- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:282.17-284.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞完成了论证自发性比机遇外延更广的一连串连锁三段论,考察了日常语用及围绕名称的争论,进而阐明机遇与自发性被归入作动原因,且是附随于为某种目的而生成之事物的附随原因。
συνθήσεις οὖν τὸν ὅλον συλλογισμὸν οὕτως· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων προαίρεσις οὐχ ὑπάρχει· ἐφ’ ὧν προαίρεσις οὐχ ὑπάρχει οὐδὲ πρᾶξις,1 ἐφ’ ὧν πρᾶξις οὐκ ἔστιν οὐδὲ εὐπραξία, ἐφ’ ὧν εὐπραξία οὐκ ἔστιν οὐδὲ εὐδαιμονία, ἐφ’ ὧν εὐδαιμονία οὐκ ἔστιν οὐδὲ εὐτυχία, ἐφ’ ὧν εὐτυχία οὐκ ἔστιν οὐδὲ τύχη, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐχ ὑπάρχει· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων τὸ αὐτόματον ὑπάρχει (ὡς ἐδείξαμεν διὰ τῆς ἐπαγωγῆς)· τὸ ἄρα αὐτόματον τύχη οὐκ ἔστιν, ὅπερ ἐξ ἀρχῆς προέκειτο δεῖξαι. λέγεται δέ, φησί, καὶ ἐπὶ τῶν τυχαίων τὸ αὐτόματον (τοῦτο γὰρ λοιπὸν ἐκ τῆς χρήσεως λαμβάνει, ὅτι λέγονται καὶ τὰ ἀπὸ τύχης ἐκβαίνοντα ἐκ ταὐτομάτου γίνεσθαι), ἐπὶ πλέον ἄρα τῆς τύχης τὸ αὐτόματον· εἰ γὰρ πᾶσα μὲν τύχη καὶ αὐτόματον (ὡς ἡ τῶν ἀνθρώπων χρῆσις δηλοῖ), οὐ πᾶν δὲ αὐτόματον καὶ τύχη (ὡς ὁ συλλογισμὸς ἔδειξεν), ἐπὶ πλέον ἄρα τῆς τύχης τὸ αὐτόματον. εἰ δέ τις ἀπόδειξιν ζητοίη τοῦ ὅτι καὶ τὰ τυχαῖα λέγονται ἐκ ταὐτομάτου, ἴστω μὴ περὶ πράγματος σημασίας, ἀλλὰ περὶ χρήσεως ἀνθρώπων ζητῶν ἀπόδειξιν,2 χρήσεως δὲ ἀπόδειξις οὐδεμία ἄλλη ἢ ἡ τῶν ἀνθρώπων συνήθεια. πλὴν φαίνεται ἡ χρῆσις οὐ μόνον ἐπὶ τῶν κατὰ τύχην φέρουσα τὸ αὐτόματον (φαμὲν γὰρ ὅτι ἐκ ταὐτομάτου συνέτυχον τῷ φίλῳ), ἀλλὰ καὶ ἐπὶ τῶν ἐκ ταὐτομάτου τὸ κατὰ τύχην· λέγομεν γὰρ κατὰ τύχην σωθῆναι τὸν ἵππον ἐκ τῆς φάλαγγος ἕνεκα τοῦ πιεῖν φυγόντα, καὶ ὅτι ἔτυχε πεσόντα τὸν λίθον ἐπιτήδειον εἰς καθέδραν γενέσθαι· οὐδὲν δὲ πρᾶγμα περὶ χρήσεως ὀνομάτων ἐπὶ πολὺ διατείνεσθαι, τῆς σημασίας τῶν πραγμάτων μηδὲν βλαπτομένης.3 μετὰ ταῦτα διακρίνει τὸ ἰδικὸν αὐτόματον τοῦ ἀπὸ τύχης, λέγων ἐκεῖνα ἅπερ πολλάκις εἰρήκαμεν, ὅτι ἡ μὲν τύχη τοῖς κατὰ προαίρεσιν γινομένοις ἀκολουθεῖ, τὸ δὲ ἰδίως λεγόμενον αὐτόματον τοῖς κατὰ φύσιν. εἶτα διακρίνας αὐτὰ ἀπ’ ἀλλήλων ζητεῖ τὸ ἔτι λειπόμενον πρόβλημα, ἐν ποίοις τῶν αἰτίων αὐτὰ κατατακτέον, καὶ δείκνυσιν ὅτι ἐν τοῖς ποιητικοῖς· εἰ γὰρ ἢ τῶν ἀπὸ φύσεως ἢ τῶν ἀπὸ διανοίας κατὰ συμβεβηκὸς γινομένων αἴτιον ἡ τύχη καὶ τὸ αὐτόματον, διάνοια δὲ καὶ φύσις ποιητικὰ αἴτια, καὶ ἡ τύχη ἄρα καὶ τὸ αὐτόματον τῶν ποιητικῶν ἂν εἶεν αἰτίων. Ἔστι μὲν οὖν ἄμφω αἴτια, καθάπερ εἴρηται, κατὰ συμβεβηκός, καὶ ἡ τύχη καὶ τὸ αὐτόματον. κοινόν, φησί, τοῦτο τῇ τύχῃ καὶ τῷ αὐτομάτῳ ὑπάρχει τὸ εἶναι αἴτια κατὰ συμβεβηκὸς τῶν ἐπ’ ἔλαττον γινομένων οὐ πάντων, ἀλλ’ ὅσα ἂν γένοιτο ἕνεκά του· ἔστι γάρ τινα τῶν ἐπ’ ἔλαττον καὶ μάτην γινόμενα, ὡς εἴ τις κινοίη τὴν τρίχα τοῦ γενείου μὴ συνεχῶς· τοῦτο γὰρ οὔτε ἕνεκά τού ἐστι (μάτην γάρ), οὔτε τοῖς ἕνεκά του γινομένοις παρακολουθεῖ. καὶ τούτων ὅσα ἂν γένοιτο ἕνεκά του ἀντὶ τοῦ ὅσα ἂν παρακολουθήσειε τοῖς ἕνεκά του γινομένοις· οὐ γὰρ τὰ ἐκ ταὐτομάτου γινόμενα ἕνεκά του γίνεται. οὐδὲ γὰρ ἡ κομιδὴ τοῦ ἀργυρίου ἕνεκά τού ἐστιν, ἀλλ’, εἰ ἄρα, οὗ ἕνεκά ἐστι,4 καὶ τοῦτο κατὰ συμβεβηκός· τῇ γὰρ προόδῳ ἕνεκα λουτροῦ γενομένῃ ἐπηκολούθησε τοῦτο, ὥστε ἡ κομιδὴ κατὰ συμβεβηκὸς τέλος καὶ οὗ ἕνεκα τῆς προόδου, καὶ ἡ πρόοδος κατὰ συμβεβηκὸς ἕνεκα τῆς κομιδῆς, ἥτις καὶ καλεῖται αὐτόματον καὶ κατὰ συμβεβηκὸς αἴτιον τῆς κομιδῆς.
因此,你将这样构成整个三段论:抉择不属于儿童、无生命物和无理性的[动物];抉择所不属于的,行为也不[属于];行为不存在于其中的,善行也不[存在];善行不存在于其中的,幸福也不[存在];幸福不存在于其中的,幸运也不[存在];幸运不存在于其中的,机遇也不[存在];因此机遇不属于儿童、无生命物和无理性的[动物];自发性属于儿童、无生命物和无理性的[动物](正如我们通过归纳所表明的);因此自发性不是机遇,这正是从一开始就提出要表明的。然而,他说,自发性也适用于出于机遇的事物(因为这是他从语用中取出的剩余前提,即由机遇产生的事物也被说成是出于自发而生成的);因此自发性比机遇的外延更广。因为,如果每一机遇[事件]也是自发的(正如人们的语用所表明的),但并非每一自发[事件]也是机遇(正如三段论所表明的),那么自发性就比机遇的外延更广。但如果有人寻求证明偶然事物也被说成是出于自发的,让他知道自己寻求的证明不是关于事物的意义,而是关于人们的语用,而语用的证明除人们的习惯之外别无其他。不过,语用似乎不仅把自发性应用于依机遇的事物(因为我们说出于自发我碰到了朋友),而且也把依机遇应用于出于自发的事物;因为我们说那匹为了喝水而逃离战阵的马依机遇得救了,以及落下的石头适巧变得适于就座;但只要事物的意义毫无受损,围绕名称的语用长久争辩就无关紧要。在此之后,他将特异的自发性与出自机遇的区分开来,说出了我们屡次谈到的那些话:机遇伴随着依抉择生成的事物,而严格意义上说的自发性则[伴随着]依自然的事物。接着,在将它们彼此区分开来之后,他探讨那仍旧留下的问题,即应当将它们归入哪一类原因,并且表明是归入作动原因;因为,如果机遇与自发性是出于自然或出于理智而附随生成之事物的原因,而理智与自然是作动原因,那么机遇与自发性也将属于作动原因。因此,如前所述,两者都是原因,但属于附随原因:机遇与自发性。他说,这一点共同地属于机遇和自发性,即作为发生频率较低的事物的附随原因——但并非全部[这类事物],而是凡为了某种目的而可能生成的事物。因为在发生频率较低的事物中,也有一些徒劳生成的事物,比如有人不连续地移动胡须的毛;因为这既不是为了某种目的(因为它是徒劳的),也不伴随着为了某种目的而生成的事物。而“在这些事物中,凡为了某种目的而可能生成的”,是代替“凡可能伴随为了某种目的而生成的事物”[而言的];因为出于自发生成的事物并不是为了某种目的而生成的。因为连收回钱款也不是为了某种目的,而是,如果有的话,也是目的本身,且这是附随的;因为这伴随着为了洗澡而进行的出门,以至于收回[钱款]成了出门的附随的目的和终极,而出门在附随的意义上是为了收回[钱款],这[出门]本身也被称为自发的事物,并且是收回[钱款]的附随原因。
- 2.93ἐφ’ ὧν προαίρεσις οὐχ ὑπάρχει οὐδὲ πρᾶξις
关系代词 ἐφ’ ὧν(ἐπί 加属格复数)融合了先行词,构成一系列条件式的关系分句(连锁三段论):“凡抉择所不属于的对象,行为也不[属于]”。在后继的分句中,谓语动词 ὑπάρχει 或 ἔστιν 同样被承前省略。
- 2.93ἴστω μὴ περὶ πράγματος σημασίας, ἀλλὰ περὶ χρήσεως ἀνθρώπων ζητῶν ἀπόδειξιν
ἴστω 是动词 οἶδα 的第三人称单数命令法(“让他知道”)。分词 ζητῶν 与主语(寻求证明之人)保持一致,用作补足分词,意为“让他知道自己正在寻求……”。
- 2.93οὐδὲν δὲ πρᾶγμα περὶ χρήσεως ὀνομάτων ἐπὶ πολὺ διατείνεσθαι, τῆς σημασίας τῶν πραγμάτων μηδὲν βλαπτομένης
οὐδὲν πρᾶγμα [ἐστί]搭配不定式 διατείνεσθαι,为无人称习惯用法,意为“……长久争辩是无所谓的 / 无关紧要的”。后半部的 τῆς σημασίας... βλαπτομένης 是独立属格结构,表条件或限制(“只要……毫无受损”)。
- 2.93οὐδὲ γὰρ ἡ κομιδὴ τοῦ ἀργυρίου ἕνεκά τού ἐστιν, ἀλλ’, εἰ ἄρα, οὗ ἕνεκά ἐστι
前置词短语 ἕνεκά του(为了某种目的,指向目的)与名词化短语 οὗ ἕνεκα(目的本身,其所为之者)形成对比。εἰ ἄρα 是表示退让性假设的惯用表达(“即使如此 / 如果真的有的话”)。
