← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§278.22-280.22

健康的事例与好运及坏运的定义

菲洛波诺斯以恢复健康的例子阐明直接与疏远的附随原因在结局上的差异,从而化解相关疑难。随后他探讨了好运、坏运及幸运、不幸的定义,解释了为何理智会将毫厘之差躲过灾祸或失掉重大利益视作幸运与不幸,并说明了幸运在本质上何以是不稳定的(197a23–30)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.88

" Οἷον ὑγιείας ἢ τὸ πνεῦμα ἢ ἡ εἱληθέρησις, ἀλλ’ οὐ τὸ ἀποκείρασθαι." Ἔστι γὰρ προσεχέστερον μὲν τῆς ὑγείας ἐν τούτοις ἢ τὸ πνεῦμα ἢ 〈ἡ〉εἱληθέρησις, τουτέστιν ἡ ἐκ τοῦ ἡλίου θερμασία, πορρωτέρω δὲ τὸ ἀποκείρασθαι· ἀσθενῶν γάρ τις ἀπεκείρατο οὐ τοῦ ὑγιᾶναι ἕνεκεν,1 ἀλλὰ τοῦ ἀποθέσθαι τὴν κόμην, εἶτα πνεύματος πνεύσαντος ἢ ὑπὸ ἡλίου θερμανθεὶς τὴν κεφαλὴν οὐ τοῦ ὑγιᾶναι ἕνεκεν, ἀλλὰ προελθὼν τυχὸν ἐπί τινα ἄλλην χρείαν, ὑπὸ τῆς θέρμης δὲ τοῦ ἡλίου ἢ τοῦ πνεύματος ἀραιωθείσης τῆς κεφαλῆς, διεφορήθη καὶ ὑγίανε μηδὲν τούτων διὰ τὴν ὑγείαν ποιήσας. ἔστιν οὖν προσεχέστερον τῇ ὑγείᾳ ἡ εἱληθέρησις, οὐ τὸ ἀποκείρασθαι· ὡς μὲν οὖν πρὸς τὴν ἔκβασιν τὸ προσεχὲς αἰτιώτερον, ὡς δὲ πρὸς τὸ ἀπὸ τύχης ἁπλῶς οὐδὲν διοίσει τὸ προσεχὲς ἢ πόρρω εἰπεῖν.

“例如对于健康而言,或者是风或者是晒太阳,而不是剪发。” 因为在这些之中,对于健康而言更直接的是风或晒太阳,亦即来自太阳的热气,而剪发则是更疏远的;因为某人患病时剪了发,并非为了变得健康,而是为了去掉头发,随后起了风,或者由于太阳晒热了头部(并非为了变得健康,而是碰巧为了某种别的需要而外出),由于太阳的热气或风使头部舒张,发散产生而恢复了健康,他做这些事没有一件是为了健康。因此,对于健康而言更直接的是晒太阳,而不是剪发;虽然就结局而言直接的[原因]更具有原因的资格,但就单纯出于机遇而言,说直接的还是疏远的并无分别。

§2.89

"Ἔστι γὰρ ἄλλα ἄλλων ἐγγυτέρω τῶν κατὰ συμβεβηκὸς αἰτίων." Ἡ ἐπίλυσις τῆς ἀπορίας, ὡς ἂν εἰ ἔλεγεν· ἐπειδὴ τῶν κατὰ συμβεβηκὸς αἰτίων ἄλλα ἄλλων εἰσὶν ἐγγυτέρω τοῦ αἰτιατοῦ, ὡς μὲν πρὸς τὸ κατὰ συμβεβηκὸς αἴτια εἶναι οὐδὲν διαφέρει τὸ ἐγγυτέρω τοῦ πορρωτέρω, ὡς δὲ πρὸς τὴν ἔκβασιν τοῦ πράγματος τὸ προσεχέστερον αἰτιώτερον.

“因为在附随原因中,有些比另一些更近。” 疑难的解决,犹如他在说:既然在附随原因中,有些比另一些更接近结果,那么就作为附随原因而言,更近的与更疏远的毫无分别,但就事情的结局而言,更直接的更具有原因的资格。

§2.90

"Τύχη δὲ ἀγαθὴ μὲν λέγεται, ὅταν ἀγαθόν τι ἀποβῇ, φαύλη δέ, ὅταν φαῦλόν τι." Ὅταν τοιοῦτον τέλος ἀπαντήσῃ μὴ προελομένῳ, οἷον ἂν προείλετο, ἀγαθὴ τύχη τὸ τοιοῦτον τέλος λέγεται, κακὴ δὲ τύχη τὸ ἐναντίον· εὐτυχὴς δὲ καὶ δυστυχής, ὅταν ἢ μέγα κακὸν ἢ μέγα ἀγαθὸν κατὰ συμβεβηκὸς ἀπαντήσῃ τέλος.

“当某种好的结果出现时称为好运,当某种坏的结果出现时称为坏运。” 当一个未曾做出选择的人遇上了如同他若做选择便会选择的那样一种结局时,这样的结局便被称为好运,而相反的被称为坏运;当一种重大的恶或重大的善作为结局附随地降临时,便被称为幸运或不幸。

§2.91

"Διὸ καὶ τὸ παρὰ μικρὸν ἀγαθὸν ἢ κακὸν λαβεῖν μέγα ἢ ἀτυχεῖν ἢ εὐτυχεῖν ἐστιν, ὅτι ὡς ὑπάρχον λέγει ἡ διάνοια· τὸ γὰρ παρὰ μικρὸν ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ." Ὅταν τις περιτυχὼν μεγάλῳ κινδύνῳ ἐγγὺς γένηται τοῦ κινδυνεῦσαι καὶ μεγάλῳ περιπεσεῖν κακῷ, οἷον ναυαγίῳ ἢ ἄλλῳ τινί, εἶτα μικροῦ λείποντος εἰ τὸν κίνδυνον ἐκφύγῃ,2 εὐτυχῆ τὸν τοιοῦτον καλοῦμεν, διότι παρ’ ὀλίγον τῷ κινδύνῳ προσομιλήσας ἐξέφυγεν. ὁμοίως δὲ καὶ δυστυχῆ τὸν παρὰ μικρὸν μέγα ἀγαθὸν κτησάμενον·3 οὕτως γὰρ δυστυχής, φαμέν, ἐστὶν ὁ δεῖνα, ὥστε εἰς αὐτὸ τὸ τυχεῖν τῶνδε ἢ τῶνδε τῶν καλῶν ἐλθών, εἶτα δι’ ὀλίγον ἀπέτυχεν. ἐπειδὴ γὰρ τὸ παρὰ μικρὸν οὐδὲν δοκεῖ τοῦ τέλους ἀπέχειν, οὐ λογιζομένη τὸ μικρὸν τοῦτο ἡ διάνοια, ὥσπερ ἐκβεβηκότων τούτων, οὕτως εὐτυχῆ ἢ δυστυχῆ τὸν πεσόντα καλεῖ· τὸν γὰρ παρὰ μικρὸν μεγάλῳ κινδύνῳ ὁμιλήσαντα, ὡς ἤδη ἐμπεπτωκότα εἰς τὸν κίνδυνον θεωροῦσα ἡ διάνοια διὰ τὸ μὴ λογίζεσθαι τὸ μικρόν, εἶτα ἐκ τοῦ κινδύνου αὐτὸν ἐκφεύγοντα, οὕτως εὐτυχῆ καλεῖ. καὶ δυστυχῆ ὁμοίως τὸν παρ’ ὀλίγον μεγάλων τυχόντα ἀγαθῶν· ὡς γὰρ ἤδη τυχόντα τῶν ἀγαθῶν θεωροῦσα καὶ μὴ λογιζομένη τὸ μικρόν, εἶτα τούτων ἀποτυχόντα δυστυχῆ καλεῖ. καὶ γὰρ εὐτυχεῖς μὲν εἰώθαμεν λέγειν οὐ τοὺς ἐκ προγόνων πλουσίους καὶ εὐδαίμονας, ἀλλὰ τοὺς ἐξ ἀφανῶν καὶ ἀτυχῶν ἐξαίφνης εἰς εὐδαιμονίαν μεταβαίνοντας, καὶ δυστυχεῖς ὁμοίως μάλιστα τοὺς ἐξ εὐδαιμονίας καταπίπτοντας.

“因此,只差一点便遭遇重大的善或恶,也就是不幸或幸运,因为理智把它当作已经存在那样来谈论;因为只差一点的仿佛毫无距离。” 当某人遭遇重大危险,临近遭受危险并陷入重大灾祸(例如海难或别的某种灾祸),随后在仅差一点的情况下逃脱了危险时,我们称这样的人为幸运,因为他在微小的差距下触碰危险却逃脱了。同样,也称只差一点就获得重大善利的人为不幸;因为我们说:“某人是如此不幸,以至于到了将要获得这样或那样好处的关头,随后却因毫厘之差而落空。”因为只差一点的似乎与结局毫无距离,理智不计较这一点微小差距,便如同这些已经实现了一般,称落入这种境地的人为幸运或不幸;因为理智把那以微小差距触碰重大危险的人,由于不计较微小差距而视为已经陷入危险之中,随后见他从危险中逃脱,便这样称他为幸运。同样,也称那只差一点便获得重大善利的人为不幸;因为理智将他视为已经获得了善利而不计较微小差距,随后见他失去了这些,便称他为不幸。因为我们通常不把那些因祖辈而富有和发迹的人称为幸运,而是把那些从微贱和厄运突然转入幸福的人称为幸运,同样尤其把那些从幸福跌落的人称为不幸。

§2.92

"Ἔτι ἀβέβαιος ἡ εὐτυχία εὐλόγως." Ὅτι κατὰ λόγον τοῦ ὁρισμοῦ τῆς τύχης ἀβέβαιος λέγεται ἡ εὐτυχία· τὸ γὰρ βέβαιον ἢ ἐν τοῖς ἀναγκαίοις ἐστὶν ἢ ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη τῶν ἐπ’ ἔλαττον, οὐκ ἄρα βέβαιος ἡ τύχη. διὰ τοῦτο καὶ ἡ εὐτυχία ἀβέβαιος.

“再者,幸运是不稳定的,这也是合乎情理的。” 这是说,依循机遇定义的道理,幸运被称为是不稳定的;因为稳定的事物要么存在于必然之物中,要么存在于大多数情形之物中,而机遇属于少数情形之物,因此机遇是不稳定的。正因如此,幸运也是不稳定的。

语法注3 条
  1. 2.88ἀσθενῶν γάρ τις ἀπεκείρατο οὐ τοῦ ὑγιᾶναι ἕνεκεν

    这是一个复杂的因果叙述句,以主要动词 ἀπεκείρατο 开始,随后串联了多个属格绝对分词和副词性分词(πνεύματος πνεύσαντος、θερμανθείς、ἀραιωθείσης τῆς κεφαλῆς),最终落实到并列主要动词 διεφορήθη καὶ ὑγίανε。ἀσθενῶν 为时间或伴随情况分词,ἕνεκεν 统辖带冠词不定词 τοῦ ὑγιᾶναι 表目的。

  2. 2.91μικροῦ λείποντος εἰ τὸν κίνδυνον ἐκφύγῃ

    μικροῦ λείποντος 是属格绝对结构的习语(意为“差一点点”或“几近于”)。随后的 εἰ τὸν κίνδυνον ἐκφύγῃ 为条件从句(εἰ 搭配虚拟式,为后古典期及拜占庭希腊语中相当于 ἐάν 的用法),作为主节 εὐτυχῆ τὸν τοιοῦτον καλοῦμεν(“我们称这样的人为幸运”)的条件。

  3. 2.91τὸν παρὰ μικρὸν μέγα ἀγαθὸν κτησάμενον

    该句与前文“以微小差距脱险的幸运者”形成对比。字面上虽为“以毫厘之差获得了重大善利的人”,但紧随其后的解释(εἰς αὐτὸ τὸ τυχεῖν... ἐλθών, εἶτα δι’ ὀλίγον ἀπέτυχεν,“到达几乎获得的关头,随后却差一点而失去”)表明其意指“仅差一步便能获得重大善利却终告落空的人”。译文保留其原字面分词形式,而通过上下文阐明其义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:278.22-280.22