ τῷ ὅλον ἅμα συνεστάναι, ἀλλὰ τῷ κατὰ μέρος, πυγμὴν φέρε εἰπεῖν ἢ πάλην ἢ τῶν ἄλλων τι. οὕτως δὲ καὶ τὸ ἄπειρον δείκνυσι πῇ μὲν ὄν, πῇ δὲ οὐκ ὄν· καθόλου μὲν γὰρ οὐκ ἔστι δείκνυσι, κατὰ μέρη δὲ τῷ γίνεσθαι ἀεὶ τὰ πράγματα καὶ ἐπ’ ἄπειρον. ἡ δὲ στέρησις παρακολουθεῖ μὲν καὶ αὐτὴ τοῖς φυσικοῖς, οὐ πᾶσι δέ, ἀλλὰ τοῖς ἐν γενέσει καὶ φθορᾷ μόνοις· ταῦτα γὰρ πέφυκε παρὰ μέρος πῇ μὲν τοῦ εἴδους, πῇ δὲ τῆς στερήσεως μετέχειν. περὶ μὲν οὖν τῶν παρακολουθούντων τοῖς φυσικοῖς τοσαῦτα. ἐν δὲ τῷ πρώτῳ βιβλίῳ ἀνασκευάζει καὶ τὰς τῶν παλαιοτέρων περὶ τῶν φυσικῶν ἀρχῶν δόξας καὶ διδάσκει περὶ τοῦ εἴδους καὶ τῆς ὕλης, ἐν δὲ τῷ δευτέρῳ περὶ τοῦ εἴδους (διαλέγεται δὲ καὶ περὶ τῆς ὕλης, ὥσπερ καὶ ἐν τῷ πρώτῳ περὶ τοῦ εἴδους· ἀλλὰ μᾶλλον ἐν τῷ πρώτῳ περὶ τῆς ὕλης ἤπερ τοῦ εἴδους, ὡς καὶ ἐν τῷ δευτέρῳ περὶ τοῦ εἴδους μᾶλλον ἤπερ τῆς ὕλης), ἐν δὲ τῷ τρίτῳ διδάσκει περὶ κινήσεως καὶ ἀπείρου, ἐν δὲ τῷ τετάρτῳ περὶ τόπου χρόνου κενοῦ, ἐν δὲ τοῖς λοιποῖς τέτρασι περὶ κινήσεως καὶ πάντων [καὶ] τῶν παρακολουθούντων αὐτῇ. ἀμέλει καὶ αὐτὸς ὁ Ἀριστοτέλης ὁπηνίκα βούλεται ταῦτα τὰ βιβλία σημᾶναι οὕτω φησίν, ὅτι “εἴρηται ἡμῖν ἐν τοῖς Περὶ κινήσεως”.

如前所述,眼前的这部著作是关于共同伴随一切物理事物的属性的,因此他也特称此著作为《物理学》。这些属性共有五种:质料、形式、处所、时间、运动。在前四卷中,他讲授关于[前]四种属性的内容,而在后四卷中则讲授关于运动的内容;因为关于运动的论述是多样的,且其伴随属性亦极其繁多。因此,他亦常常将整部著作命名为《论运动》,说“我们在《论运动》中已经讲过”,亦即指在《物理学》中,这是以部分来命名整部著作。此外,依某些自然哲学家,虚空与无限亦伴随着一切物理事物。因为德谟克利特主张一切物理事物皆由原子与虚空构成,而阿那克萨哥拉又主张每物之中的同质部分是无限的。不仅如此,德谟克利特还假定原子是无限的。然而亚里士多德在眼前的这部著作第四卷中表明,虚空绝不可能在任何地方存在;而对于无限,他同样表明它既不可能现实地存在,亦不可能作为整体同时存在,而只能潜能地且分部分地构成。因为在宇宙之中存在着若干这类事物,它们无法作为整体构成,而是分部分地持存。正如我们说“白昼”的持存并不是因为它作为整体同时存在,而是因为它分部分地存在;同样,我们说“竞赛”的持存亦非因为它作为整体同时构成,而是分部分地进行,例如拳击、摔跤或其余诸种活动。如此,他亦表明无限在某种意义上存在,而在某种意义上并不存在;因为他表明无限作为整体并不存在,但由于事物不断且无限地生成,它在各部分上是存在的。至于匮乏,它自身亦伴随着物理事物,但并非伴随一切事物,而仅伴随处于生成与毁灭之中的事物;因为这些事物天生便轮流在某种意义上分有形式,在某种意义上分有匮乏。关于伴随物理事物的属性,述及于此。在第一卷中,他既驳斥了更早期哲学家关于自然本原的意见,又讲授了关于形式与质料的内容;在第二卷中讲授关于形式的内容(然而他也论述质料,正如在第一卷中亦论述形式一样;但在第一卷中偏重质料而非形式,而在第二卷中则偏重形式而非质料);在第三卷中他讲授关于运动与无限;在第四卷中讲授关于处所、时间、虚空;而在其余四卷中,则讲授关于运动以及一切伴随运动的属性。诚然,亚里士多德本人在想要指涉这些书卷时,亦总是这样说:“我们在《论运动》中已经讲过”。

语法注2 条
  1. 1.0τὸ δὲ ἄπειρον ὅτι μὲν κατ’ ἐνέργειαν εἶναι οὐ δύναται

    前置先取句式(prolepsis)。名词短语 τὸ ἄπειρον 本为 ὅτι 从句的主语,却被提至从句连词之前,与前面的 τὸ κενὸν 形成对比并先于主动词 δείκνυσι 引出。

  2. 1.0οὐ τῷ ὅλην ἅμα εἶναι, ἀλλὰ τῷ κατὰ μέρη

    表原因或方式的带冠词与格不定式(τῷ εἶναι)。在后半句 τῷ κατὰ μέρη 中省略了不定式 εἶναι,由宾格主语 ὅλην 与副词 ἅμα 构成对比,意为“并非因其整体同时存在,而是因其分部分地存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:2.13-3.10