- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:284.25-286.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐释了亚里士多德在197b1处的论证,通过第三格三段论证明机遇(特别是幸运)经由幸福与良行(eupraxia)而关联于行为(praxis)与选择(prohairesis),从而确立无生命物、儿童和野兽不具有出于机遇的作为。
" Ἡ μὲν γὰρ τύχη καὶ τὸ ἀπὸ τύχης ἔστιν ἐν οἷς καὶ τὸ εὐτυχῆσαι ἂν ὑπάρξειε καὶ ὅλως πρᾶξις· διὸ ἀνάγκη περὶ τὰ πρακτέα εἶναι τὴν τύχην." Εἰ ἡ τύχη διῄρηται εἰς εὐτυχίαν καὶ δυστυχίαν, ἐν οἷς ἄρα μήτε εὐτυχίαν δυνατὸν ὑπάρξαι μήτε δυστυχίαν, ἐν τούτοις δῆλον ὅτι οὐδὲ τύχην. θάτερον δὲ τῶν ἐναντίων αὐτὸς εἶπε μόνον, τὴν εὐτυχίαν, ὡς προδήλου ὄντος ὅτι ἐφ’ ὧν πέφυκε θάτερον τῶν ἐναντίων εἶναι, ἐπὶ τούτων καὶ τὸ λοιπόν· ὥστε ἐφ’ ὧν εὐτυχίαν ἀδύνατον ὑπάρξαι, ἐπὶ τούτων καὶ δυστυχίαν ἀδύνατον. ὅτι μὲν οὖν ἐφ’ ὧν εὐτυχία ἐπὶ τούτων καὶ τύχη, πρόδηλον, μαθεῖν δὲ λείπεται ἐπὶ τίνων ἡ εὐτυχία. φησὶν οὖν ὅτι ἐπὶ τούτων εὐτυχία λέγεται ἐφ’ ὧν καὶ ἡ πρᾶξις· εὐπραγία γάρ τίς ἐστιν ἡ εὐτυχία. ὅτι δὲ ἐφ’ ὧν εὐτυχία ἐπὶ τούτων καὶ πρᾶξις, δείκνυσι διὰ μέσης τῆς εὐδαιμονίας. ἐπάγει οὖν οὕτως· σημεῖον δὲ ὅτι δοκεῖ ἤτοι ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἢ ἐγγύς, ἡ δὲ εὐδαιμονία1 πρᾶξις· εὐπραξία γάρ. σημεῖον, φησί, τοῦ τὴν τύχην περὶ τὰ πρακτέα εἶναι, ὡς δὴ πράξεώς τινος οὔσης τῆς τύχης καὶ τῆς μὲν εὐτυχίας εὐπραγίας τῆς δὲ δυστυχίας κακοπραγίας,2 ὅτι δοκεῖ ἡ εὐτυχία ἢ μηδὲν διαφέρειν τῆς εὐδαιμονίας ἢ ἐγγὺς αὐτῆς εἶναι· ἡ δ’ εὐδαιμονία, φησί, πρᾶξίς τίς ἐστιν. εἶτα πόθεν ὅτι πρᾶξις; κατασκευάζει διὰ τῆς εὐπραξίας· ἡ γὰρ εὐδαιμονία, φησίν, εὐπραξία τίς ἐστιν, ἡ δὲ εὐπραξία πρᾶξίς τις, ἡ εὐδαιμονία ἄρα πρᾶξίς τις· εἰ τοίνυν ἡ μὲν εὐτυχία ταὐτὸν τῇ εὐδαιμονίᾳ, ἡ δὲ εὐδαιμονία πρᾶξίς τις, καὶ ἡ εὐτυχία ἄρα πρᾶξίς τις· ἐστὶ δὲ ἡ εὐτυχία τύχη τις, ἡ τύχη ἄρα πρᾶξίς τις. καὶ ἔστιν ἐν τῷ τρίτῳ σχήματι ὁ συλλογισμός· πᾶσα εὐτυχία τύχη, πᾶσα εὐτυχία πρᾶξίς τις, ἡ τύχη ἄρα πρᾶξίς τίς ἐστιν· εἰ τοίνυν ἡ τύχη πρᾶξίς ἐστιν, ἐφ’ ὧν ἄρα μὴ ἔστι πρᾶξις, ἐπὶ τούτων οὐδὲ τύχη ἂν εἴη. καὶ αὐτὸς μέν, ὡς ἔμπροσθεν εἶπον, μέχρι τῆς πράξεως προάγει τὸν λόγον, εἰ δὲ ζητεῖς ἐπὶ τίνων ἡ πρᾶξις, φημὶ ἐφ’ ὧν καὶ προαίρεσις. εἰ τοίνυν πᾶσα τύχη πρᾶξίς ἐστιν, ἡ δὲ πρᾶξις ἐπὶ τούτων ἐστὶν ἐφ’ ὧν προαίρεσις, ἡ τύχη ἄρα ἐπὶ τούτων ἐστὶν ἐφ’ ὧν καὶ ἡ προαίρεσις· εἰ δὲ ἡ τύχη ἐπὶ τούτων ἐστὶν ἐφ’ ὧν καὶ ἡ προαίρεσις, ἐφ’ ὧν ἄρα μὴ ἔστι προαίρεσις ἐπὶ τούτων οὐδὲ τύχη ἐστίν. οὕτως οὖν δείξας ἐν τίσιν ἐστὶν ἡ τύχη, ὅτι ἐν οἷς καὶ ἡ πρᾶξις καὶ ὅτι ἐν οἷς πρᾶξις οὐκ ἔστιν ἐν τούτοις οὐδὲ τύχη, ἐκτίθεται λοιπὸν τὴν ἀποφατικὴν πρότασιν καί φησι· διὰ τοῦτο οὔτε ἄψυχον οὐδὲν οὔτε θηρίον οὔτε παιδίον οὐδὲν ποιεῖ ἀπὸ τύχης, θηρίον ἀντὶ τοῦ ἀλόγου λαβών, διότι τὸ ἥμερον μάλιστα καὶ κοινωνικὸν τοῦ λόγου ἐστὶν ἴδιον· ὥστε τὸ ἐναντίον, τὸ ἄγριόν φημι, τῆς ἀλογίας, ὅπερ διὰ τοῦ θηρίου ἐχαρακτήρισεν.3 εἰ τοίνυν μήτε ἄψυχον μήτε ἄλογον μήτε θηρίον ποιεῖ τι ἀπὸ τύχης, ἐπὶ τούτων δὲ αὐτῶν κατηγορεῖται τὸ αὐτόματον, ὡς ἐφεξῆς δείξει, ἔοικεν ἄρα τὶ αὐτόματον μὴ εἶναι ἀπὸ τύχης. Σημεῖον δὲ ὅτι δοκεῖ ἤτοι ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἢ ἐγγύς. σημεῖον ὅτι ἡ τύχη περὶ τὰ πρακτά, ὅτι ἡ εὐδαιμονία, ἥτις ὁμολογουμένως εὐπραγία τίς ἐστιν, ἢ ταὐτόν ἐστι τῇ εὐτυχίᾳ ἢ ἐγγύς [ἡ εὐδαιμονία]· πρᾶξις δὲ ἡ εὐδαιμονία, καὶ ἡ εὐτυχία ἄρα πρᾶξις· ἡ δὲ εὐτυχία τύχη τις, καὶ ἡ τύχη ἄρα πρᾶξις. ἢ ταὐτὸν δέ φησιν ἢ ἐγγύς, ὅτι δοκεῖ ἡ εὐτυχία περὶ τὰ ἐκτὸς εἶναι· εἰ τοίνυν ἡ εὐτυχία περὶ τὰ ἐκτός, δοκεῖ δὲ τοῖς πολλοῖς καὶ ἡ εὐδαιμονία περὶ τὰ ἐκτὸς εἶναι, ταὐτὸν ἄρα οὕτω τῇ εὐτυχίᾳ ἡ εὐδαιμονία· ἐπεὶ δὲ τῷ ὄντι ἡ εὐδαιμονία περὶ τὴν εὐπραγίαν ἐστὶ τῆς ψυχῆς, εἴ τις μὴ περὶ τὴν εὐπραγίαν μόνον τῆς ψυχῆς ὁρίζοιτο εἶναι τὴν εὐδαιμονίαν, ἀλλὰ καὶ περὶ τὴν εὐπραγίαν τῶν ἐκτός, ἐγγὺς δηλονότι ἡ εὐτυχία τῆς εὐδαιμονίας καὶ οὐ ταὐτόν. τῷ δὲ ὄντι ἡ κυρίως εὐτυχία ἂν εἴη οὐχ ἡ περὶ τὴν τῶν ἔξωθεν ἔχουσα εὐπραγίαν ἁπλῶς, ἀλλ’ ἡ περὶ τὴν τῆς ψυχῆς, ἥτις καὶ εἰς ταὐτὸν ἔρχεται τῇ εὐδαιμονίᾳ.
“因为机遇以及出于机遇之物,存在于获得幸运乃至一般的行为所能属于的事物中;因此机遇必然关涉可践行之事。” 如果机遇被划分为幸运与不幸,那么显而易见,在幸运既不可能属于、不幸也不可能属于的事物中,机遇同样不可能[属于它们]。而[亚里士多德]自己仅提及了对立双方中的一方,即幸运,因为这是预先显而易见的:对立双方中的一方在本性上能够存在于哪些事物中,其余的一方也[能够存在]于这些事物中;从而在幸运不可能属于的事物中,不幸也同样不可能[属于]。因此,在幸运[所属]的事物中,机遇也同样[所属],这是预先显而易见的,但留待了解的是幸运属于何种事物。于是他说,在行为也[存在]的事物中,幸运被言说;因为幸运是一种良行。而在幸运[存在]的事物中,行为也同样[存在],他是通过作为中项的幸福来证明的。因此他接着说:“而一个征象是,它看来要么与幸福相同,要么接近它;而幸福是一种行为;因为它是良行。”他说,机遇关涉可践行之事的一个征象——由于机遇确实被视为某种行为,幸运是良行而不幸是恶行——在于幸运看来要么与幸福毫无差异,要么接近它;而他说,幸福是某种行为。那么凭什么说它是行为呢?他是通过良行来建立的;因为他说,幸福是某种良行,而良行是某种行为,所以幸福是某种行为;因此,如果幸运与幸福相同,而幸福是某种行为,那么幸运也是某种行为;但幸运是某种机遇,所以机遇是某种行为。这个三段论是在第三格中的:“一切幸运是机遇;一切幸运是某种行为;所以[某些]机遇是某种行为”。因此,如果机遇是行为,那么在不存在行为的事物中,在这些事物中也不会存在机遇。正如我之前所言,他本人将论述推进到行为为止,但如果你追问行为存在于何种事物中,我说是在选择也[存在]的事物中。因此,如果一切机遇是行为,而行为存在于选择[存在]的事物中,那么机遇就存在于选择也[存在]的事物中;而如果机遇存在于选择也[存在]的事物中,那么在不存在选择的事物中,在这些事物中也就没有机遇。因此,在指明了机遇存在于何种事物中(即存在于行为也存在的事物中,而在行为不存在的事物中机遇也不存在)之后,他接下来列出了否定前提并说道:“正因如此,无生命物、野兽和儿童都不会出于机遇做任何事”,他用“野兽”代替了“无理性的[动物]”,因为温顺与合群尤其为理性所特有;因此其相反者,我指的是野性,[特属于]缺乏理性,他正是通过野兽来表征这一点的。因此,如果无生命物、无理性者和野兽都不会出于机遇做任何事,而自发性恰恰被述谓于这些事物(正如他接下来将表明的),那么看来,某些自发的事物并非出于机遇。“而一个征象是,它看来要么与幸福相同,要么接近[它]。”机遇关涉可践行之事的征象,在于公认作为某种良行的幸福,要么与幸运相同,要么接近[它];而幸福是行为,所以幸运也是行为;但幸运是某种机遇,所以机遇也是行为。他说“要么相同要么接近”,是因为幸运看来关涉外在事物;因此,如果幸运关涉外在事物,而在大众看来幸福也关涉外在事物,那么依照这种看法,幸福便与幸运相同;但既然事实上幸福关涉灵魂的良行,如果有人将幸福界定为不仅关涉灵魂的良行,而且也关涉外在事物的良行,那么显然幸运是接近幸福而非与其相同。但事实上,严格意义上的幸运,并非仅仅关涉外在事物的良行,而是关涉灵魂的[良行],而这也与幸福归于同一了。
- 2.95σημεῖον ὅτι ἡ τύχη περὶ τὰ πρακτά, ὅτι ἡ εὐδαιμονία
连续两个 ὅτι 从句构成的句式:第一个 ὅτι 从句(ὅτι ἡ τύχη περὶ τὰ πρακτά [ἐστι])作名词性从句,界定所要表征的论题(“机遇关涉可践行之事的征象”);第二个 ὅτι 从句(ὅτι ἡ εὐδαιμονία...)则充当表语,说明征象的具体内容(“在于幸福……”)。
- 2.95ὡς δὴ πράξεώς τινος οὔσης τῆς τύχης καὶ τῆς μὲν εὐτυχίας εὐπραγίας τῆς δὲ δυστυχίας κακοπραγίας
由连词 ὡς 引导的属格绝对结构(πράξεως οὔσης τῆς τύχης 与 τῆς μὲν εὐτυχίας [οὔσης] εὐπραγίας...),在后文的 ὅτι 从句之前提出,作为解释为何机遇被认为关涉可践行之事(πρακτέα)的前提性说明。
- 2.95ὥστε τὸ ἐναντίον, τὸ ἄγριόν φημι, τῆς ἀλογίας, ὅπερ διὰ τοῦ θηρίου ἐχαρακτήρισεν
依据与前句 τὸ ἥμερον ... τοῦ λόγου ἐστὶν ἴδιον(“温顺特属于理性”)的对比,属格 τῆς ἀλογίας 承前省略了形容词 ἴδιον(“因此其相反者,即野性,特属于缺乏理性”)。关系代词 ὅπερ 指代先行词 τὸ ἄγριον,并作动词 ἐχαρακτήρισεν 的宾语。
