← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§291.24-293.7

徒然的意义与作为动力因的自发性及机遇

菲洛波诺斯根据亚里士多德的论述,说明只有在错失固有终极目的时才称作“徒然”,从而再次阐明自发性的语源;接着讨论自发性与机遇的区别(依自然还是依选择)以及自然生成与自发生成基于内在原因与外在原因的区别,最后指出机遇与自发性在四因中属于动力因(运动本原)的方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.102

" Ἐπεὶ εἴ τις λούσασθαι μάτην φαίη, ὅτι οὐκ ἐξέλιπεν ὁ ἥλιος, γελοῖος ἂν εἴη· οὐ γὰρ τοῦτο ἐκείνου ἕνεκα." Ὅτι τοῦτό ἐστι μάτην τὸ μὴ τυχὸν τοῦ οἰκείου τέλους, διὰ τούτων δείκνυσι. κἂν γάρ, φησί, μὴ τύχῃ τελῶν ἄλλων μὴ ὄντων αὐτῷ οἰκείων, οὐ λέγεται μάτην· οὐδὲ γὰρ εἰ μὴ λουσαμένων ἐξέλιπεν ὁ ἥλιος, μάτην ἐλουσάμεθα,1 ἐπεὶ μηδὲ τέλος τοῦ λουτροῦ ἡ τοῦ ἡλίου ἔκλειψις, ἀλλ’ ἡ ὑγίεια ἤ τι τοιοῦτον· οὐ μάτην οὖν τὸ λουτρὸν μὴ ἐκλείποντος τοῦ ἡλίου, ἀλλὰ μὴ τυχὸν τοῦ οἰκείου τέλους. ἔνθεν οὖν τὸ αὐτόματον ἔχει τὴν ἐτυμολογίαν, ἐκ τοῦ αὐτὸ μάτην γεγονέναι καὶ μὴ τοῦ οἰκείου τυχεῖν τέλους. οὕτως οὖν τὸν πεσόντα λίθον μὴ τοῦ πατάξαι ἕνεκα αὐτομάτως φαμὲν καταπεσεῖν καὶ πλῆξαι, ἐπεὶ μὴ πρὸς τὸ ἐκβὰν αὐτῷ τέλος τὸν σκοπὸν ἐξ ἀρχῆς εἶχε· μάτην οὖν ὡς πρὸς τὸ τέλος κατέπεσεν, ἐπεὶ μὴ πρὸς αὐτὸ νένευκε.

“因为如果有人说,由于太阳没有发生日食,他徒然沐浴了,那他就是可笑的;因为这并非为了那事而存在。” 他通过这些话表明,错失固有终极目的的事物才是‘徒然’。因为他说,即便未能达到并非属于它固有的其他诸终极目的,也不能说是徒然;因为即便在人们沐浴时太阳并未日食,我们也不是徒然沐浴,既然沐浴的终极目的并不是日食,而是健康或诸如此类的东西;因此,并非由于太阳没有日食沐浴就是徒然的,而是若未达到固有的终极目的才是徒然的。因此,自发性由此获得了它的语源,即源于其自身徒然生成且未达到固有的终极目的。因此,对于并非为了击中而落下的石头,我们说它自发地落下并击中了,既然它从一开始就并未把那最终产生的结果作为目标;因此,就这一终极目的而言它是徒然落下的,既然它并非倾向于此。

§2.103

"Μάλιστα δ’ ἐστὶ χωριζόμενον τοῦ ἀπὸ τύχης ἐν τοῖς φύσει γινομένοις." Ἡ διάκρισις τοῦ τυχαίου ἀπὸ τοῦ ἰδίως λεγομένου αὐτομάτου, ὅτι τὸ ἰδίως λεγόμενον αὐτόματον ἐν τοῖς φύσει γινομένοις συμβαίνει, τοῦ ἀπὸ τύχης ἐν τοῖς προαιρετοῖς συμβαίνοντος. ὅταν γὰρ γένηται παρὰ φύσιν, τότε οὐκ ἀπὸ τύχης ἀλλὰ μᾶλλον ἀπὸ ταὐτομάτου γεγονέναι φαμέν. παρὰ φύσιν ἀντὶ τοῦ παρὰ τὴν φύσιν, τουτέστι παρὰ τὸν σκοπὸν τῆς φύσεως. ὅταν οὖν παρὰ τὸν σκοπὸν τῆς φύσεως ἐκβῇ τι, τότε διὰ τὸ φυσικῇ ὁρμῇ ἐπακολουθῆσαι κατὰ συμβεβηκὸς οὐ κατὰ σκοπὸν φυσικὸν ἐκ ταὐτομάτου λέγεται τὸ τοιοῦτον.

“而在依自然生成的事物中,它最与出于机遇之物相区分。” 出于机遇之物与严格意义上所说的自发性的区别在于:严格意义上所说的自发性发生在依自然生成的事物中,而出于机遇之物则发生在依选择的事物中。因为当反自然地生成时,那时我们就说它并非出于机遇,毋宁是出于自发性。‘反自然’代替了‘反其本性’,也就是说,反乎自然的目标。因此,当某事反乎自然的目标而产生时,那时由于它偶性地伴随自然冲动发生而非依据自然的目标,此类事物就被说成是出于自发性。

§2.104

"Ἔστι δὲ καὶ τοῦτο ἕτερον· τοῦ μὲν γὰρ ἔξω τὸ αἴτιον, τοῦ δὲ ἐντός." Ἐπειδὴ εἶπεν ὅτι χωρίζεται τὸ αὐτόματον τῆς τύχης τῷ τὸ αὐτόματον ἐν τοῖς φύσει γινομένοις εὑρίσκεσθαι, βούλεται τοῦ φύσει χωρίσαι τὸ αὐτόματον, ἵνα μὴ δόξῃ τὸ αὐτὸ εἶναι. φησὶν οὖν ὅτι διακρίνονται ἀπ’ ἀλλήλων τῷ τοῦ μὲν φυσικοῦ τέλους ἐν αὐτῷ εἶναι τὸ αἴτιον2 τοῦ ἀποβάντος, τοῦ δὲ αὐτομάτου ἔξωθεν τὸ αἴτιον. ἐντὸς δὲ τὸ αἴτιον τῶν φυσικῶν τῷ τε ἐν αὐτοῖς εἶναι τὸ κινητικὸν καὶ τῷ πρὸς τὸ τέλος νενευκέναι, ἐπὶ δὲ τῶν ἐκ ταὐτομάτου γινομένων οὔτε ἐν αὐτοῖς τὸ αἴτιον ἀλλ’ ἔξω, καὶ οὐ πρὸς αὐτὰ νενευκὸς ἀλλὰ πρὸς ἕτερα.

“而这也构成了另一差异:因为对于前者,原因是外在的,而对于后者,原因是内在的。” 既然他说自发性由于见于依自然生成的事物中而与机遇相区分,他便希望将自发性与依自然之物相区分,以免显得两者是同一的。因此他说,它们彼此相区别在于:对于自然终极目的而言,产生结果的原因在它自身之内,而对于自发性而言,原因是在外的。自然之物的原因在内部,在于动力因在它们自身之内,且在于它已倾向于终极目的;而在出于自发性生成的事物中,原因既不在它们自身之内而是在外,又不是倾向于它们自身而是倾向于别的事物。

§2.105

"Τῶν δὲ τρόπων τῆς αἰτίας ἐν τοῖς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἑκατέρου αὐτῶν.3" Τὸ λοιπὸν τῶν προβλημάτων προστίθησιν, ἐν ποίοις αἰτίοις αὐτὰ κατατακτέον, καί φησιν ὅτι ἐν τοῖς ποιητικοῖς· ποιητικοῖς γὰρ αἰτίοις παρακολουθοῦσι φύσει καὶ διανοίᾳ. ἀλλ’ εἰ καὶ οἷς ἐπισυμβαίνει ὥρισται, φύσις καὶ διάνοια, ἀλλ’ οὖν γε αὐτὰ ἀόριστά ἐστι τὸ πλῆθος, ὡς πολλάκις εἴπομεν· τοῦ γὰρ αὐτοῦ μυρία ἂν εἴη κατὰ συμβεβηκὸς αἴτια.

“而在诸原因的方式中,它们各自〔的原因在〕运动始原由之而来的那一类中。” 他补充了其余的问题,即应当将它们归于哪类原因之中,他说是在动力因之中;因为它们伴随着作为动力因的自然与理智。然而,即使它们所伴随的对象——自然与理智——是确定的,但正如我们多次指出的那样,它们自身在数量上却是不定的;因为对于同一个事物,偶性的原因可能是无数的。

语法注3 条
  1. 2.102οὐδὲ γὰρ εἰ μὴ λουσαμένων ἐξέλιπεν ὁ ἥλιος, μάτην ἐλουσάμεθα

    λουσαμένων 为独立属格结构,未指明具体主语,泛指一般人,在意义上呼应了主句动词 ἐλουσάμεθα(第一人称复数)。在 εἰ μὴ ... ἐξέλιπεν 中,否定词 μή 修饰动词 ἐξέλιπεν,表示“即使沐浴时太阳并未发生日食”的条件。

  2. 2.104τῷ τοῦ μὲν φυσικοῦ τέλους ἐν αὐτῷ εἶναι τὸ αἴτιον τοῦ ἀποβάντος, τοῦ δὲ αὐτομάτου ἔξωθεν τὸ αἴτιον

    τῷ 引导定冠词与格不定式结构(τῷ ... εἶναι),表区分的根据或方面。其内部 τοῦ μὲν φυσικοῦ τέλους 与 τοῦ δὲ αὐτομάτου 形成对立,作为所属或相关属格,分别对应谓语句 ἐν αὐτῷ 和 ἔξωθεν(后半句省略了不定式 εἶναι)。

  3. 2.105Τῶν δὲ τρόπων τῆς αἰτίας ἐν τοῖς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἑκατέρου αὐτῶν

    此句为亚里士多德的省略句引文(lemma),省略了谓语动词(如 ἐστί)及明确的主语,整体结构意为“在诸原因的方式中,它们各自[的原因]在运动本原所在的方式(动力因)之中”。Τῶν δὲ τρόπων 为部分属格,ἑκατέρου αὐτῶν 指代机遇与自发性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:291.24-293.7