← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§27.31-29.9

学科位阶与对存在为一且不动说的反驳

菲洛波诺斯阐明了算术先于几何学且第一哲学证明一切本原的学问位阶,并通过第二格三段论等剖析了巴门尼德等人如何通过假定存在者为一且不动而同时否定了本原与自然。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10#2

καὶ αὐτῆς δὲ τῆς γεωμετρίας, δῆλον δὲ ὅτι πάσης τῆς μαθηματικῆς ἐπιστήμης, φασὶ προηγεῖσθαι τὴν ἀριθμητικήν· λαμβάνει γὰρ καὶ ὁ γεωμέτρης πλευρὰν πλευρᾷ διπλασίονα ἢ ἐπίτριτον, καὶ τοσοῦτον μὲν τὸ ἐν μεγέθει διπλάσιον ἢ ὁπωσοῦν λαμβάνει, ὁ μέντοι ἀριθμητικὸς καθόλου ταῦτα λαμβάνει καὶ ἀποδείκνυσι τίς ἐστιν ὁ τοῦ διπλασίου λόγος καὶ τῶν ἄλλων. τὰς δὲ πάντων ἀρχὰς ὁ πρῶτος φιλόσοφος ἀποδείκνυσι. διὰ ταῦτα οὐκ ἔστι φυσικοῦ ἀνδρὸς πρὸς Παρμενίδην καὶ Μέλισσον διαλέγεσθαι ἀναιροῦντας τὰς φυσικὰς ἀρχάς· λέγοντες γὰρ ἓν τὸ ὂν εἶναι καὶ ἀκίνητον, τῷ μὲν ὑποτίθεσθαι ἓν τὸ ὂν τὰς ἀρχὰς ἀναιροῦσι, τῷ δὲ ἀκίνητον καὶ ὡς φυσικὰς ἀρχάς. ἓν γὰρ λέγοντες εἶναι τὸ ὂν [ἀνάγκη πᾶσα] ἢ ἀρχὴν αὐτὸ ὑποτίθενται ἢ ἀπὸ τῆς ἀρχῆς. ἀλλ’ εἰ μὲν ἀρχὴν αὐτὸ ὑπόθοιντο, ἀνάγκη πᾶσα εἶναι καὶ τὰ ἀπὸ τῆς ἀρχῆς· ταῦτα γὰρ τῶν πρός τί εἰσιν· ἡ γὰρ ἀρχὴ τινὸς ἢ τινῶν ἐστιν ἀρχή,1 ὡς αὐτὸς εἶπεν. ὥστε οὐχ ἓν τὸ ὄν, ἀλλὰ πολλά, ἥ τε ἀρχὴ καὶ τὰ ἀπ’ αὐτῆς· οὐκ ἄρα ἀρχὴν δύναιντο λέγειν τὸ ἕν. πάλιν δ’ αὖ ἀπὸ τῆς ἀρχῆς ὑποτιθεμένοις αὐτὸ εἶναι ἀνάγκη πᾶσα2 καὶ τὴν ἀρχὴν αὐτοῦ ὑποτίθεσθαι· ὥστε πάλιν οὐκέτι ἓν τὸ ὄν· νῦν δὲ ἓν ὑποτίθενται. ἀναιροῦσιν ἄρα ἑκατέρωθεν τὴν ἀρχήν· ἀρχῆς γὰρ οὔσης ἀδύνατον ἓν εἶναι τὸ ὄν. ταύτῃ μὲν οὖν τὴν ἀρχὴν ἀναιροῦσιν, ὡς φυσικὴν δὲ ἀρχὴν ἀναιροῦσι τῷ ἀκίνητον αὐτὸ ὑποτίθεσθαι. κίνησις γὰρ ἐναργῶς τοῖς φυσικοῖς ὑπάρχει πράγμασι· γένεσις γὰρ καὶ φθορὰ αὔξησις μείωσις ἀλλοίωσις καὶ ἡ κατὰ τόπον μεταβολὴ τοῖς φυσικοῖς ὑπάρχει πράγμασι· καὶ αὐτὸς δὲ ὁριζόμενος τὴν φύσιν ἀρχὴν εἶναι κινήσεώς φησι καὶ ἠρεμίας. ὥστε ὁ τὴν κίνησιν ἀναιρῶν τὰς φυσικὰς ἀρχὰς ἀναιρεῖ. διὰ τοῦτο οὖν φησιν οὐ φυσικοῦ τὸ πρὸς τούτους διαλέγεσθαι, ὡς φυσικοὶ δὲ ταύτην μετερχόμεθα τὴν πραγματείαν. ὅμως δέ, φησίν, ἐπειδὴ ἔχει τινὰ φιλοσοφίαν ἡ σκέψις (περὶ τῶν ὄντων γὰρ ζητοῦσιν, εἰ καὶ μὴ ὡς φυσικοί, ἀλλ’ οὖν ὡς φιλόσοφοι), πρὸς αὐτοὺς ἀπαντήσωμεν. ἄλλως τε, ἐπειδὴ δοκοῦσί τινας φυσικὰς ἀπορίας λέγειν, εὔλογος ἡμῖν καὶ οὕτως ἡ πρὸς αὐτοὺς ἀπάντησις. τῷ γὰρ ἀναιρεῖν τὴν φύσιν ἓν εἶναι τὸ ὂν καὶ ἀκίνητον ὑποτιθέμενοι περὶ φύσεως ἀποροῖεν ἄν· οὐ γὰρ ἔτι ἀρχή ἐστιν εἰ ἕν μόνον καὶ οὕτως ἕν ἐστιν· ἡ γὰρ ἀρχὴ τινὸς ἢ τινῶν. ὅτι δὲ οἱ τὸ ὂν ἓν ὑποτιθέμενοι ἀναιροῦσι τὰς ἀρχάς, κατασκευάζει ἐν δευτέρῳ σχήματι οὕτως· εἰ ἓν τὸ ὄν, οὐκ ἔστι πλῆθος· εἰ ἀρχή ἐστι, πλῆθός ἐστιν· εἰ ἄρα τὸ ὄν, οὐκ ἔστιν ἀρχή. ἀρχῆς γὰρ οὔσης, ἀνάγκη καὶ τὰ ἀπὸ τῆς ἀρχῆς εἶναι, τούτου δὲ ὄντος πλῆθος εἶναι ἀνάγκη. τὸ δὲ εἰ οὕτως ἓν ἀντὶ τοῦ ἀκίνητον. ἀκινήτου γὰρ ὄντος οὔτε ἐξ αὐτοῦ τι ἔσται, οὔτε αὐτὸ ἐξ ἄλλου, ἀρχῆς δὲ οὔσης κίνησιν ἀνάγκη εἶναι· εἰ γὰρ πάντῃ εἴη ἀμετάβλητος καὶ ἀκίνητος, οὐδ’ ἄν τι ἐξ αὐτῆς γένοιτο.

人们说,算术甚至先于几何学本身,而且显然先于所有数学科学;因为几何学家也接受一条边相对于另一条边是两倍或三分之四,并且仅就大小中的两倍是这般大小或无论何种情况加以接受,然而算术家则普遍地接受这些,并证明两倍的比例以及其余比例究竟是什么。而第一哲学家证明一切事物的诸本原。由于这些原因,针对否定自然本原的巴门尼德和梅利索斯进行辩论,并不属于自然哲学家的职责;因为他们说存在者是一且不动的,由于假定存在者是一,他们否定了诸本原,而由于假定其不动,他们否定了作为自然的诸本原。因为他们说存在者是一,[完全必然地]他们要么假定它是本原,要么假定它出自本原。但是,如果他们假定它是本原,那么出自本原的事物也存在就是完全必然的;因为这些属于相对之物;正如他[亚里士多德]自己所说,本原是某物或某些事物的本原。因此存在者不是一,而是多,即本原以及出自本原的事物;所以他们不可能说一是一个本原。反之,对于假定它是出自本原的人而言,假定它的本原同样是完全必然的;以至于存在者再次不再是一;但他们现在却假定它是一。因此他们从两个方面都否定了本原;因为如果存在本原,存在者就不可能是一。因此,他们以此种方式否定了本原,而通过假定它是不动的,他们否定了作为自然的本原。因为运动显然属于自然事物;因为生成与毁灭、增长、减少、质变以及位置上的变化都属于自然事物;而且他[亚里士多德]自己在定义自然时也说,它是运动与静止的本原。所以否定运动的人就否定了自然的诸本原。因此他说,针对这些人进行辩论并不属于自然哲学家的职责,然而我们是作为自然哲学家来进行这部论著的。他说,尽管如此,既然这种考察具有某种哲学性质(因为他们探讨的是存在者,即使不是作为自然哲学家,但终究是作为哲学家),我们就应当回应他们。此外,既然他们似乎陈述了某些关于自然学的疑难,因此即便如此,我们回应他们也是合情合理的。因为假定存在者为一且不动的人,通过否定自然,就会就自然产生疑难;因为如果它仅仅是一并且是如此之一,它就不再是本原;因为本原是某物或某些事物的[本原]。至于那些假定存在者为一的人否定了诸本原,他在第二格中如此构建:如果存在者是一,就没有多数;如果存在本原,就有多数;因此,如果存在者[是一],就不存在本原。因为如果存在本原,出自本原的事物存在也是必然的,而当这存在时,存在多数就是必然的。而“如果如此之一”是用来代替“不动”。因为如果它是不动的,既不会有任何东西出自它,它自身也不会出自他物,但如果存在本原,存在运动就是必然的;因为如果〔本原〕在各方面都是不可变且不动的,也就不会有任何东西从它产生出来。

语法注2 条
  1. 1.10εἰ ἄρα τὸ ὄν, οὐκ ἔστιν ἀρχή.

    这是第二格三段论的结论(大前提:若存在者为一,则无多数;小前提:若有本原,则有多数)。在条件从句 εἰ ἄρα τὸ ὄν 中,承接大前提的前件省略了 ἕν [ἐστι](“因此,如果存在者[是一],就不存在本原”)。

  2. 1.10ἀπὸ τῆς ἀρχῆς ὑποτιθεμένοις αὐτὸ εἶναι ἀνάγκη πᾶσα

    与格分词 ὑποτιθεμένοις 是由非人称句式 ἀνάγκη [ἐστί] 所支配的与格(“对……而言是完全必然的”),其逻辑主语是指假定者们,与不定式 εἶναι 的宾格主语 αὐτό 相对。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:27.31-29.9