← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§289.26-291.23

从徒然的词源论自发性与奇形分类

菲洛波诺斯注解了亚里士多德通过“徒然”的词源对“自发性”的论证,借助动力因与目的因的区分阐明了“徒然”与“出于自发性”的区别。随后他探讨了自然畸形是否应归入出于自发性的难题,并根据缺乏确定的动力因论证了畸形亦属于自发性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.101

" Σημεῖον δὲ τὸ μάτην, ὅτι λέγεται ὅταν μὴ γένηται τὸ ἕνεκα ἄλλου ἐκείνου ἕνεκα.1" Σημεῖον, φησίν, ὅτι τὸ αὐτόματον τοιοῦτόν ἐστιν οἷον εἰρήκαμεν, τὸ παρακολουθοῦν τοῖς ἕνεκά του ὅταν μὴ αὐτοῦ ἐκείνου ἕνεκα γένωνται, καὶ αὐτὴ ἡ τοῦ ὀνόματος ἐτυμολογία· παρῆκται γὰρ ἀπὸ τοῦ ‘μάτην’ (σύγκειται γὰρ παρὰ τὸ ‘αὐτό’ καὶ τὸ ‘μάτην’), μάτην δὲ ἐκεῖνα λέγονται εἶναι, οἷς οὐκ ἀπαντᾷ τὸ τέλος οὗ ἕνεκα γίνεται. ὅταν γὰρ βαδίσῃ μέν τις ὑπὲρ τοῦ τὴν γαστέρα λαπάξαι καὶ διαχωρῆσαι, τοῦτο δὲ μὴ συμβῇ, μάτην φαμὲν αὐτὸν βεβαδικέναι. εἰ τοίνυν τοῦτό ἐστι μάτην, τὸ πεφυκὸς μὲν ἄλλου ἕνεκα γίνεσθαι, ἀποτυγχάνον δὲ τοῦ τέλους, καλῶς ἄρα τὸ αὐτόματον παρὰ τὸ ‘αὐτὸ μάτην’ εἶναι ἐσχημάτισται. λέγομεν γὰρ ἐκ ταὐτομάτου γενέσθαι τὸν λίθον ἐπιτήδειον πρὸς καθέδραν, ὡς δὴ τοῦ αὐτομάτου αἰτίου αὐτῷ τούτου γενομένου· ἐπεὶ οὖν ἡ ἐπὶ τὸ κάτω φορὰ τοῦ λίθου κατὰ συμβεβηκὸς αἰτία τοῦ τοιούτου σχήματος γέγονε, λέγεται αὐτὴ αὐτόματον, ὡς αὐτὴ μάτην γεγονυῖα ὡς πρὸς τὸ ἐκβὰν κατὰ συμβεβηκὸς τέλος. ἐπεὶ γὰρ ἄλλο μὲν ἦν τῆς ἐπὶ τὸ κάτω φορᾶς τὸ φυσικὸν τέλος, τὸ γενέσθαι ἐν τῇ οἰκείᾳ ὁλότητι, ἐπηκολούθηκε δὲ τῇ τοιαύτῃ ὁρμῇ ἕτερόν τι τέλος κατὰ συμβεβηκός, εἰ θεωρήσῃς τὴν φορὰν ὡς πρὸς τοῦτο τὸ τέλος καὶ λάβῃς ὅτι ἔσται αὐτῆς τοῦτο τὸ τέλος, εἶτα μάθῃς ὅτι οὐ τοῦ τέλους τούτου ἕνεκεν ἐφέρετο, γνώσῃ ὅτι μάτην ἐκινεῖτο μὴ πρὸς τὸν σκοπὸν τοῦτον γινομένη, ὃς συνέβη αὐτῆς τέλος εἶναι. εἴτε οὖν ἐκβῇ εἴτε μὴ ἐκβῇ τὸ φυσικὸν ἢ προαιρετὸν τέλος, ἐπειδὴ συνέβη καὶ ἄλλο τέλος ἔχειν τὴν τοιαύτην κίνησιν, οὐ γίνεται δὲ διὰ τοῦτο, μάτην ἂν εἴη ὡς πρὸς τοῦτο γινομένη· οἷον εἰ τοῦ λαλεῖν τέλος εἴη τὸ σημαίνειν ἀλλήλοις τὰ ἡμέτερα βουλεύματα, λαλεῖ δέ τις ἄσημα καὶ μὴ πρὸς τοῦτο τὸ τέλος ὁρῶν, μάτην ὁ τοιοῦτος λαλεῖ. οὕτως οὖν ἐπειδὴ ἡ κίνησις ᾗ ἕπεται τὸ ἐκ ταὐτομάτου, ὅπερ ἐστὶν αὐτῆς κατὰ συμβεβηκὸς τέλος, οὐ τούτου ἕνεκα τοῦ τέλους γίνεται, μάτην ἂν εἴη γινομένη, ὡς μὴ προθεμένη τοῦτο αὐτό, κἂν πρὸς ἄλλο μὴ ᾖ μάτην. διαφέρει δὲ τὸ ἀπὸ ταὐτομάτου τοῦ μάτην ᾗ καὶ τὸ τελικὸν τοῦ ποιητικοῦ,2 καθάπερ καὶ τὸ ἀπὸ τύχης τῆς τύχης· ὅλως γὰρ ὅταν τοιοῦτόν τι ἀποβῇ τέλος, ὅπερ ἔχει μὲν οἰκεῖα ποιητικὰ αἴτια, γίνεται δὲ μὴ τῶν ποιητικῶν αἰτίων προυπαρξάντων, ἀλλ’ ἑτέρων τινῶν οἷς καὶ αὐτοῖς ἕτερον οἰκεῖον ἠκολούθει τέλος, τότε τὰ μὲν προϋπάρξαντα μάτην λέγεται γεγονέναι, ὅτι μὴ γέγονεν ἐξ αὐτῶν ὃ προέκειτο τέλος, τὰ δὲ ἐπισυμβάντα ἐκ ταὐτομάτου, ὅτι μὴ προυπαρξάσης ἐγένετο τῆς οἰκείας ἀρχῆς. οἷον λίθος καταπεσὼν ἐπάταξε τὸν παριόντα· ἐνταῦθα γὰρ τὸ μὲν πατάξαι τέλος, τὸ δὲ πεσεῖν ποιητικὸν αἴτιον εἴποιμεν ἄν. ἀλλὰ καὶ τὸ πατάξαι ἑτέραν εἶχεν οἰκείαν ἀρχὴν οὐ τὸ πεσεῖν, ἀλλὰ φέρε εἰπεῖν τὸ βληθῆναι ὑπό τινος ὥστε πατάξαι· καὶ τὸ πεσεῖν οὐ τὸ πατάξαι τέλος εἶχεν, ἀλλ’ εἰς τὸν οἰκεῖον ἐνεχθῆναι τόπον· ἀλλήλων δ’ ἐγένοντο κατὰ συμβεβηκὸς τὸ μὲν αἴτιον, τὸ δὲ τέλος. Ζητήσεις δὲ πότερον καὶ τὰ τέρατα ἐκ ταὐτομάτου δεῖ καλεῖν ἢ οὔ. δόξει γὰρ καὶ αὐτὰ ἐκ ταὐτομάτου· ἡ γὰρ φυσικὴ ὁρμὴ τοῦ οἰκείου τέλους ἀποτυχοῦσα κατὰ συμβεβηκὸς τούτων αἰτία γέγονε. μήποτε δὲ οὐ δεῖ ταῦτα καλεῖν ἐκ ταὐτομάτου.3 ἔχει γὰρ οἰκείαν αἰτίαν προηγησαμένην ἐν ἑαυτοῖς· ἢ γὰρ ψῦξιν ἢ ἔλλειψιν ἢ πλεονασμὸν τῆς ὕλης. ἀλλὰ φήσειέ τις ὅτι καὶ ὁ πεσὼν λίθος ἔνδον εἶχε τὴν βαρύτητα, ἀλλὰ τοῦ πεσεῖν μὲν αὕτη ποιητική, τοῦ πλῆξαι δὲ οὔ, εἰ μὴ κατὰ συμβεβηκός. ἀλλὰ γὰρ καὶ ἐπὶ τοῦ λίθου τοῦ εἰς τὴν καθέδραν ἐπιτηδείου γενομένου ἔστι πάντως ἢ ἐξοχή τις ἢ λίθος ἕτερος, ἐφ’ ὃ προσραγεὶς ἐθραύσθη τὰ περιττά, καὶ οὕτως ἐπιτηδειότητα εἰς καθέδραν ἔσχεν· ἀλλ’ ὅμως ἐκ ταὐτομάτου φαμὲν ταῦτα, διὰ τὸ μὴ εἶναι ποιητικόν τι αἴτιον ὡρισμένον τῆς τοιαύτης ἰδέας τοῦ λίθου. οὕτως οὖν καὶ ἐπὶ τῶν τεράτων φημὶ ὅτι τὸ ψυχρὸν ἢ ὁ πλεονασμὸς τῆς ὕλης ἢ ἡ ἔνδεια ὑλικά εἰσιν αἴτια, ποιητικὸν δὲ ὡρισμένον αἴτιον τῶν τεράτων οὐκ ἂν εὕροις· ὥστε καὶ ταῦτα ἐκ ταὐτομάτου.

“而征象则是‘徒然’,因为当为了别的事物的事物并非为了那一事物而生成时,就如此说。” 他说,自发性正如我们所说的那样——即伴随为了某物而生成的事物发生,只要它们并非为了那一结果本身而生成——其征象就在于该名称自身的语源;因为它是从‘徒然’派生而来的(因为它是由‘自身’与‘徒然’复合而成的),而凡是它们为了生成的那一终极目的并未迎面实现的事物,就被说是徒然的。因为只要有人为了清空腹部通便而散步,但这并未发生,我们就说他徒然地散步了。那么,如果这就是‘徒然’,即本性上适合为了别的事物而生成却错失了终极目的,那么自发性由‘自身徒然’形成就是恰当的了。因为我们说石头出于自发性变得适于作为座位,就好像自发性本身成了它具有此形态的原因一样;因此,既然石头向下的运动偶性地成为了此类形状的原因,该运动自身就被称为自发性,就好像就那偶性产生的结果终极目的而言,它自身是徒然生成的一样。因为既然向下运动的自然终极目的是另一回事,即处于其固有的整体之中,而对此类冲动又偶性地伴随了另一种终极目的,如果你将该运动针对这一终极目的来考察,并认为这将是它的终极目的,随后得知它并非为了这一终极目的而运动,你就会认识到它是在徒然运动,因为它并不是朝向这一恰巧成为其终极目的的目标生成的。因此,无论自然的或依选择的终极目的产生与否,既然此类运动恰巧也具有另一终极目的,却并非为了此目的而生成,那么就针对此目的生成而言,它就是徒然生成的;例如,如果说话的终极目的是向彼此示意我们的意图,但有人说出无意义的话且并不着眼于这一终极目的,这样的人就是在徒然说话。因此,既然自发的结果所伴随的运动——这结果是它的偶性终极目的——并非为了这一终极目的而生成,它就会是徒然生成的,因为并未以这本身为目标,哪怕它对于别的事物并非徒然。但出于自发性与‘徒然’的差异,正如目的性的事物与动力性的事物之差异一样,也如出于机遇之物与机遇本身的差异一样;因为一般而言,当产生某种具有自身固有的动力因、但并非由于其固有的动力因预先存在而生成,而是由于其他某些自身也伴随有另一固有终极目的的原因而生成的那类终极目的时,那时预先存在的原因就被说成是徒然发生的,因为预设的终极目的并未由它们产生;而偶发的结果则被说成是出于自发性,因为在固有本原并未预先存在的情况下生成。例如落下的石头击中了过路人;因为在这里,我们可以说击中是终极目的,而落下是动力因。但击中也有另一个固有的本原,不是落下,而是设想为被某人投掷以至于击中;而落下并不以击中为终极目的,而是以被带到固有的处所为终极目的;但它们偶性地相互成为了原因与终极目的。然而你会探究畸形是否也应当被称为出于自发性。因为它们似乎也属于出于自发性;因为错失固有终极目的的自然冲动偶性地成为了这些的原因。但也可能不应当称这些为出于自发性。因为它们在自身之内具有先行的固有原因:即冷却、或质料的匮乏或过剩。但有人可能会说,落下的石头内部也具有重力,然而重力是落下的动力因,却不是击中的动力因,除非是偶性地。然而在变得适于座位的石头的情形中,必定存在某种突起或另一块石头,它撞击其上而碎裂了多余的部分,从而获得了对座位的适宜性;但我们仍然说这些是出于自发性,因为对于石头的这种形式并不存在某种确定的动力因。因此在畸形的情形中我也同样认为,寒冷或质料的过剩或匮乏是质料因,但畸形的确定的动力因你是找不到的;因此这些也是出于自发性。

语法注3 条
  1. 2.101ὅταν μὴ γένηται τὸ ἕνεκα ἄλλου ἐκείνου ἕνεκα

    τὸ ἕνεκα ἄλλου(为了别的事物的事物)作主语,ἐκείνου ἕνεκα(为了那一[预期的目的])作谓词性短语。它表达了本性上朝向某目的的活动未能产生该预期终极目的的情况。

  2. 2.101διαφέρει δὲ τὸ ἀπὸ ταὐτομάτου τοῦ μάτην ᾗ καὶ τὸ τελικὸν τοῦ ποιητικοῦ

    关系副词 ᾗ 表示方面或方式(“在……方面”),构成 διαφέρει... ᾗ...(“在……的意义上相区别”)结构。τὸ τελικόν 与 τὸ ποιητικόν 分别指目的因与动力因,从因果范畴上将自发结果(偶发出现的目的/终极)与“徒然”(落空的动力活动)对应起来。

  3. 2.101μήποτε δὲ οὐ δεῖ ταῦτα καλεῖν ἐκ ταὐτομάτου

    μήποτε 引导委婉的怀疑或推测(“或许不应……”、“恐怕不……”)。此处用于引入反方观点,即畸形由于具有先行的内部原因,或许不应当被称为出于自发性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:289.26-291.23