← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§297.10-298.12

自然哲学家对四原因的论述与动力因分类

斐洛庞奴斯阐述了数学家仅依赖形式因而自然哲学家则须给出全部四种原因(或尽可能多的原因),通过具体范例对此加以说明,并讨论了动力因、形式和目的的汇通以及对应于动力因三分类的亚里士多德著作划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.107#2

ἀλλ’ οἱ μὲν ἐν τοῖς μαθήμασιν εἰς τὸ εἶδος μόνον, τουτέστι τὸν ὁρισμόν, ἀνάγοντες καὶ τὸ διὰ τί ἀρκοῦνται1 (οὔτε γὰρ ὕλην ὁ μαθηματικὸς ἐπισκέπτεται οὔτε ποιητικὸν αἴτιον οὔτε τέλος, ἀλλὰ μόνα τὰ εἴδη τῶν μαθηματικῶν), ὁ μέντοι φυσικὸς πάντα τὰ αἴτια ἀποδώσει. οἷον διὰ τί Σωκράτης ἄνθρωπός ἐστιν; ἀποδώσει τὴν αἰτίαν καὶ εἰς τὸ εἶδος ἀνάγων, ὅτι ζῷον λογικὸν θνητόν, καὶ εἰς τὸ ποιητικὸν αἴτιον, διότι τὸ ὅμοιον τοῦ ὁμοίου αἴτιον· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου. καὶ τὴν ὕλην δ’ ἀποδώσει. οἷον διὰ τί τὸ μαχαίριον τέμνει; ὅτι σιδήρεον· ἢ ἐκ τοῦ εἴδους, ὅτι ὀξύ· ἢ ἐκ τοῦ τελικοῦ αἰτίου, διὰ τὴν τῶν ἀνθρώπων χρείαν. καὶ οὕτως ἐπὶ πάντων, εἰ μὲν δυνατὸν πάσας τὰς αἰτίας ἀποδοῦναι, ἀποδώσει, εἰ δὲ μὴ ἐπὶ πάντων δυνατὸν πάσας (οὐδὲ γὰρ εἰκὸς τὴν προσεχῆ ὕλην ἑκάστου εὑρίσκειν· τίς ἡ ἰδιότης τῆς τῶν στοιχείων κράσεως τῆς ὑποκειμένης Σωκράτει ἢ καὶ τῷ Πλάτωνι; καὶ τῶν ἄλλων ὡσαύτως), τινὰς γοῦν ἢ μίαν ἀποδώσει. ἔστι δ’ ἐπί τινων καὶ πάσας ἀποδοῦναι. οἷον διὰ τί ὁ ἄνθρωπος ἀποθνήσκει; ὅτι ζῷον λογικὸν θνητόν, ἐκ τοῦ εἴδους· ἐκ δὲ τῆς ὕλης, ὅτι ἐξ ἐναντίων συνέστηκεν· ἐκ δὲ τοῦ ποιητικοῦ, ὅτι τὸ γεννητικὸν αὐτοῦ πρόσεισι καὶ ἄπεισιν· ἐκ δὲ τοῦ τέλους, ὅτι βέλτιον τῇ ψυχῇ τὸ μὴ ἐν σώματι εἶναι τοῦ ἐν σώματι διὰ τὰς ἐκ τοῦ σώματος ἐνοχλήσεις. εἰ τοίνυν τὰς αἰτίας ἀπαιτούμενος ὁ φυσικὸς εἰς τὰ εἰρημένα αἴτια ἀνάξει, καλῶς ἄρα τὸν περὶ αὐτῶν ἀκριβῶς διεξήλθομεν λόγον, ὅτι τέσσαρά ἐστι μόνα, τὸ εἶδος ἡ ὕλη τὸ ποιητικὸν τὸ τέλος. τούτων δέ, φησί, τὰ τρία πολλάκις ἔρχεται εἰς ταὐτόν, τὸ ποιητικὸν τὸ εἶδος τὸ τέλος, εἰς ταὐτὸν δὲ λέγω οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ λόγῳ· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου, καὶ ταὐτὸν τὸ ποιοῦν τῷ γινομένῳ οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει. τῷ δὲ τέλει τὸ μὲν ποιητικὸν ὡσαύτως ἕτερον τῷ ἀριθμῷ, τὸ δ’ εἶδος ταὐτόν·2 ὡς μὲν γὰρ μήπω ὂν ἀλλὰ σκοπὸς ὂν τῆς φύσεως (τούτου γὰρ στοχάζεται), τέλος ἐστίν, ὡς δὲ γενόμενον ἤδη καὶ ἐν τῷ συνθέτῳ ὄν, εἶδός ἐστι. τῆς δὲ ποιητικῆς αἰτίας τῆς μὲν οὔσης ἀκινήτου τῆς δὲ κινουμένης,3 καὶ τῆς κινουμένης τῆς μὲν ἀϊδίως κινουμένης τῆς δὲ γενητῆς καὶ φθαρτῆς, τρεῖς συμβαίνει γενέσθαι καὶ τὰς πραγματείας· διό, φησί, καὶ ἡμῖν τρεῖς εἰσι γεγραμμέναι πραγματεῖαι περὶ τῶν αἰτιῶν τῶν ποιητικῶν, περὶ μὲν οὖν τῆς ἀκινήτου ἡ Μετὰ τὰ φυσικά, περὶ δὲ τῆς κινουμένης μὲν ἀϊδίως δὲ κινουμένης ἡ Περὶ οὐρανοῦ, περὶ δὲ τῆς γενητῆς καὶ φθαρτῆς αἱ φυσικαὶ πᾶσαι πραγματεῖαι.

然而,数学领域的人仅还原到形式,即定义,并且就“为何如此”而言也已感到满足(因为数学家既不考察质料,也不考察动力因或目的,而仅考察数学对象的形式),自然哲学家却会给出所有的原因。例如,为何苏格拉底是人?他既会通过还原到形式来给出原因,即因为他是“有理性的会死的动物”,也会还原到动力因,因为同类者是同类者的原因;因为人产生于人。并且他还会给出质料。例如,为何小刀能切割?因为它是铁制的;或者由形式而言,因为它是锋利的;或者由目的因而言,是为了人的需要。如此在一切事物上,如果可能给出全部原因,他就会给出;但如果不可能在一切事物上给出全部原因(因为找到每个事物的切近质料是不大可能的:作为苏格拉底或柏拉图的基底的各元素混合的特异性究竟是什么?对其他人也是同样),他至少会给出某些,或给出一个。但在某些事物上也可以给出全部原因。例如,人为何会死?由形式而言,因为是“有理性的会死的动物”;由质料而言,因为是由对立物构成的;由动力因而言,因为生成它的东西时而临近时而离去;由目的而言,因为对于灵魂来说,由于来自身体的困扰,不在身体中比在身体中更好。因此,如果自然哲学家在被要求给出原因时,将其还原到所说的这些原因上,那么我们精确地详述关于它们的论述就是恰当的,即原因仅有四种:形式、质料、动力因和目的。他说,在这些原因中,三者往往归结为同一物,即动力因、形式和目的,而我所说的归结为同一物,不是就数目而言,而是就定义而言;因为人产生于人,马产生于马,作用者与生成者不是在数目上,而是在形式上是同一的。但相对于目的而言,动力因同样在数目上是相异的,而形式则是同一的;因为就它尚未存在而是自然的目标而言(因为自然以此为目标),它是目的,而就它已经生成并且存在于复合物中而言,它是形式。由于动力因一方面是不动的,另一方面是运动的,而在运动的动力因中,一种是永恒运动的,另一种是产生和毁灭的,因而论著也恰好成为三部;因此他说,对我们而言也有三部关于动力因写就的论著:关于不动的是《形而上学》,关于运动但永恒运动的是《论天》,关于产生和毁灭的则是所有的自然学论著。

语法注3 条
  1. 2.107εἰς τὸ εἶδος μόνον, τουτέστι τὸν ὁρισμόν, ἀνάγοντες καὶ τὸ διὰ τί ἀρκοῦνται

    短语 καὶ τὸ διὰ τί 既可被理解为中动动词 ἀρκοῦνται 的宾语(“对‘为何’也感到满足”),亦可看作与绝对中动用法连用的关系宾格(“就‘为何’而言也感到满足”),而分词 ἀνάγοντες 的宾语则从上下文补出。无论哪种分析,均指数学家仅将“为何”的问题归结为形式或定义即告满足。

  2. 2.107τῷ δὲ τέλει τὸ μὲν ποιητικὸν ὡσαύτως ἕτερον τῷ ἀριθμῷ, τὸ δ’ εἶδος ταὐτόν

    与格 τῷ τέλει 用作关系或对比与格(“相对于目的而言”),句中承前省略了系词 ἐστί(或前文的 ἔρχεται εἰς ταὐτόν)。该句承接上文“动力因、形式和目的三者归于同一(形式上的同一)”的命题,进一步厘清以目的为基准时,动力因在数目上是相异的(如父与子是不同个体),而形式则是同一的。

  3. 2.107τῆς δὲ ποιητικῆς αἰτίας τῆς μὲν οὔσης ἀκινήτου τῆς δὲ κινουμένης

    这是一个嵌套的属格绝对结构:首先以 τῆς δὲ ποιητικῆς αἰτίας 作为整体属格,细分为 τῆς μὲν οὔσης ἀκινήτου τῆς δὲ κινουμένης,随后又将 τῆς κινουμένης 进一步细分为 τῆς μὲν ἀϊδίως κινουμένης 和 τῆς δὲ γενητῆς καὶ φθαρτῆς。这种对动力因的逐层三分,构成了主句“论著也恰好成为三部”(τρεῖς συμβαίνει γενέσθαι καὶ τὰς πραγματείας)的因果前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:297.10-298.12