- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:294.27-296.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯考察了亚里士多德文本(198a5–10)中关于理智、自然与机遇、自发性先后关系的文句与逻辑上的不协调之处,论证了普遍的理智与自然作为宇宙的原因必然先于自发性。
ὥστε ἔκ τε τῶν παρ’ ἡμῶν δεδειγμένων καὶ τῶν ὑποθέσεων τῶν ἐκείνων συνάγεται νοῦν καὶ φύσιν1 καθ’ αὑτὰ εἶναι αἴτια τοῦ παντός, εἰ καὶ συγχωρηθείη καὶ τὸ αὐτόματον εἶναι αὐτοῦ αἴτιον. Ἐπεὶ δ’ ἐστὶ τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἄν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις, ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένηται τούτων αὐτῶν. ἡ τύχη, φησί, καὶ τὸ αὐτόματον αἴτια τούτων εἶναι λέγεται ὧν καὶ ὁ νοῦς καὶ ἡ φύσις αἴτιά εἰσι κατὰ συμβεβηκός. τῆς γὰρ κομιδῆς τοῦ ἀργυρίου αἰτία μὲν λέγεται εἶναι ἡ τύχη, πρὸ τῆς τύχης δὲ ὁ νοῦς ὁ κινήσας πολλῷ πρότερον αἴτιος κατὰ συμβεβηκός· εἰ γὰρ μὴ ἐκίνησεν ἐπὶ τὴν ἀγορὰν ἢ ἐπὶ τὸ λουτρόν, οὐκ ἂν οὐδὲ συνέβαινεν ἡ ἀπαίτησις τοῦ ἀργυρίου. τὰ αὐτὰ καὶ ἐπὶ φύσεως καὶ αὐτομάτου. ὥστε πρὸ τῆς τύχης καὶ τοῦ αὐτομάτου νοῦς καὶ φύσις αἴτια τοῦ αὐτοῦ κατὰ συμβεβηκός· πανταχοῦ δὲ τὸ καθ’ αὑτὸ πρότερον τοῦ κατὰ συμβεβηκός· ὥστε εἰ κατὰ συμβεβηκὸς ὁ νοῦς τοῦ κόσμου αἴτιος, πολλῷ πρότερον καὶ καθ’ αὑτὸ ἂν εἴη αὐτοῦ αἴτιος· εἰ μὴ γὰρ αὐτοῦ καθ’ αὑτὸ αἴτιος, τίνος ἂν εἴη ἄλλου; ἔχει δὲ ἡ λέξις ἀκατάλληλόν τι·2 εἰπὼν γὰρ τὸν νοῦν καὶ τὴν φύσιν κατὰ συμβεβηκὸς αἴτια ὧν καὶ ἡ τύχη καὶ τὸ αὐτόματον αἴτια, ἐπειδή, φησί, πρότερα τὰ καθ’ αὑτὸ αἴτια τῶν κατὰ συμβεβηκὸς αἰτίων, πρότερον ἄρα τοῦ αὐτομάτου καὶ τῆς τύχης νοῦς καὶ φύσις. καίτοι εἰ τὸν νοῦν καὶ τὴν φύσιν κατὰ συμβεβηκὸς εἶπεν εἶναι αἴτια, τὰ αὐτὰ δὲ καὶ καθ’ αὑτό εἰσιν αἴτια, αὐτὰ ἑαυτῶν ἄρα καὶ πρότερα ἂν εἴη καὶ ὕστερα, εἴ γε τῶν αὐτῶν καὶ καθ’ αὑτό εἰσιν αἴτια καὶ κατὰ συμβεβηκός. εἰ γὰρ ἄλλων μὲν εἴη καθ’ αὑτὸ ἄλλων δὲ κατὰ συμβεβηκός, οὐδὲν ὧν βούλεται συνάγει· οὐ συνάξει γὰρ ὅτι ὁ νοῦς καθ’ αὑτὸ τοῦ κόσμου αἴτιος. εἰ δὲ τὸ ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένηται πρὸς τὴν τύχην καὶ τὸ αὐτόματον ἐξακούσωμεν,3 τουτέστιν ὅταν ἡ τύχη καὶ τὸ αὐτόματον αἴτιόν τι γένηται τούτων αὐτῶν, ὧν ἂν ἢ νοῦς ἢ φύσις καθ’ αὑτὸ γένηται αἴτια, οὐκέτι ἀληθὲς τὸ τούτων εἶναι τὸν νοῦν αἴτιον καὶ τὴν φύσιν, ὧν ἡ τύχη καὶ τὸ αὐτόματον κατὰ συμβεβηκὸς αἴτια· ὅτι μὲν γὰρ τοῖς ἄλλων καθ’ αὑτὸ αἰτίοις, νῷ λέγω καὶ φύσει, παρέπεται τύχη καὶ αὐτόματον, ἐκ τῶν προλαβόντων ἔχομεν δεδειγμένον, τῶν μέντοι αὐτῶν καθ’ αὑτὸ εἶναι τὸν νοῦν αἴτιον, ὧν καὶ ἡ τύχη καὶ τὸ αὐτόματον, οὐκέτι. δῆλος δ’ ἐστὶ τὸ κατὰ συμβεβηκὸς πρὸς τὴν τύχην λέγων καὶ τὸ αὐτόματον· εἰπὼν γὰρ ὅτι τὸ καθ’ αὑτὸ πρότερον τοῦ κατὰ συμβεβηκός, ἐπήγαγεν ὕστερον ἄρα τὸ αὐτόματον καὶ ἡ τύχη καὶ νοῦ καὶ φύσεως· εἰ γὰρ τὸ καθ’ αὑτὸ πρότερον τοῦ κατὰ συμβεβηκός, πρότερον δὲ τύχης καὶ αὐτομάτου νοῦς καὶ φύσις, κατὰ συμβεβηκὸς ἄρα τύχη καὶ αὐτόματον. ἀλλ’ εἴ τις λέγοι ὅτι ‘οὐ τῶν αὐτῶν δώσομεν εἶναι τὸν νοῦν καὶ τὴν φύσιν καθ’ αὑτὸ αἴτια, ὧν καὶ ἡ τύχη καὶ τὸ αὐτόματον’, λεγέτω τίνων ἄλλων· οὐ γὰρ ἔστι τι παρὰ τὸ πᾶν ἐν τοῖς φυσικοῖς, περὶ ὧν κἀκεῖνοι καὶ ἡμεῖς ποιούμεθα τὸν λόγον. Καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός. ἄλλων πολλῶν, τῶν κατὰ μέρος· τῶν μὲν μερικῶν τὸν μερικὸν νοῦν καὶ τὴν φύσιν, τῶν δὲ καθόλου τὸν ἐπὶ πάντων νοῦν καὶ τὴν φύσιν.
因此,无论从我们所证明的事理出发,还是从他们自己的假设出发,都可以得出结论:即便承认自发性也是宇宙的原因,理智与自然依然是宇宙的自身原因。“既然自发性与机遇是理智或自然可能成为其原因的那些事物的原因,当这些事物本身发生某种偶性原因时。”他说,机遇和自发性被说成是理智与自然作为偶性原因的那些事物的原因。因为收回钱财的原因据说是机遇,但在机遇之前,引发运动的理智在先得多地是其偶性原因;因为如果理智没有促使人前往集市或浴场,讨回钱财之事根本就不会发生。在自然与自发性的情形中也是如此。因此,在机遇与自发性之前,理智与自然是同一事物的偶性原因;而在任何地方,自身之物都先于偶性之物;因此,如果理智是宇宙的偶性原因,那么它更应当在先得多地也是宇宙的自身原因;因为如果不是宇宙的自身原因,它又会是何种其他事物的自身原因呢? 然而这段文句带有某种不协调之处。因为在谈到理智与自然是机遇和自发性亦为其原因之物的偶性原因之后,他说:“既然自身原因先于偶性原因,因此理智与自然先于自发性与机遇。”然而,如果他说理智与自然是偶性原因,而这同样的事物又是自身原因,那么它们就将既先于自身又后于自身了,倘若它们真的是同一事物的自身原因与偶性原因的话。因为如果它们是一类事物的自身原因,又是另一类事物的偶性原因,他就得不出任何他所希冀的结论;因为他将推导不出理智是宇宙的自身原因。但如果我们把“当发生某种偶性原因时”这句表述理解为针对机遇与自发性——也就是说,当机遇与自发性成为理智或自然作为自身原因的那些事物本身的某种原因时——那么理智与自然是机遇与自发性作为偶性原因之物的原因这一说法,就不再为真了。因为机遇与自发性伴随着作为其他事物的自身原因的事物(我指的是理智与自然),这一点我们根据前述论证已经掌握;然而,对于机遇与自发性亦为其原因的完全相同的事物而言,理智是其自身原因,这一点却不再[得到论证]。并且显然他是针对机遇与自发性而言“偶性地”的;因为在指出自身之物先于偶性之物后,他接着写道:“因此自发性与机遇晚于理智与自然”;因为如果自身之物先于偶性之物,而理智与自然先于机遇与自发性,那么机遇与自发性就是偶性的。但若有人说:“我们不会承认理智与自然是机遇与自发性亦为其原因的完全相同事物的自身原因”,那就让他说出它们是何种其他事物的原因;因为在自然事物中并没有超出万物之外的任何东西,而这正是他们和我们所讨论的题材。“既是许多其他事物的原因,也是这个万物的原因。”许多其他事物,即个别事物;个别的理智与自然是各个别事物的[原因],而统摄万物的理智与自然则是普遍事物的[原因]。
- 2.106τῶν μὲν μερικῶν τὸν μερικὸν νοῦν καὶ τὴν φύσιν, τῶν δὲ καθόλου τὸν ἐπὶ πάντων νοῦν καὶ τὴν φύσιν
承接前文引文的紧凑对仗结构。支配动词(αἴτιον εἶναι)被省略,属格 τῶν μὲν μερικῶν 与 τῶν δὲ καθόλου 作宾格性属格,表示受动/对象;对格 τὸν μερικὸν νοῦν ... 与 τὸν ἐπὶ πάντων νοῦν ... 则充当所补出的不定词的逻辑主语。
- 2.106ἔχει δὲ ἡ λέξις ἀκατάλληλόν τι
中性名词化形容词 ἀκατάλληλον 在语法和修辞学中表示句法破折(破式联合)或逻辑照应上的不协调。此处指亚里士多德原文中“当发生某种偶性原因时”这一限定从句的主语及修饰指向不明确,从而导致理智与自然既先于自身又后于自身的理论难局。
- 2.106εἰ δὲ τὸ ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένηται πρὸς τὴν τύχην καὶ τὸ αὐτόματον ἐξακούσωμεν
介词短语 πρὸς τὴν τύχην καὶ τὸ αὐτόματον 修饰动词 ἐξακούσωμεν,意为“联系机遇与自发性来理解/视其指涉机遇与自发性”。句首的 τὸ ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένηται 通过中性单数定冠词 τὸ 将整个从句名词化为宾格引用句,作 ἐξακούσωμεν 的直接宾语。
