← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§293.8-294.27

作为宇宙先在原因的理智与自然

针对亚里士多德《物理学》第二卷第六章(198a5)关于理智与自然作为自身原因必然先于机遇与自发性的论述,约翰·斐劳波诺斯阐发了对德谟克利特等人主张宇宙自发生成的驳斥,并通过化解可能的反驳,论证了理智与自然必须作为整个宇宙的自身原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.106#1

" Ἐπειδή ἐστι τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἄν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις.1" Ἐπειδὴ βουλόμενος δεῖξαι ἀνωτέρω ὅτι ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον, εἶπεν ὅτι οὕτως εἰσὶ ταῦτα, ὅτι ‘καὶ τινες τοῦ οὐρανοῦ τοῦδε καὶ τῶν κόσμων πάντων αἴτιόν φασι τὸ αὐτόματον’, διὰ τοῦτο νῦν ἐπιρραπίζει αὐτῶν τὴν ἀσεβῆ ταύτην δόξαν ἐκ τῶν δεδειγμένων. εἰ γὰρ τὸ αὐτόματον καὶ ἡ τύχη κατὰ συμβεβηκός ἐστιν αἴτια (ἐν γὰρ τοῖς ἐπ’ ἔλαττον, ὡς δέδεικται, ὁρῶνται), τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια τοῖς καθ’ αὑτὸ αἰτίοις παρυφίστανται (διὰ τοῦτο γὰρ καὶ κατὰ συμβεβηκὸς ἐκλήθη, ὡς ἄλλοις ἐπισυμβαίνοντα), προηγεῖται ἄρα τῶν κατὰ συμβεβηκὸς αἰτίων τὰ καθ’ αὑτὸ αἴτια· τοῦ αὐτομάτου ἄρα καὶ τῆς τύχης τὰ καθ’ αὑτὸ προηγεῖται αἴτια. ταῦτα δ’ ἐστὶ νοῦς καὶ φύσις, ὡς δέδεικται· προηγεῖται ἄρα τῆς τύχης καὶ τοῦ αὐτομάτου νοῦς καὶ φύσις, ὧν τὰ μὲν καθ’ αὑτό ἐστιν αἴτια, τὰ δὲ κατὰ συμβεβηκός. κἂν γὰρ συγχωρήσωμεν ἄρα τοῖς περὶ Δημόκριτον καὶ τοῖς ἄλλοις ἐκ ταὐτομάτου τὸ πᾶν γενέσθαι, ἀνάγκη προηγεῖσθαι τὸ καθ’ αὑτὸ αἴτιον τὸν νοῦν καὶ τὴν φύσιν· ὥστε καὶ εἰ ἐκ ταὐτομάτου γέγονεν ὁ οὐρανός, πολλῷ πρότερον ὑπὸ νοῦ γένοιτ’ ἂν καὶ ὑπὸ φύσεως.2 Ἀλλ’ ἐρεῖ τις πρὸς ταῦτα, ὅτι τῶν μὲν κατὰ συμβεβηκὸς αἰτίων δεῖ προηγεῖσθαι τὰ καθ’ αὑτὸ αἴτια, καὶ διὰ τοῦτο τύχης καὶ αὐτομάτου δεῖ προηγεῖσθαι νοῦν καὶ φύσιν οἷς ταῦτα ἐπισυμβαίνουσιν, οὐ μέντοι τῶν αὐτῶν αἴτια ἀνάγκη εἶναι τὰ καθ’ αὑτὸ αἴτια, τὸν νοῦν λέγω καὶ τὴν φύσιν, ὧν ἂν εἴη καὶ ἡ τύχη καὶ τὸ αὐτόματον. ὁ μὲν γὰρ νοῦς αἴτιός ἐστι τοῦ λούσασθαι καθ’ αὑτό, οὐ μέντοι καὶ τοῦ κομίσασθαι τὸ ἀργύριον, ὅπερ ἀπὸ τύχης γέγονεν, αἴτιός ἐστι καθ’ αὑτὸ ὁ νοῦς· καὶ τὸ μὲν διψῆσαι τὸν ἵππον αἴτιόν ἐστι τῷ ἵππῳ καθ’ αὑτὸ τῆς ἐκ τοῦ στρατοπέδου ἀναχωρήσεως, τοῦ μέντοι ἀναχωρήσαντα σωθῆναι,3 ὅπερ ἐκ ταὐτομάτου γέγονεν, οὐκέτι ἡ δίψα ἢ ἡ ἀναχώρησις καθ’ αὑτό ἐστιν αἰτία, ἀλλὰ κατὰ συμβεβηκός. ὥστε τὸ δεῖν μὲν τὸν νοῦν καὶ τὴν φύσιν αἴτια καθ’ αὑτὸ εἶναι ἄλλων τινῶν ἐκ τούτων δέδεικται, τοῦ μέντοι οὐρανοῦ εἰ τὸ αὐτόματον αἴτιόν ἐστιν, οὐκέτι καὶ τὸν νοῦν ἢ τὴν φύσιν ἐκ τούτων ἀνάγκη αἴτια εἶναι, εἰ μὴ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς γὰρ τῶν μὲν κατὰ τύχην ὁ νοῦς αἴτιος τῶν δὲ ἐκ ταὐτομάτου ἡ φύσις, καθ’ αὑτὸ δὲ οὐκέτι. φημὶ οὖν ἐγὼ πρὸς ταῦτα· ἐπειδὴ ἐκεῖνοι ἐκ ταὐτομάτου πάντας τοὺς κόσμους ἄλλον ἐν ἄλλῳ μέρει τοῦ κενοῦ γενέσθαι ἔλεγον, εἰ δέδεικται ὅτι πρὸ τύχης καὶ τοῦ αὐτομάτου δεῖ τὰ καθ’ αὑτὸ εἶναι αἴτια, τὸν νοῦν λέγω καὶ τὴν φύσιν, ἐροίμεθα αὐτοὺς τίνος ἂν εἴη νοῦς καὶ φύσις καθ’ αὑτὸ αἴτια· εἰ γὰρ τῶν κόσμων πάντων κατὰ συμβεβηκός, τίνος ἂν εἶεν καθ’ αὑτό; οὐ γὰρ ἔστιν ἕτερόν τι παρὰ τοὺς ἀπείρους κόσμους. ὥστε ἢ οὐδ’ ὅλως ἔσονταί τινος καθ’ αὑτὸ αἴτια νοῦς καὶ φύσις, ὅπερ ἀδύνατον, ἢ εἰ εἰσί, τῶν κόσμων τῶν ἀπείρων εἰσὶ δηλονότι. καλῶς ἄρα συνῆκται ὅτι καὶ κατὰ τὰς αὐτῶν ὑποθέσεις νοῦν καὶ φύσιν ἀνάγκη καὶ τούτου τοῦ κόσμου καὶ πάντων καθ’ αὑτὸ ὑποτιθέναι αἴτιον· εἰ γὰρ δέδεικται ἡμῖν ὅτι τύχη καὶ αὐτόματον ἐξ ἀνάγκης τοῖς καθ’ αὑτὸ αἰτίοις παρυφίστανται τῷ νῷ καὶ τῇ φύσει, ἀνάγκη δὲ πρὸ τῶν κατὰ συμβεβηκὸς αἰτίων εἶναι τὰ καθ’ αὑτὸ αἴτια, τίνος ἂν εἶεν καθ’ αὑτὸ αἴτια νοῦς καὶ φύσις, εἰ μὴ τῶν κόσμων εἶεν αἴτια;

“既然自发性与机遇是理智或自然可能成为其原因的那些事物的原因。” 因为早先当他意图表明机遇和自发性存在时,曾说它们的存在是由于“甚至有人声称自发性是此天界以及一切宇宙的原因”,所以为此缘故,他现在根据已证明的事理来驳斥他们这一不敬的看法。因为,如果自发性与机遇是偶性的原因(正如已证明的,它们见于极少发生的事物之中),而偶性的原因依存于自身原因(正因为此,它们才被称为偶性的,作为伴随其他事物而发生的),那么自身原因就必然先于偶性原因;因此,自身原因先于自发性与机遇。而正如已证明的,这些自身原因就是理智与自然;因此,理智与自然先于机遇与自发性,其中前者是自身原因,后者是偶性原因。因此,即便我们向德谟克利特一派及其他人让步,承认万物出于自发性而生成,自身原因即理智与自然在先也必然成立;以至于哪怕天界生成于自发性,它也更应当在先得多地通过理智和自然生成。 然而有人会对这些论点反驳说:虽然自身原因必然先于偶性原因,并且为此缘故,偶性所伴随的理智与自然必然先于机遇与自发性,但自身原因——我指的是理智与自然——却并不必然与机遇和自发性成为相同事物的原因。因为理智是沐浴的自身原因,然而理智绝非出于机遇而发生的收回钱财的自身原因;马口渴是马离开营地的自身原因,然而对于马因离开而得救这一出于自发性发生的事,口渴或离开营地就不再是自身原因,而是偶性原因。因此,虽然从这些论点证明了理智与自然必须是某些其他事物的自身原因,但如果自发性是天界的原因,那么从这些论点出发却不再必然得出理智或自然也是天界的原因,除非是偶性地;因为理智是出于机遇之物的偶性原因,自然是出于自发性之物的偶性原因,但不再是自身原因。因此针对这些反驳我说:既然那些人主张所有的宇宙都是出于自发性而在虚空的不同部分中生成的,那么如果已经证明自身原因——我指的是理智与自然——必须先于机遇和自发性,我们就问他们:理智与自然可能是什么事物的自身原因呢?因为如果对于一切宇宙而言它们只是偶性原因,它们又会是什么的自身原因呢?因为在无限的宇宙之外并不存在任何别的事物。因此,要么理智与自然完全不会是任何事物的自身原因——这是不可能的——,要么如果它们是,显然它们就是这无限宇宙的原因。因此,正确得出的结论是:即便根据他们自己的假设,也必然要将理智与自然设定为此宇宙乃至一切宇宙的自身原因;因为如果我们已经证明,机遇与自发性必然依存于自身原因即理智与自然,且在偶性原因之前必然存在自身原因,那么如果理智与自然不是诸宇宙的原因,它们又会是什么的自身原因呢?

语法注3 条
  1. 2.106ὧν ἄν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις

    关系代词 ὧν 带有一个被省略的先行词(τούτων),作表语名词 αἴτια 的宾格性属格。关系从句中 ἄν 搭配希求法动词 γένοιτο 表示潜在性,限定了“理智或自然原本可能成为其原因的事物”。

  2. 2.106πολλῷ πρότερον ὑπὸ νοῦ γένοιτ’ ἂν καὶ ὑπὸ φύσεως

    πολλῷ 是修饰比较级副词 πρότερον 的程度与差额与格,既表示时间上的在先,也表示逻辑上的先在性与必然性(“更应当优先得多”)。带有 ἄν 的希求法 γένοιτο 构成假定句(εἰ ... γέγονεν)的归结从句,引出在此前提下必然产生的推论。

  3. 2.106τοῦ μέντοι ἀναχωρήσαντα σωθῆναι

    带有冠词的不定式 τοῦ ... σωθῆναι 作后续小句中 αἰτία 的宾格性属格(“……的原因”),因倒装而置于句首充当话题。分词 ἀναχωρήσαντα 为宾格,与不定式 σωθῆναι 的逻辑主语(马)保持语法一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:293.8-294.27