← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§296.6-297.10

四因说在自然学中的功用与向形式的还原

斐洛庞努斯解释说,亚里士多德重新提起四因说旨在说明其对自然哲学研究所具有的不可或缺的实用性,并援引了几何学范例,说明数学家如何通过将疑问还原为定义即形式来进行解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.107#1

" Ὅτι δὲ ἔστιν αἴτια, καὶ ὅτι τοσαῦτα τὸν ἀριθμὸν ὅσα φαμέν, δῆλον." Εἰπὼν περί τε τῶν καθ’ αὑτὸ αἰτίων καὶ περὶ τῶν κατὰ συμβεβηκός, καὶ τελείως διαρθρώσας τὸν περὶ αὐτῶν λόγον, τὸ χρήσιμον νῦν τοῦ περὶ αὐτῶν λόγου ἐκτίθεται, ὅτι οὐ μάτην τὸν περὶ αὐτῶν ἀκριβῶς διεξῆλθε λόγον, ἀλλ’ ὅτι ὁ φυσικὸς ἐρωτώμενος τὰς αἰτίας τῶν φυσικῶν πραγμάτων ἢ πάσας ἢ τινας τῶν εἰρημένων ἀποδώσει. διὰ τοῦτο οὖν ἀναλαμβάνει τὸν περὶ αὐτῶν λόγον, οὐχ ὡς ταυτολογῆσαι βουλόμενος, ἀλλ’, ὅπερ εἶπον, ἵνα δείξῃ ὅτι ἀναγκαίως τὸν περὶ αὐτῶν ἐποιήσατο λόγον. ἐρωτώμενος γάρ, φησίν, ὁ φυσικὸς τὴν αἰτίαν ἑκάστου,1 ἢ τὰς τέσσαρας ἀποδώσει τὰς εἰρημένας, τὴν ὕλην τὸ εἶδος τὸ ποιητικὸν τὸ τέλος, ἢ εἰ μὴ δυνατὸν ἐπί τινων πάσας εὑρεῖν, ἃς γοῦν δυνατὸν εὑρεῖν ἀποδώσει ἢ μίαν ἢ πλείους. ὥσπερ ἀμέλει καὶ οἱ μαθηματικοὶ ἐρωτώμενοι περὶ ἑκάστου τῶν ὑπαρχόντων τοῖς μαθήμασι, τὴν αἰτίαν εἰς τὸ εἶδος καὶ τὸν ὁρισμὸν ἀναφέροντες ἀποδιδόασιν. οἷον διὰ τί ἥδε ἡ εὐθεῖα τῇδε τῇ εὐθείᾳ ἐστὶν ἴση; ὅτι ἐκ κέντρου. διὰ τί δὲ αἱ ἐκ κέντρου ἴσαι; ὅτι οὗτος ὁ ὁρισμὸς τοῦ κύκλου· σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι πρὸς τὴν τοῦ κύκλου περιφέρειαν ἴσαι ἀλλήλαις εἰσί. μόνῳ γὰρ τῷ κύκλῳ τοῦτο ὑπάρχει, τὸ ἔχειν ἕν τι σημεῖον, τοῦτο δ’ ἐστὶ τὸ κέντρον, ἐξ οὗ αἱ πρὸς τὴν περιφέρειαν προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσί. καὶ οὕτως εἰς τὸν ὁρισμὸν ἔσχατον λήξας οἴεται τῇ ἐρωτήσει τὸ ἱκανὸν πεποιηκέναι, ὅσπερ ὁρισμὸς τοῦ κύκλου εἶδός ἐστιν αὐτοῦ· ὥστε ἐρωτηθεὶς τὸ διὰ τί καὶ ἀποδοὺς τὸ εἶδος, τὸ ἱκανὸν τῇ ἐρωτήσει πεποίηκε. πάλιν εἰ ἐρωτηθείη διὰ τί τοῦ τριγώνου αἱ τρεῖς γωνίαι τῆς λοιπῆς μείζονές εἰσιν, ἐρεῖ ὅτι δυσὶ ταῖς ἐφεξῆς ἴσαι εἰσί, δύο δὲ αἱ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσί. πάλιν ἐρωτηθεὶς διὰ τί αἱ δύο αἱ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἐρεῖ ὅτι ὡς ἂν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθῇ, ἢ δύο ὀρθὰς ἢ δυσὶν ὀρθαῖς ἴσας ποιεῖ· καὶ εἰς ὁρισμὸν τελευτήσας, τὸ ἱκανὸν τῇ ἐρωτήσει πεποίηκεν. οὐ τοῦτο δέ φημι, ὅτι εἰς ὁρισμὸν αὐτοῦ τοῦ ἐρωτωμένου2 (οὐ γὰρ ὁρισμὸν γωνίας ἢ γωνιῶν ἀποδέδωκεν), ἀλλ’ ὅτι ἁπλῶς εἰς ὁρισμόν τινα ἀνάγει τὸ διὰ τί ἐστι. τοῦτο δ’ εἶπε παραδείγματος ἕνεκεν τοῦ ὅτι τὸ διὰ τί ἐρωτώμενοι, ἔστιν ὅτε τὸ εἶδος ἀποδιδόαμεν, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν πάντων· οὐ πρότερον γὰρ ἀποπιπλῶμεν τὸν ἐρωτήσαντα διὰ τί τόδε, πρὶν εἰς ὁρισμὸν τὸ διὰ τί ἀναγάγωμεν, ὁ δὲ ὁρισμὸς εἶδός ἐστιν.

“原因确实存在,且其数目正如我们所言之多,这是显而易见的。” 在谈论了自身原因与偶性原因,并对关于它们的论述作出了完备的厘清之后,他现在阐明了关于它们的论述的效用:即他之所以精确地穷尽关于它们的论述并非徒劳,而是因为自然哲学家在被问及自然事物的诸原因时,将会给出所说诸原因的全部或其中某些。正是为此,他才重新提起关于它们的论述,并不是想要自我重复,而是如我所说,为了表明他探讨关于它们的论述乃是出于必然。因为他说,自然哲学家在被问及每一事物的原因时,要么给出所说的四种原因,即质料、形式、动力因和目的,要么如果在某些事物上不可能找到全部原因,无论如何也会给出所能找到的原因,或为一个,或为多个。正如数学家在被问及数学对象所固有的各项属性时,也无疑是通过将原因还原为形式与定义来给出解答的。例如,为何这条直线与那条直线相等?因为它们是从圆心出发的线。又为何从圆心出发的线彼此相等?因为这就是圆的定义:由一条线所包围的平面图形,相对于该〔线〕,从位于该图形内部的〔诸点〕中的一个点向该圆的圆周所引的所有直线都彼此相等。因为唯有圆才具备这一特性,即拥有一个点——这便是圆心——从该点引向圆周的直线彼此相等。这样最终归结到定义上,他就认为已经充分回答了这一提问,而圆的这一确定定义正是圆的形式;因此,被问及“为何”并给出了形式,他就充分回答了这一提问。再次,如果有人被问及为何三角形的三个角大于其余的角,他会说因为它们等于两个相邻的角,而两个相邻的角等于两直角。再次,当被问及为何两个相邻的角等于两直角时,他会说因为当一条直线立于另一条直线上时,它要么作成两直角,要么作成等于两直角的角;如此归结到一个定义,他就充分回答了提问。我并不是说归结到所提问事物本身的定义上(因为他并未给出角或诸角的定义),而是说他纯粹是将“为何如此”还原到某种定义上。他说这番话是作为一个范例,用以表明当我们被问及“为何”时,有时会给出形式,正如在所有数学对象的情形中那样;因为在我们将“为何”还原到定义之前,我们不会使询问“为何如此”的人感到满意,而定义就是形式。

语法注2 条
  1. 2.107ἐρωτώμενος γάρ, φησίν, ὁ φυσικὸς τὴν αἰτίαν ἑκάστου

    动词 ἐρωτάω 在主动语态中支配双宾格(询问某人某事)。此处为被动分词 ἐρωτώμενος,被询问的人(自然哲学家)转化为句子的主格主语,而被询问的内容(每一事物的原因)则作为保留宾格(τὴν αἰτίαν ἑκάστου)继续保持宾格形式。

  2. 2.107οὐ τοῦτο δέ φημι, ὅτι εἰς ὁρισμὸν αὐτοῦ τοῦ ἐρωτωμένου

    在 οὐ τοῦτο ... ὅτι 结构中,指示代词 τοῦτο 先行指代随后由 ὅτι 引导的同位语从句(“归结到所提问事物本身的定义上”)。它与后文的 ἀλλ' ὅτι ἁπλῶς... 形成对比,构成一个澄清性的限定句式:“我讲这话的意思并不是说……,而是说……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:296.6-297.10