- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:284.3-284.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯探讨了亚里士多德关于自发性比机遇外延更广的论述,阐明这种差异并非同级种之间的区分,而是属与种(普遍自发性与机遇)之间的差异,并分析了用于证明这一点的三段论结构及前提安排顺序。
" Διαφέρει δὲ ὅτι τὸ αὐτόματον ἐπὶ πλέον ἐστίν." Εἰπὼν κατὰ τί κοινωνοῦσι, λέγει καὶ τί διαφέρουσι· διαφορὰν δὲ αὐτῶν λέγει οὐ τῆς τύχης καὶ τοῦ ἰδίως λεγομένου αὐτομάτου1 τοῦ ἀντιδιαστελλομένου τῇ τύχῃ (τοῦτο γὰρ ἐφεξῆς ποιεῖ), ἀλλὰ τοῦ κοινοῦ αὐτομάτου, ὥσπερ ἂν εἰ καὶ ζῴου καὶ ἀνθρώπου τὴν διαφορὰν τις ἔλεγεν, ὅτι διαφέρει τὸ ζῷον τοῦ ἀνθρώπου τῷ ἐπὶ πλειόνων κατηγορεῖσθαι τὸ ζῷον. τοῦτο οὖν φησὶ καὶ νῦν, ὅτι ταύτῃ διαφέρει τῆς τύχης τὸ αὐτόματον, ὅτι ἐφ’ ὧν μὲν ἡ τύχη κατηγορεῖται ἐπὶ τούτων καὶ τὸ αὐτόματον, ἐφ’ ὧν δὲ τὸ αὐτόματον οὐ πάντως τὸ ἀπὸ τύχης· ὥστε δῆλον ὅτι ἐπὶ πλέον τὸ αὐτόματον τῆς τύχης. ὅτι μὲν οὖν ἐφ’ ὧν ἡ τύχη ἐπὶ τούτων καὶ τὸ αὐτόματον, λαμβάνει ὡμολογημένον ἐκ τῆς χρήσεως (χρήσεως γὰρ ἤρτηται ἡ τούτου ἀπόδειξις, οὐ λόγου), ὅτι δὲ ἐφ’ ὧν τὸ αὐτόματον οὐ πάντως καὶ ἡ τύχη, κατασκευάζει διὰ συλλογισμοῦ, ὃν ἤδη προεξεθέμεθα. ἔστι δὲ οὗτος· ἐπὶ παιδίων καὶ ἀψύχων καὶ ἀλόγων τὸ αὐτόματον θεωρεῖται, ἐπὶ παιδίων καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐ θεωρεῖται, τί ἄρα αὐτόματον τύχη οὐκ ἔστι. τούτων οὖν τῶν δύο προτάσεων τὴν μὲν κατηγορικὴν ἐσχάτην τίθησι καὶ πιστοῦται ἐκ τῆς ἐπαγωγῆς, ὡς ὑπομνήσομεν ἐν τῷ τόπῳ, τὴν δ’ ἀποφατικὴν πρότερον κατασκευάζει, εἶτα ἐκτίθεται· κατασκευάσας γὰρ πρότερον ἐπὶ ποίων ἂν ἡ τύχη κατηγοροῖτο τῶν ὁποίαν φύσιν ἐχόντων, τότε λοιπὸν ἐφαρμόζει τὰ εἰρημένα ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων, ὅτι μὴ ὑπάρχει αὐτοῖς τύχη, διότι μηδὲ ταῦτα περὶ ἃ ἡ τύχη θεωρεῖται.2
“自发性之所以不同,在于它的外延更广。” 在说明了它们在何种方面具有共通之处后,[亚里士多德]接着说明它们在何种方面有所不同;并且他所说的它们的差异,不是机遇与严格意义上说的、与机遇相对立而区分开来的自发性之间的差异(因为这是他接下来要做的事),而是普遍自发性[与机遇]的差异,就像有人若说明动物与人类的差异,说动物与人类的不同在于动物被述谓于更多的事物一样。因此他现在说的也是这一点:自发性与机遇的不同之处正在于此,即机遇被述谓于哪些事物,自发性也[被述谓]于这些事物,但自发性[被述谓]于哪些事物,出于机遇的事物未必[被述谓于它们];从而显而易见,自发性比机遇的外延更广。因此,对于机遇被[述谓]于哪些事物,自发性也[被述谓]于这些事物,他是从语用中作为公认的前提而获取的(因为这一点的证明取决于语用,而非推论);而自发性被[述谓]于哪些事物,机遇未必也[被述谓于它们],则是通过我们之前已经给出的三段论建立起来的。这个三段论如下:“在儿童、无生命物和无理性的[动物]中,自发性被观察到;在儿童、无生命物和无理性的[动物]中,机遇未被观察到;因此,某种自发的事物不是机遇”。于是,在这两个前提中,他将肯定前提置于最后,并通过归纳加以确证,正如我们在相应地方将提示的那样;而他先建立否定前提,随后将其列出;因为他预先确立了机遇可以被述谓于具有何种本性的何种事物,然后才把所说的话应用于儿童、无生命物和无理性的[动物]上,说明机遇并不属于它们,因为连观察到机遇的那些事物也[不属于它们]。
- 2.94διαφορὰν δὲ αὐτῶν λέγει οὐ τῆς τύχης καὶ τοῦ ἰδίως λεγομένου αὐτομάτου τοῦ ἀντιδιαστελλομένου τῇ τύχῃ (τοῦτο γὰρ ἐφεξῆς ποιεῖ), ἀλλὰ τοῦ κοινοῦ αὐτομάτου
此处以两组属格短语修饰 διαφοράν 进行对比。属格代词 αὐτῶν 指前文的“机遇与自发性”,但作为其差异的内容,οὐ τῆς τύχης καὶ τοῦ ἰδίως λεγομένου αὐτομάτου(机遇与严格意义上的自发性[这两个同级种]之间的差异)被否定,而 ἀλλὰ τοῦ κοινοῦ αὐτομάτου(作为属的普遍自发性[与作为种的机遇]之间的差异)被肯定。在后一短语中,根据上下文省略了与机遇相对照的成分(如 πρὸς τὴν τύχην)。
- 2.94διότι μηδὲ ταῦτα περὶ ἃ ἡ τύχη θεωρεῖται
在由表原因的连词 διότι 引导的从句中,主语 ταῦτα 所需的谓语动词(承接前一从句的 ὑπάρχει αὐτοῖς)被省略。ταῦτα 作为先行词,引出关系从句 περὶ ἃ ἡ τύχη θεωρεῖται(机遇在其周围被观察到的事物,即抉择与行为),全句意为“因为连观察到机遇的那些事物也[不属于它们]”。
