← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§286.23-288.13

无生命物与动物对机遇的排斥及自发性

针对亚里士多德在197b8–197b13中否定无生命物、儿童与动物拥有机遇(除依循类比或受动之外)并确立自发性属于它们,菲洛波庞对提及普罗塔库的句式结构进行了语序辨析,并通过逃跑的马和倒下的三脚凳等例子阐明了自发性的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.96

" Οὐδὲ εὐτυχία οὐδ’ ἀτυχία ὑπάρχει τούτοις, εἰ μὴ καθ’ ὁμοιότητα, ὥσπερ φησὶ Πρώταρχος." Οὐ λέγεται, φησίν, ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐτυχία, εἰ μὴ καθ’ ὁμοιότητά τινα καὶ ἀναλογίαν. τὸ δὲ ὥσπερ φησὶ Πρώταρχος οὐ πρὸς τὸ εἰ μὴ καθ’ ὁμοιότητα·1 οὐδὲ γὰρ καθ’ ὁμοιότητα ἔλεγε Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους, ἀλλ’ ἁπλῶς εὐτυχεῖς. οὕτως οὖν ἀναγνωστέον ‘οὐδέ, ὥσπερ φησὶ Πρώταρχος, εὐτυχία ἢ δυστυχία ὑπάρχει τούτοις’, εἶτα τὸ εἰ μὴ καθ’ ὁμοιότητα αὐτοῦ ἐστιν ἐπίκρισις, πῶς δυνατὸν καὶ ἐπὶ ἀψύχων εὐτυχίαν εἰπεῖν καὶ δυστυχίαν. Πρώταρχον δὲ ἤτοι τὸν ἐν Φιλήβῳ φησὶν ἢ ἕτερόν τινα.

“幸运与不幸也都不属于这些事物,除非依循相似性,正如普罗塔库所言。” 他说,对于儿童、无生命物和无理性者,幸运并非被言说的,除非依照某种相似性与类比。而“正如普罗塔库所言”这句,并非连向“除非依循相似性”;因为普罗塔库并不是说石头依据相似性是幸运的,而是说它们径直是幸运的。因此应当这样来读:“也不是如普罗塔库所说,幸运或不幸属于这些事物”,然后“除非依循相似性”则是他[亚里士多德]自己的判定,即如何可能对无生命物也谈论幸运与不幸。他所说的普罗塔库,要么是指《斐利布篇》中的那个人,要么是指别的某个人。

§2.97

"Τὸ δὲ πάσχειν ὑπάρχει ἀπὸ τύχης πως καὶ τούτοις, ὅταν ὁ πράττων τι περὶ αὐτὰ πράξῃ ἀπὸ τύχης· ἄλλως δὲ οὐκ ἔστιν." Δύναταί, φησί, καὶ ἐπὶ ἀψύχων κατὰ ἀναλογίαν λέγεσθαι ἡ τύχη, οὐχ ὥσπερ ὁ Πρώταρχος ἔλεγεν, ὡς ὅταν ὁ πράττων τι περὶ τὰ ἄψυχα πράξῃ ἀπὸ τύχης, τότε κἀκεῖνα πεπονθέναι ἂν λέγοιντο ἀπὸ τύχης. οἷον ὡς ὅταν τις ῥίψας λίθον τοῦ πατάξαι τινὰ ἕνεκα ἐκεῖνον μὲν μὴ πατάξῃ, τὸν δὲ λίθον ποιήσῃ τρίγωνον μὴ τοῦτο βουληθεὶς ποιῆσαι· λέγεται γὰρ οὗτος ἀπὸ τύχης τοῦτο πεποιηκέναι, καὶ διὰ τὸν ἐνεργήσαντα καὶ ὁ λίθος ἀπὸ τύχης τρίγωνος γενέσθαι. μόνως οὖν οὕτως, φησί, δυνατὸν ἐπὶ τῶν ἀψύχων τὸ ἀπὸ τύχης λέγεσθαι. τί οὖν; οὐκ οἶδεν ἡ συνήθεια τὴν εὐτυχίαν ἐπὶ παιδίων; ὅταν γοῦν ἀρτιγενεῖ βρέφει τις τελευτῶν τῶν μὴ προσηκόντων κατὰ γένος τὴν οὐσίαν καταλίπῃ, λέγομεν τὸ παιδίον τοῦτο εὐτυχές, καὶ οὐ δήπου ἐκ ταὐτομάτου φήσαιμεν ἂν τὸ κληρονομῆσαι γεγονέναι τῷ παιδίῳ· οὐδὲ γὰρ ὁρμῇ τινι φυσικῇ τοῦτο παρηκολούθησεν οὔτε τοῦ παιδίου οὔτε τοῦ τὰ χρήματα καταλελοιπότος.

“然而在某种方式上,出于机遇而蒙受也属于这些事物,只要关涉它们有所行事的人是出于机遇而行事;否则是不可能的。” 他说,机遇依循类比也可以被言说于无生命物,并非如普罗塔库所说的那样,而是指当关涉无生命物有所作为的人是出于机遇而作为时,那些事物也可以被说成是出于机遇而蒙受了某种遭遇。例如,当某人为了击打某人而投掷石块,虽未击中那人,却在并未意图使石块变成三角形的情况下使之成了三角形;因为据说这个人是出于机遇做了此事,并且由于施动者的缘故,石块也被说是出于机遇而变成了三角形。因此他说,只有以这种方式,出于机遇之物才可能在无生命物上被言说。那么又怎样呢?难道日常习俗不知道儿童身上的幸运吗?无论如何,当某个濒死之人把财产留给无亲缘关系的初生婴儿时,我们称这个幼儿是幸运的,而且我们断然不会说幼儿继承遗产是出于自发性而发生的;因为这既不是伴随幼儿的任何自然冲动,也不是伴随留下钱财者的任何自然冲动而产生的。

§2.98

"Τὸ δ’ αὐτόματον καὶ τοῖς ἄλλοις ζῴοις καὶ πολλοῖς τῶν ἀψύχων." Ἐνταῦθα τὴν καταφατικὴν τέθεικε πρότασιν, ὅτι τὸ αὐτόματον καὶ ἀψύχοις καὶ παισὶ καὶ τοῖς ἀλόγοις ζῴοις ὑπάρχει. καὶ παραδείγματι πείθει ὅτι φαμὲν τὸν ἵππον ἐκ ταὐτομάτου σωθῆναι τὸν φυγόντα ἐκ τῆς παρατάξεως, ἢ διψῶντα ἢ ἑτέρως ὑπό τινος φυσικῆς ὁρμῆς κινηθέντα. οἷον ὁ ἵππος αὐτομάτως, φαμέν, ἦλθεν, ὅτι ἐσώθη μὲν ἐλθών, οὐ τοῦ σωθῆναι δὲ ἕνεκεν ἦλθεν. δεῖ ὑπερβατῶς ἀναγνῶναι τὴν λέξιν2 ‘ὁ ἵππος ἐλθὼν αὐτόματος ἐσώθη, ὅτι ἦλθεν μὲν οὐ τοῦ σωθῆναι δὲ ἕνεκεν ἦλθεν’· ἦλθε μὲν γὰρ δι’ ἄλλο τι ἢ τοῦ πιεῖν ἕνεκα ἢ ἄλλου τινός, συνέβη δὲ ἐλθόντα σωθῆναι. καὶ ὁ τρίπους αὐτομάτως κατέπεσεν· ἔστη μὲν γὰρ τοῦ καθῆσθαι ἕνεκεν, ἀλλ’ οὐ τοῦ καθῆσθαι ἕνεκεν κατέπεσεν. εἰ κρεμάμενος ὁ τρίπους πέσοι, καὶ πεσὼν σχοίη τοιαύτην θέσιν ὥστε εἶναι πρὸς καθέδραν τὴν θέσιν ἐπιτηδείαν, ἐκ ταὐτομάτου λέγεται τὴν τοιαύτην θέσιν ἔχειν, ἐπειδὴ ἔπεσε μὲν καὶ ἠνέχθη τῇ φυσικῇ ὁρμῇ, ἔπεσε δὲ οὐκ ἐπὶ τούτῳ ὥστε καθέδρα γενέσθαι. εἰ γὰρ λίθος πέσοι κυβικὸν ἔχων τὸ σχῆμα, οὐκ αὐτομάτως λέγοιτο ἂν κεῖσθαι πρὸς τὸ καθέζεσθαι· ἐπιτήδειος γὰρ ἦν ἐν τῇ φύσει αὐτοῦ τὸ πάντως, εἰ πίπτοι, τοῦτον καταπεσεῖν τὸν τρόπον. διὰ τοῦτο οὐδὲ τὸ πῦρ αὐτομάτως λέγεται ἐπὶ τὸ ἄνω φέρεσθαι· φύσις γὰρ αὕτη τοῦ πυρός.

“然而自发性既[属于]其他动物,也属于许多无生命物。” 在此他设立了肯定前提,即自发性既属于无生命物,也属于儿童和无理性的动物。他通过一个例子使人信服:我们说那匹逃离战阵的马是出于自发性而获救的,它要么是由于口渴,要么是以其他方式受某种自然冲动驱使而运动的。例如,我们说马自发地跑来,是因为它跑来后获救了,但它并不是为了获救才跑来的。必须将这段文句倒装地读作:“跑来的马自发地获救了,因为它的确跑来了,但它并不是为了获救而跑来的”;因为它是因某种别的原因跑来的,要么是为了饮水,要么是为了别的什么,但随之发生的是跑来后便获救了。三脚凳自发地落下也是如此;因为它立着是为了坐,但它落下并不是为了坐。如果悬挂着的三脚凳落下,并且落下后处于适宜作为座位的姿态,它便被说是出于自发性而处于这种姿态,因为它是因自然冲动而落下并被承载的,但它落下并不是为了使自己成为座位。因为如果一块具有立方体形状的石头落下,它就不会被说是自发地适合于坐着而放置;因为在它的本性中就有这种适宜性:一旦落下,完全会以这种方式跌落。正因如此,火向上运动也不会被说是自发的;因为这是火的本性。

语法注2 条
  1. 2.96τὸ δὲ ὥσπερ φησὶ Πρώταρχος οὐ πρὸς τὸ εἰ μὴ καθ’ ὁμοιότητα

    菲洛波庞指出,短语 ὥσπερ φησὶ Πρώταρχος 在句法上不能与紧随其后的 εἰ μὴ καθ’ ὁμοιότητα 相连,否则会荒谬地意味着普罗塔库主张“依循相似性的幸运”;相反,该短语应作为插入句修饰否定主句,而 εἰ μὴ καθ’ ὁμοιότητα 则是亚里士多德本人的限定与判定。

  2. 2.98δεῖ ὑπερβατῶς ἀναγνῶναι τὴν λέξιν

    菲洛波庞指出亚里士多德论及马的文句必须作倒装(hyperbaton)解读,以此理清 ὅτι 引导的原因分句与主句之间的逻辑骨架:马之所以是自发地获救,是因为它的到来并非出于获救的目的,获救只是伴随到来的附带结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:286.23-288.13