- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:277.9-278.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注解亚里士多德《物理学》第2卷第5章(197a11–21),论证了关于机遇的日常观念与机遇的界说相吻合,阐明机遇在严格意义上并非依自身的原因且属于少数发生之事物,并探讨了在附随原因中究竟是任意偶遇之物还是近距离原因才应被视作结果之原因的疑难。
" Πάντα γὰρ ταῦτα ὀρθῶς λέγεται, ὅτι εὐλόγως.1" Πάντα, φησίν, ὅσα περὶ τῆς τύχης λέγεται, ὀρθῶς λέγεται, διότι καὶ εὐλόγως, τουτέστιν ἁρμόζει τῷ ἀποδεδομένῳ περὶ αὐτῆς ὁρισμῷ, καὶ ἔστιν ἐκ τοῦ ἀποδεδομένου περὶ αὐτῆς ὁρισμοῦ ἑκάστου τῶν περὶ αὐτῆς λεγομένων τὴν αἰτίαν ἀποδοῦναι· οὗτος δὲ ὁρισμὸς ἄριστος, ᾧτινι ἐφαρμόζει πάντα τὰ περὶ τοῦ πράγματος κατὰ κοινὴν ἔννοιαν λεγόμενα.
“因为所有这些说法都是正确的,乃因其合乎情理。” 他说,凡是关于机遇所说的一切,都是正确言说的,乃因其同样是合乎情理的,即它们符合关于它所给出的定义,并且有可能依据关于它所给出的定义来说明关于它所说的每一项的原因;而最好的定义,乃是凡依照共通观念关于该事物所说的一切皆能与之相合的定义。
"Ὡς δ’ ἁπλῶς οὐδενός." Κατά τι μέν, φησίν, αἰτία τινῶν ἐστιν ἡ τύχη, κατά τι δὲ οὐδενός· ἁπλῶς μὲν γάρ, τοῦτό ἐστι κυρίως καὶ καθ’ αὑτό, οὐδενός ἐστιν αἰτία, κατὰ συμβεβηκὸς δὲ τῶν ἐπ’ ἔλαττον γινομένων ἐστὶν αἰτία.
“但无条件地,它不是任何事物的原因。” 他说,在某种意义上机遇是某些事物的原因,但在某种意义上却不是任何事物的原因;因为无条件地——亦即严格且依自身地——它不是任何事物的原因,但在附随意义上它是少数情况下生成之物的原因。
"Ἡ δὲ τύχη ἐν τοῖς γινομένοις παρὰ ταῦτα." Παρὰ τὰ ἀναγκαῖα καὶ τὰ ὡς ἐπὶ τὸ πολύ, ταῦτα δέ ἐστι τὰ ἐπ’ ἔλαττον. ἐπεὶ οὖν τὰ αἴτια τῶν ἐπ’ ἔλαττον γινομένων ἀόριστα, καὶ ἡ τύχη ἀόριστος.
“而机遇则存在于这些之外生成的事物中。” 在必然之物与大多数情形之物之外,而这些即是少数情形之物。因此,由于少数情况下生成之物的原因是不定的,机遇也是不定的。
"Ὅμως δὲ ἐπ’ ἐνίων ἀπορήσειεν ἄν τις, ἆρα οὖν τὰ τυχόντα αἴτια ἂν γένοιτο τῆς τύχης." Ὃ ζητεῖ διὰ τούτων, τοῦτό ἐστιν· ἐπειδὴ ἡ τύχη τῶν κατὰ συμβεβηκός ἐστιν αἰτίων, ἐλέγομεν δὲ εἶναι καὶ ἐν τοῖς κατὰ συμβεβηκὸς αἰτίοις τὰ προσεχέστερα καὶ πορρώτερα, ἆρα ὁμοίως ἅπαντα αἴτιά ἐστι τοῦ ἀποτελέσματος; οἷόν τι λέγω· προῆλθέ τις εἰς τὴν ἀγοράν, εἶτα πρὶν εἰς τὴν ἀγορὰν ἐμβαλεῖν ὑπαντήσας τινὶ συνέτυχε καὶ προσδιέτριψεν ἐν τῇ συντυχίᾳ χρόνον, εἶτα μετὰ τοῦτο ἐλθὼν εἰς τὴν ἀγορὰν περιέτυχε τῷ ἔχοντι τὸ ἀργύριον καὶ ἀπείληφεν. ἐπεὶ οὖν ἐστιν αἴτιον κατὰ συμβεβηκὸς τοῦ περιτυχεῖν τῷ χρεωστοῦντι καὶ αὐτὴ ἡ πρόοδος καὶ ἡ μεταξὺ συντυχία (εἰ γὰρ μὴ προσδιέτριψε, θᾶττον ἐμβαλὼν εἰς τὴν ἀγορὰν ἴσως οὐ περιέτυχεν ἂν τῷ χρεωστοῦντι) καὶ αὐτὸ τὸ ἐμβαλεῖν εἰς τὴν ἀγοράν, ἔστι δὲ προσεχὲς μὲν τὸ εἰς τὴν ἀγορὰν ἐμβαλεῖν, μέσον δὲ τὸ περιτυχεῖν τῷ φίλῳ, πορρωτέρω δὲ ἡ πρόοδος αὐτή· ἆρα ὁμοίως ὁτιοῦν τούτων αἴτιον εἶναί φαμεν τῶν ἀπὸ τύχης συμβαινόντων; φαμὲν οὖν ὅτι ὡς πρὸς μὲν τὸ κατὰ τύχην αἴτια εἶναι οὐδὲν διαφέρει τὸ προσεχὲς εἰπεῖν ἢ πόρρω (ὁμοίως γὰρ πάντα ταῦτα κατὰ τύχην αἴτια), ὡς δὲ πρὸς τὴν ἔκβασιν διαφέρει πλεῖστον· αἰτιώτερον γὰρ τῆς ἐκβάσεως τὸ προσεχέστερον. τοῦ γὰρ ἀπολαβεῖν τὸ ἀργύριον ἔστι μὲν καὶ ἡ πρόοδος αὐτὴ αἰτία κατὰ συμβεβηκός (εἰ γὰρ μὴ προῆλθεν, οὐκ ἂν περιτυχὼν ἔλαβεν), μᾶλλον δὲ αἰτιωτέρα ἡ πρὸς τὸν φίλον ἐν τῷ μεταξὺ συντυχία (εἰ γὰρ μὴ συνέτυχεν, θᾶττον ἀπελθὼν οὐκ ἂν εὗρε), καὶ ἔτι τούτου αἰτιώτερον ἡ εἰς τὴν ἀγορὰν ἄφιξις. ἀπορεῖται οὖν, φησίν, ἐπὶ τούτων, εἰ δεῖ τὰ τυχόντα ὡς αἴτια ἀποδιδόναι 〈τῆς τύχης〉. τύχην δὲ τὸ ἀπὸ τῆς τύχης ἀποβὰν ἀποτέλεσμα ἐκάλεσεν.2
“然而在某些情况下有人或许会产生疑难:究竟任何碰巧出现的事物是否都能成为机遇的原因。” 他通过这些话所探讨的是:既然机遇属于附随原因,而我们曾说在附随原因中也有更直接的与更疏远的,那么它们是否同样都是结果的原因呢?我的意思犹如这样:某人前往集市,随后在进入集市之前碰见某人并交谈,在相遇中多耽搁了一段时间,随后在这之后来到集市,碰见了持有钱财的人并收回了它。因此,既然遇到债务人的附随原因既包括外出本身,也包括中间的相遇(因为如果他没有耽搁时间,更早进入集市也许就不会遇到债务人了),还包括进入集市本身,而进入集市是直接的[原因],遇到朋友是中间的[原因],外出本身是更疏远的[原因],那么我们是否同样说这些之中的任何一个都是出于机遇而发生之事的原因呢?我们于是说,就作为出于机遇的原因而言,说直接的还是疏远的并无分别(因为所有这些都同样是出于机遇的原因),但就结局而言却有着极大的分别;因为更直接的[原因]对结局而言更具有原因的资格。因为对于收回钱财而言,外出本身确实是附随原因(因为如果他没有外出,就不会碰见并拿到它),而在中间与朋友相遇更具有原因的资格(因为如果他没有相遇,更早离去就不会找到他),而抵达集市比这还更具有原因的资格。他说,因此在这些情形中存在疑难,即是否应当把碰巧出现的任何事物都作为[机遇的]原因提出来。而他把出于机遇产生的结果称为“机遇”。
- 2.84ὅτι εὐλόγως
连词 ὅτι 在此作因果从句解(“因为”)。菲洛波诺斯在注文中用 διότι καὶ εὐλόγως 进行转述,表明它并非说明被说内容的宾语从句,而是作为状语从句为前面的 ὀρθῶς λέγεται(正确地被说)提供依据(“因为[说得]合乎情理”)。
- 2.87τύχην δὲ τὸ ἀπὸ τῆς τύχης ἀποβὰν ἀποτέλεσμα ἐκάλεσεν
此句为动词 ἐκάλεσεν(称呼)所带的双宾格结构,其中 τύχην(机遇)为补足语宾格,而 τὸ ἀπὸ τῆς τύχης ἀποβὰν ἀποτέλεσμα(出于机遇产生的结果)为直接宾格对象。菲洛波诺斯以此解释亚里士多德在引文中提到的“机遇的原因(αἴτια ... τῆς τύχης)”,指出其“机遇”一词转喻性地指称由机遇所产生的结果。
