- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:288.14-289.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释了亚里士多德对自发性的普遍定义(即发生于具有目的性的过程中、非为了该结果本身且原因在外部),并继而解释了机遇作为自发性中发生于具备选择能力者身上且属于可选择事物的分支。
" Ὥστε φανερὸν ὅτι ἐν τοῖς ἁπλῶς ἕνεκά του γινομένοις, ὅταν μὴ τοῦ συμβάντος ἕνεκα γένηται ὧν ἔξω τὸ αἴτιον,1 τότε ἀπὸ ταὐτομάτου λέγομεν." Ὅρος τοῦ κοινοῦ αὐτομάτου ἐν τοῖς ἕνεκά του τοῖς τε κατὰ φύσιν καὶ τοῖς κατὰ προαίρεσιν. ἁπλῶς δὲ ἀντὶ τοῦ καθόλου. ἔστιν οὖν τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του γινομένοις τοῖς τε κατὰ φύσιν καὶ τοῖς κατὰ προαίρεσιν. ὅταν μὴ τοῦ συμβάντος ἕνεκα γένηται, οἷον τῆς κομιδῆς τοῦ ἀργυρίου· οὐδὲ γὰρ διὰ τοῦτο προῆλθεν, ἵνα κομίσηται τὸ ἀργύριον, οὐδ’ ὁ λίθος διὰ τοῦτο κατέπεσεν, ἵνα πρὸς καθέδραν γένηται ἐπιτήδειος. ὧν ἔξω τὸ αἴτιον ἀντὶ τοῦ ὧν ἕνεκά του γινομένων τὸ αἴτιον τοῦ συμβεβηκότος ἔξω αὐτοῦ ἐστι. τὸ δὲ ἔξω ἀντὶ τοῦ μὴ πρὸς τὸ τέλος νενευκός, ἀλλ’ ἔξω τοῦ ἀποβάντος τὸ αἴτιον αὐτοῦ, καὶ ἄλλου ἕνεκα ὄν· οἷον τοῦ συντυχεῖν τῷ φίλῳ αἴτιον κατὰ συμβεβηκὸς ἡ εἰς ἀγορὰν πρόοδος, ἀλλὰ τὸ αἴτιον τοῦτο καὶ ἔξω ἐστὶ τοῦ ἀποβάντος, ἀντὶ τοῦ οὐ πρὸς τὸ ἀποβὰν νένευκε καὶ ἄλλου ἕνεκεν ἐστί, οἷον τοῦ λούσασθαι. ἔστιν οὖν ἡ ὅλη διάνοια συνελόντι εἰπεῖν αὕτη· αὐτόματον ἁπλῶς ἐστι τὸ παρακολουθοῦν τοῖς ἕνεκά του γινομένοις, ὅταν γένωνται μὴ αὐτοῦ τούτου τοῦ συμβάντος ἕνεκα, ὧν ἔξω ἐστὶ τὸ τοῦ συμβάντος αἴτιον, διὰ τὸ μὴ ἐν τούτοις εἶναι καθ’ αὐτὸ τὴν τοῦ συμβάντος αἰτίαν. ἐν τούτοις γὰρ οὐκ ἔστιν ἔξω τὸ αἴτιον τοῦ συμβαίνοντος, ἐν οἷς καθ’ αὑτό ἐστιν ἡ αἰτία τοῦ ἀποτελουμένου, οἷον τὸ αἴτιον τῆς οἰκίας οὐκ ἔξω ἐστὶ τῆς οἰκοδομίας, ἀλλ’ ἐν αὐτῇ· πρὸς γὰρ τὴν οἰκίαν ἡ οἰκοδομία νένευκεν.
“因此显而易见,在端直为了某物而生成的事物中,只要它们不是为了那实际发生的事物而生成,且其原因在外部,那么我们就说是出于自发性。” 这是在为了某物的事物中——既包括依自然的事物也包括依选择的事物——对普遍的自发性的定义。而“端直”是用来代替“普遍”。因此,自发性存在于为了某物而生成的事物中,既包括依自然的也包括依选择的。“只要它们不是为了那实际发生的事物而生成”,例如为了收回钱财;因为他外出并不是为了这目的,即收回钱财,石头落下来也不是为了这目的,即使自己适宜作为座位。 “其原因在外部”用来代替:在那些为了某物而生成的事物中,偶发事件的原因在该事物之外。而“在外部”是用来代替并非趋向于该终极目的,而是该结果的原因在它之外且是为了另一事物;例如遇见朋友的偶性原因是去往集市的外出,但这个原因也是在结果之外的,意思是它并非趋向于该结果且是为了另一事物,例如去沐浴。因此,简而言之整个思想是这样的:端直的自发性是伴随那些为了某物而生成的事物而产生的,只要它们生成并非为了这实际发生之事本身,且发生之事的原因是在外部的,因为发生之事的原因并不以自身的方式存在于这些事物之中。因为在那些被成就之物的原因本身就存在于其中的事物中,发生之事的原因并不在外部,例如房屋的原因并不在建房活动的外部,而就在其自身之中;因为建房活动就是趋向于房屋的。
"Ἀπὸ τύχης δὲ τούτων ὅσα ἀπὸ ταὐτομάτου γίνεται τῶν προαιρετῶν2 τοῖς ἔχουσι προαίρεσιν." Ὁρισάμενος τὸ κοινὸν αὐτόματον ὁρίζεται καὶ τὸ ἀπὸ τύχης, ὅτι ταῦτα λέγω ἀπὸ τύχης, ὅσα ἀπὸ ταὐτομάτου τῶν προαιρετῶν γίνεται τούτοις οἵτινες ἔχουσι προαίρεσιν· οἷον τὸ ἀπαιτῆσαι τὸ ἀργύριον τῶν προαιρετῶν ὑπάρχον, ὅταν ἐκ ταὐτομάτου παρακολουθήσῃ τοῖς ἔχουσι προαίρεσιν, ἀπὸ τύχης λέγεται εἶναι. προαιρετῶν δὲ ἀντὶ τοῦ τῶν κατὰ προαίρεσιν γινομένων, ἤτοι τῶν παρακολουθούντων τοῖς κατὰ προαίρεσιν γινομένοις. τῶν προαιρετῶν μὲν οὖν εἶπεν, ὅτι γένοιτ’ ἂν ἐκ ταὐτομάτου τινὰ τοῖς ἔχουσι προαίρεσιν οὐ τῶν προαιρετῶν, οἷον εἰ ἐσθίοντος ἐμπέσοι τι τῶν ἐσθιομένων εἰς τὴν ἀρτηρίαν, ἢ βαδίζων πληγῇ τὸν πόδα (τῇ γὰρ φυσικῇ ὁρμῇ ἔξωθέν τι ἐκ ταὐτομάτου ἐπηκολούθησεν), ἢ πεσόντος ἄνωθεν ῥαγείη τὸ ἀπόστημα καὶ θεραπευθείη· ταῦτα γὰρ τοῖς ἔχουσι μὲν προαίρεσιν συμβαίνει, οὐ προαιρετικαῖς δὲ αὐτῶν ἐνεργείαις ἐπακολουθήσαντα. τοῖς δὲ ἔχουσι προαίρεσιν προσέθηκε, διότι λέγονται καὶ τὰ ἄψυχα πάσχειν τι ἀπὸ τύχης, “ὅταν ὁ πράττων τι περὶ αὐτὰ ἀπὸ τύχης τι πράξῃ”, ἀλλ’ οὐκ ἔχοντα προαίρεσιν πάσχει. διὸ οὐ κυρίως ἀπὸ τύχης τὰ τοιαῦτα λέγεται, ἀλλὰ τὰ οὕτω συμβαίνοντα αὐτοῖς τοῖς ἔχουσι προαίρεσιν, ταῦτα κυρίως ἀπὸ τύχης.
“而在这些[自发事物]之中,凡是在可选择之事中对于具有选择能力者出于自发性而生成的,就是出于机遇。” 在定义了普遍的自发性之后,他也定义了出于机遇之物,即:我所说的出于机遇,是指凡是在可选择之事中对于那些具有选择能力者出于自发性而生成的;例如索回钱财属于可选择之事,当它出于自发性伴随具有选择能力者发生时,就被说是出于机遇。而“可选择之事”是用来代替依选择而生成之事,即伴随依选择而生成之事发生的结果。他之所以说“在可选择之事中”,是因为对于具有选择能力者,也可能出于自发性生成某些不属于可选择之事的事物,例如若某人在进食时有食物掉入气管,或者若在行走时碰伤了脚(因为某种出于自发性的事物从外部伴随了自然冲动),或者若某人从高处跌落而脓肿破裂并获痊愈;因为这些事虽然发生在具有选择能力者身上,却不是伴随他们的选择性活动而发生的。他加上“对于具有选择能力者”,是因为无生命物虽然也被说成出于机遇蒙受某种遭遇,“只要关涉它们有所作为的人是出于机遇而作为”,但它们蒙受遭遇时并不具有选择能力。因此此类事物并非严格意义上出于机遇,而唯有这样发生在具有选择能力者自身身上的事物,才是严格意义上的出于机遇。
- 2.99ὧν ἔξω τὸ αἴτιον
关系代词 ὧν 是以先行词 τοῖς ἁπλῶς ἕνεκά του γινομένοις 为依据的属格,菲洛波诺斯将其转述为 ὧν ἕνεκά του γινομένων τὸ αἴτιον τοῦ συμβεβηκότος ἔξω αὐτοῦ ἐστι,表示“在那些为了某物而生成的事物中,其偶发结果的原因在外部”。ἔξω 处于表语位置。
- 2.100τῶν προαιρετῶν
部分属格,与句首的 τούτων 并列限定 ὅσα(“在这些[自发事物]中,凡属于可选择之事而…”)。菲洛波诺斯将其解释为伴随选择性活动发生的结果(τῶν παρακολουθούντων τοῖς κατὰ προαίρεσιν γινομένοις),用以排除虽然发生在具备选择能力者身上却不具选择性的意外事件(如食物噎入气管)。
