← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§298.13-299.26

四因与不动事物中向定义的归结

注解亚里士多德《物理学》卷二第7章(198a15–17),阐明“为何如此”的探究被还原为四种原因,尤其是对于数学对象等不动之物,“为何如此”的问题最终归结为定义(形式),并通过圆的半径、直线及可通约性的具体实例进行解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.108

" Τοσαῦτα γὰρ τὸν ἀριθμὸν τὸ διὰ τί περιείληφε." Τὸ διὰ τί οὐ τὸ τέλος ἐνταῦθά φησιν, ἀλλὰ καθόλου τὴν αἰτίαν. τῶν γὰρ προβλημάτων τεσσάρων ὄντων, τοῦ εἰ ἔστι τί ἐστιν ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστιν, τὸ ἓν τῶν προβλημάτων, τὸ διὰ τί ἐστιν, εἰς τοσαύτας αἰτίας ἀνάγεται, τὴν ὕλην τὸ εἶδος τὸ ποιητικὸν τὸ τέλος· ἐρωτώμενοι γὰρ διὰ τί ἐστιν ἕκαστον, τὰς τέσσαρας ταύτας αἰτίας ἀποδίδομεν.

“因为‘为何如此’包括了如此数目的原因。” 在这里他所说的“为何如此”不是指目的,而是指普遍的原因。因为在四个探究课题——是否存在、是什么、是怎样的、为何如此——之中,探究课题之一的“为何如此”被还原为如此数目的原因:质料、形式、动力因和目的;因为当我们被问及每件事物为何如此时,我们给出的正是这四种原因。

§2.109

"Ἢ γὰρ εἰς τὸ τί ἐστιν ἀνάγεται τὸ διὰ τί ἔσχατον ἐν τοῖς ἀκινήτοις.1" Τὸ διὰ τί, φησίν, ἢ εἰς τὸ τί ἐστιν ἀνάγεται ἔσχατον, ἀντὶ τοῦ εἰς τὸν ὁρισμὸν ὅσπερ εἶδός ἐστι τοῦ ὑποκειμένου. ἀκίνητα δὲ τὰ μαθήματά φησι, διότι τὰ μὲν φυσικὰ ἐν κινήσει θεωρεῖται (ἀρχὴ γὰρ κινήσεως καὶ ἠρεμίας ἡ φύσις), τὰ δὲ μαθηματικὰ ἐν τῇ ἐπινοίᾳ τῇ ἡμετέρᾳ ἔχοντα τὸ εἶναι ἀκίνητά ἐστιν· οὐ γὰρ ἀλλοιοῦται, οὐδ’ ὅλως μεταβάλλει, ἅτε μηδὲ ἐν ὕλῃ ὄντα. εἰς ἔσχατον δὲ εἶπεν, ὅτι ὅταν ἐπὶ τῶν μαθημάτων ἐρωτηθέντες διὰ τί ἐστι τόδε εἶτα θελήσωμεν ἀποδοῦναι τὸ αἴτιον, οὐ πρότερον ἀποπίμπλαμεν τὸν ἐρωτῶντα πρὶν ἂν εἰς ὁρισμὸν ἔσχατον καταντήσωμεν,2 ὅσπερ ἐστὶν εἶδος. καὶ οὕτως ἐν τοῖς μαθήμασιν ἔχει πᾶσι. διὰ τί ἴσαι αἱ δύο εὐθεῖαι; ὅτι ἐκ κέντρου. διὰ τί δὲ αἱ ἐκ κέντρου ἴσαι; ὅτι οὗτος ὁ ὁρισμὸς τῶν ἐκ κέντρου τοῦ κύκλου, τὰς ἐκ τοῦ κέντρου τοῦ κύκλου πάσας εἰς τὴν περιφέρειαν ἀγομένας ἴσας εἶναι ἀλλήλαις· καὶ οὕτως τὸν ὁρισμὸν ἀκούσαντες ἀποπιμπλάμεθα. ὃ οὖν φησι, τοῦτό ἐστι· τὸ διὰ τί ἐρωτώμενοι, ἢ εἰς τὸ τί ἐστιν, ὅπερ τὸ εἶδός φημι, ἀνάγομεν, ὥσπερ ἐπὶ τῶν μαθημάτων ἔχει. εἰς ὁρισμὸν γὰρ ἔσχατον ἡ τῆς αἰτίας ἀπόδοσις λήγει ἐν τοῖς μαθήμασιν, ὁ δὲ ὁρισμὸς εἶδός ἐστι· παραδείγματος γὰρ ἕνεκεν εἴρηται αὐτῷ τὰ μαθήματα. ἡ οὖν σύνταξις τῆς λέξεως οὕτως ‘τὸ γὰρ διὰ τί ἢ ὥσπερ ἐν τοῖς ἀκινήτοις εἰς τὸ τί ἐστιν ἀνάγεται ἔσχατον’· προσυπακουστέον γὰρ ἔξωθεν ‘ὥσπερ’.

“因为在不动的事物中,‘为何如此’最终要么被还原为‘是什么’,”他说,“为何如此”最终要么被还原为“是什么”,意思是还原到定义,即主词的形式。他把数学对象称为不动的事物,因为自然事物是在运动中被考察的(因为自然是运动和静止的本原),而数学对象在我们的思辨中具有存在,因而是不动的;因为它们既不发生性质变化,也完全不发生改变,鉴于它们根本不在质料中。他说“最终”,是因为在数学对象中,当我们被问及这为何如此而随后想要给出原因时,在我们到达作为形式的最终定义之前,我们不会使发问者感到满意。而在所有的数学对象中都是如此。为何两条直线相等?因为它们来自圆心。为何来自圆心的线相等?因为圆的半径的定义就是:从圆心引向圆周的所有线彼此相等;这样听到了定义,我们就感到满意了。因此他所说的就是这个:当被问及“为何如此”时,我们要么将其还原为“是什么” ——也就是我所说的形式——正如在数学对象中那样。因为在数学对象中,原因的给出终结于最终的定义,而定义就是形式;因为数学对象是他为了举例而提到的。因此文句的统语结构是这样的:“因为‘为何如此’要么像在不动的事物中那样,最终被还原为‘是什么’”;因为必须从外部补充理解“像……那样”。

§2.110

"Εἰς ὁρισμὸν γὰρ τοῦ εὐθέος ἢ συμμέτρου." Ἐὰν ἐν τῷ κύκλῳ λάβω δύο τινὰ σημεῖα, εἶτα εἴπω ὅτι ἀπέχουσιν ἀπ’ ἀλλήλων τὰ σημεῖα πέντε τυχὸν δακτύλους, εἶτα ἐρωτήσῃς· πόθεν τοῦτο; φημὶ ὅτι καὶ ἡ ἐκ τοῦ σημείου ἐπὶ τὸ σημεῖον ἀγομένη εὐθεῖα τοσούτων ἐστίν. εἶτα πάλιν ἐρωτῶντος· καὶ τί δήποτε μὴ κατὰ τὴν ἐξ αὐτῶν γραφομένην περιφέρειαν ἢ ἕλικα μετρεῖς αὐτά; φημὶ ὅτι δεῖ τὸ μέτρον ὡρισμένον εἶναι, ὥρισται δὲ τὸ ἐλάχιστον, ἐλαχίστη δὲ ἡ εὐθεῖα· εὐθεῖα γάρ ἐστιν ἥτις ἐλαχίστη ἐστὶ τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν γραμμῶν. καὶ τὸν ὁρισμὸν ἀκούσαντες, οὐκέτι περαιτέρω χωροῦμεν. πάλιν λέγομεν ὅτι ἥδε ἡ πλευρὰ τῇδε τῇ πλευρᾷ ἐστι σύμμετρος· διὰ τί δὲ σύμμετροί εἰσιν; ὅτι λόγον ἔχουσι πρὸς ἀλλήλας ὃν ἀριθμὸς πρὸς ἀριθμόν, οἷον τυχὸν ὁ δύο πρὸς τὸν ὀκτώ. καὶ τί εἰ ἔχουσι λόγον πρὸς ἀλλήλας ὃν ἀριθμὸς πρὸς ἀριθμόν;3 φημὶ ὅτι οὗτος 〈ὁ〉 ὅρος τῶν συμμέτρων· σύμμετρα γάρ ἐστι τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα. ὥσπερ οὖν ὁ δύο μετρεῖ τὸν ὀκτὼ τετράκις, οὕτως καὶ ἡ πλευρὰ τὴν πλευράν. καὶ εἰπὼν τὸν ὁρισμὸν ἔστησα τὴν ἀπορίαν. καὶ καθόλου πᾶσα ἡ μαθηματικὴ μέθοδος ἢ εἰς ὁρισμὸν ἔσχατον ἀναφέρει τὰς αἰτίας, ἢ εἰς τὰς κοινὰς ἐννοίας.

“因为还原到直线或可通约者的定义。” 如果我在圆中取某两个点,然后说这些点彼此相距比方说五个手指的宽度,然后你问:“何以见得?”我说,从该点引到该点的直线就是这么长。然后[你]又问:“究竟为何你不用从它们画出的圆周或螺线来测量它们呢?”我说,尺度必须是确定的,而最小的是确定的,直线是最小的;因为直线就是具有相同端点的诸线中最小的那一条。听到了这一定义,我们就不再进一步追究了。我们又说,这条边与这条边是可通约的;但是它们为何是可通约的?因为它们彼此具有像数对数那样的比,比方说二对八。如果[你问]:“即使它们彼此具有像数对数那样的比,那又怎样?”我说,这就是可通约者的定义;因为可通约者就是被同一尺度测量的东西。因此,正如二四次测量八一样,这条边也测量那条边。通过说出这一定义,我平息了疑问。普遍而言,整个数学方法要么将原因归结为最终定义,要么归结为公理。

语法注3 条
  1. 2.109Ἢ γὰρ εἰς τὸ τί ἐστιν ἀνάγεται τὸ διὰ τί ἔσχατον ἐν τοῖς ἀκινήτοις

    句首的 ἤ 通常引导选择肢(“要么……要么……”),但在该独立引文中第二项并未直接呈现。菲洛波诺斯将句法重构为“τὸ γὰρ διὰ τί ἢ ὥσπερ ἐν τοῖς ἀκινήτοις εἰς τὸ τί ἐστιν ἀνάγεται ἔσχατον”,指出必须从句外补充理解 ὥσπερ(“正如……”),从而将 ἐν τοῖς ἀκινήτοις 理解为比况性成分(“正如在不动的事物中那样”),而非单纯的谓词限定范围。

  2. 2.109οὐ πρότερον ἀποπίμπλαμεν τὸν ἐρωτῶντα πρὶν ἂν εἰς ὁρισμὸν ἔσχατον καταντήσωμεν

    主句带有否定词 οὐ πρότερον,后接 πρὶν ἄν 与虚拟式(καταντήσωμεν),构成典型的“在……之前不……”(即“直到……才……”)的时间从句句式。

  3. 2.110καὶ τί εἰ ἔχουσι λόγον πρὸς ἀλλήλας ὃν ἀριθμὸς πρὸς ἀριθμόν;

    短语 καὶ τί εἰ... 是一种省略了主谓语的习惯反问表达,意为“即便……又怎样?”(相当于 τί ἐστιν εἰ... 的省略)。紧随其后的 φημὶ ὅτι... 则是对此反问做出回应的主句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:298.13-299.26